§2.62.1οὐ μὴν ἀλλὰ τούτοις ἑξῆς φησιν ἀπὸ τῶν ἐκ τῆς Μεγάλης πόλεως λαφύρων ἑξακισχίλια τάλαντα τοῖς Λακεδαιμονίοις πεσεῖν, ὧν τὰ δισχίλια Κλεομένει δοθῆναι κατὰ τοὺς ἐθισμούς.
それどころか、彼はこれらに続けて、メガロポリスからの戦利品から6,000タラントンがラケダイモン人たちの手に落ち、そのうちの2,000タラントンが慣例に従ってクレオメネスに与えられたと主張している。
§2.62.2ἐν δὲ τούτοις πρῶτον μὲν τίς οὐκ ἂν θαυμάσειεν τὴν ἀπειρίαν καὶ τὴν ἄγνοιαν τῆς κοινῆς ἐννοίας ὑπὲρ τῆς τῶν Ἑλληνικῶν πραγμάτων χορηγίας καὶ δυνάμεως;
これらのことにおいて、まず第一に、ギリシアの諸国家の資力と国力についての一般常識に対する、彼の未熟さと無知に驚かない者がいるだろうか。
ἣν μάλιστα δεῖ παρὰ τοῖς ἱστοριογράφοις ὑπάρχειν.
この知識こそ、歴史家たちに最も備わっているべきものである。
§2.62.3ἐγὼ γὰρ οὐ λέγω κατʼ ἐκείνους τοὺς χρόνους, ἐν οἷς ὑπό τε τῶν ἐν Μακεδονίᾳ βασιλέων, ἔτι δὲ μᾶλλον ὑπὸ τῆς συνεχείας τῶν πρὸς ἀλλήλους πολέμων ἄρδην κατέφθαρτο τὰ Πελοποννησίων,
というのも、私は、マケドニアの王たちによって、またそれ以上に、互いの絶え間ない戦争によって、ペロポネソス人たちの諸事が根本から破壊されていたあの時代について言っているのではない。
§2.62.4ἀλλʼ ἐν τοῖς καθʼ ἡμᾶς καιροῖς, ἐν οἷς πάντες ἓν καὶ ταὐτὸ λέγοντες μεγίστην καρποῦσθαι δοκοῦσιν εὐδαιμονίαν, ὅμως ἐκ Πελοποννήσου πάσης ἐξ αὐτῶν τῶν ἐπίπλων χωρὶς σωμάτων οὐχ οἷόν τε συναχθῆναι τοσοῦτο πλῆθος χρημάτων.
そうではなく、誰もが一致団結して最大の繁栄を享受しているとみなされている私たちの現代においてさえ、ペロポネソス全土から、人身を除いた動産そのものから、これほど多額の金銭を集めることは不可能なのである。
§2.62.5καὶ διότι τοῦτο νῦν οὐκ εἰκῇ, λόγῳ δέ τινι μᾶλλον ἀποφαινόμεθα, δῆλον ἐκ τούτων.
そして、私が今これを当てずっぽうではなく、むしろ確かな論理に基づいて言明していることは、以下のことから明らかである。
§2.62.6τίς γὰρ ὑπὲρ Ἀθηναίων οὐχ ἱστόρηκε διότι καθʼ οὓς καιροὺς μετὰ Θηβαίων εἰς τὸν πρὸς Λακεδαιμονίους ἐνέβαινον πόλεμον καὶ μυρίους μὲν ἐξέπεμπον στρατιώτας, ἑκατὸν δʼ ἐπλήρουν τριήρεις, §2.62.7ὅτι τότε κρίναντες ἀπὸ τῆς ἀξίας ποιεῖσθαι τὰς εἰς τὸν πόλεμον εἰσφορὰς ἐτιμήσαντο τήν τε χώραν τὴν Ἀττικὴν ἅπασαν καὶ τὰς οἰκίας, ὁμοίως δὲ καὶ τὴν λοιπὴν οὐσίαν· ἀλλʼ ὅμως τὸ σύμπαν τίμημα τῆς ἀξίας ἐνέλιπε τῶν ἑξακισχιλίων διακοσίοις καὶ πεντήκοντα ταλάντοις.
アテナイ人について、彼らがテーバイ人とともにラケダイモン人との戦争に突入し、1万人の兵士を派遣し、100隻の三段櫂船を艤装したあの時代において、資産価値に基づいて戦争のための戦時税を課すことを決定し、アッティカの全領土と家屋、同様にその他の全財産を評価査定したものの、評価総額は6,000タラントンに250タラントン及ばなかった(すなわち5,750タラントンであった)ということを、誰が記録していないだろうか。
§2.62.8ἐξ ὧν οὐκ ἀπεοικὸς ἂν φανείη τὸ περὶ Πελοποννησίων ἄρτι ῥηθὲν ὑπʼ ἐμοῦ.
このことから、私が先ほどペロポネソス人たちについて述べたことが、的外れではないと知れるだろう。
§2.62.9κατὰ δʼ ἐκείνους τοὺς καιροὺς ἐξ αὐτῆς τῆς Μεγάλης πόλεως ὑπερβολικῶς ἀποφαινόμενος οὐκ ἄν τις εἰπεῖν τολμήσειεν πλείω γενέσθαι τριακοσίων,
そしてあの時代において、メガロポリスそのものから、最大限に大げさに見積もって言明する者であっても、300タラントン以上であったと敢えて主張する者はいないだろう。
§2.62.10ἐπειδήπερ ὁμολογούμενόν ἐστι διότι καὶ τῶν ἐλευθέρων καὶ τῶν δουλικῶν σωμάτων τὰ πλεῖστα συνέβη διαφυγεῖν εἰς τὴν Μεσσήνην.
なぜなら、自由人も奴隷も、人身の大部分がメッセネへと逃れることができたということは合意されているからである。
μέγιστον δὲ τῶν προειρημένων τεκμήριον·
そして、前述のことの最大の証拠は以下の通りである。
§2.62.11οὐδενὸς γὰρ ὄντες δεύτεροι τῶν Ἀρκάδων Μαντινεῖς οὔτε κατὰ τὴν δύναμιν οὔτε κατὰ τὴν περιουσίαν, ὡς αὐτὸς οὗτός φησιν, ἐκ πολιορκίας δὲ καὶ παραδόσεως ἁλόντες, ὥστε μήτε διαφυγεῖν μηδένα μήτε διακλαπῆναι ῥᾳδίως μηδέν, §2.62.12ὅμως τὸ πᾶν λάφυρον ἐποίησαν μετὰ τῶν σωμάτων κατὰ τοὺς αὐτοὺς καιροὺς τάλαντα τριακόσια.
すなわち、アルカディア人の中で実力においても富においても誰にも劣らないマンティネイア人たちが(この彼自身が言うように)、包囲と降伏によって捕らえられ、その結果、誰も逃れることができず、何ものも容易に持ち出されなかったにもかかわらず、それでもなお、同時期における人身を含めた戦利品全体の額は、300タラントンにしかならなかったのである。