§2.6.1οὗτοι μὲν οὖν τοιούτοις περιπεσόντες ἀτυχήμασι καὶ πάσας ἀπολέσαντες τὰς ἐν αὑτοῖς ἐλπίδας ἐπρέσβευον πρὸς τοὺς Αἰτωλοὺς καὶ τὸ τῶν Ἀχαιῶν ἔθνος, δεόμενοι μεθʼ ἱκετηρίας σφίσι βοηθεῖν.
Having thus fallen into such misfortunes, and having lost all hope in themselves, they sent envoys to the Aetolians and to the Achaean league, begging them with supplications to come to their aid.
§2.6.2οἱ δὲ κατελεήσαντες τὰς συμφορὰς αὐτῶν ὑπήκουσαν καὶ μετὰ ταῦτα παραβοηθοῦντες ἧκον εἰς Ἑλίκρανον.
And they, taking pity on their misfortunes, acceded to the request, and after this arrived at Helicranum to bring assistance.
§2.6.3οἱ δὲ τὴν Φοινίκην κατασχόντες τὸ μὲν πρῶτον, παραγενόμενοι μετὰ Σκερδιλαΐδου πρὸς τὸ χωρίον, παρεστρατοπέδευσαν τοῖς βεβοηθηκόσι, βουλόμενοι συμβαλεῖν.
Meanwhile, those who held Phoenice, having at first arrived at the place with Scerdilaidas, encamped near those who had come to help, wishing to join battle.
§2.6.4δυσχρηστούμενοι δὲ διὰ τὰς δυσχωρίας τῶν τόπων, ἅμα δὲ καὶ προσπεσόντων παρὰ τῆς Τεύτας γραμμάτων, διʼ ὧν ᾤετο δεῖν αὐτοὺς τὴν ταχίστην εἰς οἶκον ἀναχωρεῖν διὰ τὸ τινὰς τῶν Ἰλλυριῶν ἀφεστηκέναι πρὸς τοὺς Δαρδανεῖς, §2.6.5οὕτω λεηλατήσαντες τὴν Ἤπειρον ἀνοχὰς ἐποιήσαντο πρὸς τοὺς Ἠπειρώτας.
But being embarrassed by the difficulty of the terrain, and at the same time letters having reached them from Teuta, in which she thought they ought to return home as quickly as possible because some of the Illyrians had revolted to the Dardanians, they thus, after plundering Epirus, made a truce with the Epiriots.
§2.6.6ἐν αἷς τὰ μὲν ἐλεύθερα σώματα καὶ τὴν πόλιν ἀπολυτρώσαντες αὐτοῖς, τὰ δὲ δουλικὰ καὶ τὴν λοιπὴν σκευὴν ἀναλαβόντες εἰς τοὺς λέμβους, οἱ μὲν ἀπέπλευσαν, οἱ δὲ περὶ τὸν Σκερδιλαΐδαν πεζῇ πάλιν ἀνεχώρησαν διὰ τῶν παρὰ τὴν Ἀντιγόνειαν στενῶν, §2.6.7οὐ μικρὰν οὐδὲ τὴν τυχοῦσαν κατάπληξιν καὶ φόβον ἐνεργασάμενοι τοῖς τὰς παραλίας οἰκοῦσι τῶν Ἑλλήνων.
During this, having ransomed to them the free persons and the city, and having put the slaves and the rest of the booty into their boats, some of them sailed away, while those with Scerdilaidas retreated again on foot through the passes near Antigoneia, causing no small or common consternation and fear among those of the Greeks who inhabited the coasts.
§2.6.8ἕκαστοι γὰρ θεωροῦντες τὴν ὀχυρωτάτην ἅμα καὶ δυνατωτάτην πόλιν τῶν ἐν Ἠπείρῳ παραλόγως οὕτως ἐξηνδραποδισμένην οὐκέτι περὶ τῶν ἀπὸ τῆς χώρας ἠγωνίων, καθάπερ ἐν τοῖς ἔμπροσθεν χρόνοις, ἀλλὰ περὶ σφῶν αὐτῶν καὶ τῶν πόλεων.
For everyone, seeing the strongest and at the same time most powerful city in Epirus so unexpectedly enslaved, were no longer anxious about the produce of their lands, as in former times, but about themselves and their own cities.
§2.6.9οἱ δʼ Ἠπειρῶται παραδόξως διασεσωσμένοι τοσοῦτον ἀπεῖχον τοῦ πειράζειν ἀμύνεσθαι τοὺς ἠδικηκότας ἢ χάριν ἀποδιδόναι τοῖς βοηθήσασιν ὥστε τοὐναντίον διαπρεσβευσάμενοι πρὸς τὴν Τεύταν συμμαχίαν ἔθεντο μετʼ Ἀκαρνάνων πρὸς τοὺς Ἰλλυριούς, §2.6.10καθʼ ἣν ἐκείνοις μὲν κατὰ τοὺς ἑξῆς καιροὺς συνήργουν, τοῖς δʼ Ἀχαιοῖς καὶ τοῖς Αἰτωλοῖς ἀντέπραττον.
But the Epiriots, having been saved contrary to expectation, were so far from attempting to avenge themselves on those who had wronged them, or from showing gratitude to those who had helped them, that on the contrary, having sent envoys to Teuta, they concluded an alliance with the Acarnanians with the Illyrians, according to which they assisted the latter on subsequent occasions, while they acted in opposition to the Achaeans and the Aetolians.
§2.6.11ἐξ ὧν ἐγένοντο καταφανεῖς ἀκρίτως μὲν κεχρημένοι τότε τοῖς εὐεργέταις, ἀφρόνως δʼ ἐξ ἀρχῆς βεβουλευμένοι περὶ τῶν καθʼ αὑτοὺς πραγ
By which actions it became manifest that they had then treated their benefactors without judgment, and had from the very beginning deliberated foolishly concerning their own affairs.