§2.61.1χωρίς τε τούτων τὰς μὲν Μαντινέων ἡμῖν συμφορὰς μετʼ αὐξήσεως καὶ διαθέσεως ἐξηγήσατο, δῆλον ὅτι καθήκειν ὑπολαμβάνων τοῖς συγγραφεῦσι τὰς παρανόμους τῶν πράξεων ἐπισημαίνεσθαι,
これらに加えて、彼はマンティネイア人たちの災難を誇張と劇的効果を交えて説明したが、これは、不法な行為を指摘することが歴史家にふさわしいと彼が考えているからなのは明らかである。
§2.61.2τῆς δὲ Μεγαλοπολιτῶν γενναιότητος, ᾗ περὶ τοὺς αὐτοὺς ἐχρήσαντο καιρούς, οὐδὲ κατὰ ποσὸν ἐποιήσατο μνήμην,
しかし、同じ時期にメガロポリス人たちが示した気高さについては、微塵も言及しなかった。
§2.61.3ὥσπερ τὸ τὰς ἁμαρτίας ἐξαριθμεῖσθαι τῶν πραξάντων οἰκειότερον ὑπάρχον τῆς ἱστορίας τοῦ τὰ καλὰ καὶ δίκαια τῶν ἔργων ἐπισημαίνεσθαι, ἢ τοὺς ἐντυγχάνοντας τοῖς ὑπομνήμασιν ἧττόν τι διορθουμένους ὑπὸ τῶν σπουδαίων καὶ ζηλωτῶν ἔργων ἤπερ ὑπὸ τῶν παρανόμων καὶ φευκτῶν πράξεων.
まるで、当事者たちの過ちを数え上げることの方が、美しく正しい行為を指摘することよりも歴史にふさわしいことであるかのように、あるいは、歴史を読んでいる者たちが、不法で避けるべき行為によってよりも、立派で模範となるべき行為によって矯正されることの方が少ないかのように。
§2.61.4ὁ δὲ πῶς μὲν ἔλαβε Κλεομένης τὴν πόλιν καὶ πῶς ἀκέραιον διαφυλάξας ἐξαπέστειλε παραχρῆμα πρὸς τοὺς Μεγαλοπολίτας εἰς τὴν Μεσσήνην γραμματοφόρους, ἀξιῶν αὐτοὺς ἀβλαβῆ κομισαμένους τὴν ἑαυτῶν πατρίδα κοινωνῆσαι τῶν ἰδίων πραγμάτων, ταῦτα μὲν ἡμῖν ἐδήλωσε, βουλόμενος ὑποδεῖξαι τὴν Κλεομένους μεγαλοψυχίαν καὶ μετριότητα πρὸς τοὺς πολεμίους.
他方で、彼はクレオメネスがどのようにして都市を占領したか、また彼が都市を傷つけずに保護した上で、直ちにメッセネにいるメガロポリス人たちのもとへ使者を送り、自分たちの祖国を無傷のまま受け取って自身の事業に加わるよう求めたかを私たちに明らかにしたが、これは敵に対するクレオメネスの寛大さと節度を示そうと望んだからであった。
§2.61.5ἔτι δὲ πῶς οἱ Μεγαλοπολῖται τῆς ἐπιστολῆς ἀναγινωσκομένης οὐκ ἐάσαιεν εἰς τέλος ἀναγνωσθῆναι, μικροῦ δὲ καταλεύσαιεν τοὺς γραμματοφόρους, ἕως τούτου διεσάφησε.
さらに、その手紙が読み上げられる中で、メガロポリス人たちがそれを最後まで読ませず、使者たちを危うく石打ちにするところだったということ、ここまでは彼は明確にした。
τὸ δʼ ἀκόλουθον καὶ τὸ τῆς ἱστορίας ἴδιον ἀφεῖλεν,
しかし、それに続くこと、および歴史に本来備わっている役割を、彼は取り去ってしまったのである。
§2.61.6τὸν ἔπαινον καὶ τὴν ἐπʼ ἀγαθῷ μνήμην τῶν ἀξιολόγων προαιρέσεων.
