§2.6.1οὗτοι μὲν οὖν τοιούτοις περιπεσόντες ἀτυχήμασι καὶ πάσας ἀπολέσαντες τὰς ἐν αὑτοῖς ἐλπίδας ἐπρέσβευον πρὸς τοὺς Αἰτωλοὺς καὶ τὸ τῶν Ἀχαιῶν ἔθνος, δεόμενοι μεθʼ ἱκετηρίας σφίσι βοηθεῖν.
このようにして、これほど大きな不幸に見舞われ、自分たちの力に対するすべての希望を失った彼らは、アイトーリア人とアカイア人の同盟に使節を派遣し、救いを求める嘆願をもって自分たちを救援するよう懇願した。
§2.6.2οἱ δὲ κατελεήσαντες τὰς συμφορὰς αὐτῶν ὑπήκουσαν καὶ μετὰ ταῦτα παραβοηθοῦντες ἧκον εἰς Ἑλίκρανον.
彼らは彼らの不幸を憐れんでその要請に応じ、その後、救援のためにヘリクラノンに到着した。
§2.6.3οἱ δὲ τὴν Φοινίκην κατασχόντες τὸ μὲν πρῶτον, παραγενόμενοι μετὰ Σκερδιλαΐδου πρὸς τὸ χωρίον, παρεστρατοπέδευσαν τοῖς βεβοηθηκόσι, βουλόμενοι συμβαλεῖν.
一方、ポイニケを占領していた者たちは、最初はスケルディライダスとともにその地に到着すると、戦うことを望んで、救援に来た者たちの近くに陣を敷いた。
§2.6.4δυσχρηστούμενοι δὲ διὰ τὰς δυσχωρίας τῶν τόπων, ἅμα δὲ καὶ προσπεσόντων παρὰ τῆς Τεύτας γραμμάτων, διʼ ὧν ᾤετο δεῖν αὐτοὺς τὴν ταχίστην εἰς οἶκον ἀναχωρεῖν διὰ τὸ τινὰς τῶν Ἰλλυριῶν ἀφεστηκέναι πρὸς τοὺς Δαρδανεῖς,
しかし、その土地の険しさのために困難に直面し、それと同時にテウタからの書状も届いたが、その中で彼女は、一部のイリュリア人がダルダニア人の側へ離反したという理由から、彼らが大至急帰国すべきであると考えていた。
§2.6.5οὕτω λεηλατήσαντες τὴν Ἤπειρον ἀνοχὰς ἐποιήσαντο πρὸς τοὺς Ἠπειρώτας.
そこで彼らはエペイロスを略奪した上で、エペイロス人との間に休戦協定を結んだ。
§2.6.6ἐν αἷς τὰ μὲν ἐλεύθερα σώματα καὶ τὴν πόλιν ἀπολυτρώσαντες αὐτοῖς, τὰ δὲ δουλικὰ καὶ τὴν λοιπὴν σκευὴν ἀναλαβόντες εἰς τοὺς λέμβους, οἱ μὲν ἀπέπλευσαν, οἱ δὲ περὶ τὸν Σκερδιλαΐδαν πεζῇ πάλιν ἀνεχώρησαν διὰ τῶν παρὰ τὴν Ἀντιγόνειαν στενῶν,
その休戦期間において、彼らは自由身分の人々と都市を身代金と引き換えに彼らに返還し、奴隷やその他の家財を快速船に積み込むと、一方の者たちは船で出発し、他方のスケルディライダスの一行は再び陸路でアンティゴネイア付近の狭路を通って退却した。
§2.6.7οὐ μικρὰν οὐδὲ τὴν τυχοῦσαν κατάπληξιν καὶ φόβον ἐνεργασάμενοι τοῖς τὰς παραλίας οἰκοῦσι τῶν Ἑλλήνων.
こうして、彼らは海岸沿いに住むギリシア人たちに、並大抵ではない驚愕と恐怖を与えた。
§2.6.8ἕκαστοι γὰρ θεωροῦντες τὴν ὀχυρωτάτην ἅμα καὶ δυνατωτάτην πόλιν τῶν ἐν Ἠπείρῳ παραλόγως οὕτως ἐξηνδραποδισμένην οὐκέτι περὶ τῶν ἀπὸ τῆς χώρας ἠγωνίων, καθάπερ ἐν τοῖς ἔμπροσθεν χρόνοις, ἀλλὰ περὶ σφῶν αὐτῶν καὶ τῶν πόλεων.
というのも、誰もが、エペイロスで最も堅固かつ最も強力な都市がこのように思いがけずも奴隷化されたのを目にして、もはや以前のように地方からの収穫物についてではなく、自分自身や自らの都市の安全について心配するようになったからである。
§2.6.9οἱ δʼ Ἠπειρῶται παραδόξως διασεσωσμένοι τοσοῦτον ἀπεῖχον τοῦ πειράζειν ἀμύνεσθαι τοὺς ἠδικηκότας ἢ χάριν ἀποδιδόναι τοῖς βοηθήσασιν ὥστε τοὐναντίον διαπρεσβευσάμενοι πρὸς τὴν Τεύταν συμμαχίαν ἔθεντο μετʼ Ἀκαρνάνων πρὸς τοὺς Ἰλλυριούς,
一方、エペイロス人は、思いがけず救出されたものの、自分たちを害した者たちに報復を試みたり、助けてくれた者たちに感謝を捧げたりすることから程遠く、それどころか逆に、テウタに使節を送って、アカナニア人とともにイリュリア人との間に同盟を結んだほどであった。
§2.6.10καθʼ ἣν ἐκείνοις μὲν κατὰ τοὺς ἑξῆς καιροὺς συνήργουν, τοῖς δʼ Ἀχαιοῖς καὶ τοῖς Αἰτωλοῖς ἀντέπραττον.
彼らはその同盟に基づき、その後はイリュリア人たちを支援する一方で、アカイア人やアイトーリア人に対しては敵対的な行動を取った。
§2.6.11ἐξ ὧν ἐγένοντο καταφανεῖς ἀκρίτως μὲν κεχρημένοι τότε τοῖς εὐεργέταις, ἀφρόνως δʼ ἐξ ἀρχῆς βεβουλευμένοι περὶ τῶν καθʼ αὑτοὺς πραγ
これらの行動によって、彼らが当時、自らの恩人たちに対して極めて無分別な態度を取っていたこと、そして当初から自国の国政に関して愚かな決断を下していたことが明白になった。