すなわち、注目すべき志向に対する賞賛と、優れた記憶を留めることである。
§2.61.7καίτοι γʼ ἐμποδὼν ἦν.
そして、それは目の前にある明白なことであった。
εἰ γὰρ τοὺς λόγῳ καὶ δόγματι μόνον ὑπομείναντας πόλεμον ὑπὲρ φίλων καὶ συμμάχων ἄνδρας ἀγαθοὺς νομίζομεν, τοῖς δὲ καὶ χώρας καταφθορὰν καὶ πολιορκίαν ἀναδεξαμένοις οὐ μόνον ἔπαινον, ἀλλὰ καὶ χάριτας καὶ δωρεὰς τὰς μεγίστας ἀπονέμομεν, §2.61.8τίνα γε χρὴ περὶ Μεγαλοπολιτῶν ἔχειν διάληψιν;
というのも、もし、友や同盟国のために言葉と決議においてのみ戦争に耐えた人々を、私たちが善き人々であるとみなすのであり、土地の荒廃や包囲にまで耐え抜いた人々に対しては、賞賛だけでなく、最大の感謝と恩賞をも与えるとするならば、メガロポリス人たちに対して、いかなる評価を持つべきだろうか。
ἆρʼ οὐχὶ τὴν σεμνοτάτην καὶ βελτίστην;
最も尊く、最も優れた評価ではないだろうか。
§2.61.9οἳ πρῶτον μὲν τὴν χώραν Κλεομένει προεῖντο, μετὰ δὲ ταῦτα πάλιν ὁλοσχερῶς ἔπταισαν τῇ πατρίδι διὰ τὴν πρὸς τοὺς Ἀχαιοὺς αἵρεσιν,
彼らは、第一にクレオメネスに自らの土地を明け渡し、その後さらに、アカイア人たちへの同盟の選択ゆえに、自らの祖国を完全に失うという打撃を受けた。
§2.61.10τὸ δὲ τελευταῖον, δοθείσης ἀνελπίστως καὶ παραδόξως αὐτοῖς ἐξουσίας ἀβλαβῆ ταύτην ἀπολαβεῖν, προείλαντο στέρεσθαι χώρας, τάφων, ἱερῶν, πατρίδος, τῶν ὑπαρχόντων, ἁπάντων συλλήβδην τῶν ἐν ἀνθρώποις ἀναγκαιοτάτων χάριν τοῦ μὴ προδοῦναι τὴν πρὸς τοὺς συμμάχους πίστιν.
そして最後に、思いがけず、また予期せぬ形で、祖国を無傷で取り戻す機会が与えられたにもかかわらず、同盟国に対する信義を裏切らないために、土地、墓、神殿、祖国、財産、要するに人間にとって最も必要なものすべてを失うことを選んだのである。
§2.61.11οὗ τί κάλλιον ἔργον ἢ γέγονεν ἢ γένοιτʼ ἄν;
これ以上に美しい行為がこれまでにあっただろうか、あるいはあり得るだろうか。
ἐπὶ τί δʼ ἂν μᾶλλον συγγραφεὺς ἐπιστήσαι τοὺς ἀκούοντας;
歴史家はこれ以上に、聞き手の注意を引くべきものがあるだろうか。
διὰ τίνος δʼ ἔργου μᾶλλον ἂν παρορμήσαι πρὸς φυλακὴν πίστεως καὶ πρὸς ἀληθινῶν πραγμάτων καὶ βεβαίων κοινωνίαν;
また、いかなる行為によって、信義を守ること、そして真実で確実な結びつきへと、これ以上に人々を促すことができるだろうか。
ὧν οὐδεμίαν ἐποιήσατο μνήμην Φύλαρχος,
これらについて、フュラルコスは全く言及しなかった。
§2.61.12τυφλώττων, ὥς γʼ ἐμοὶ δοκεῖ, περὶ τὰ κάλλιστα καὶ μάλιστα συγγραφεῖ καθήκοντα τῶν ἔργων.
私に思われるところでは、歴史家にとって最も美しく、最もふさわしい数々の行為に対して盲目になっていたのである。