Humanitext Reader

ポリュビオス · 歴史 §2.11.1-2.11.17

ローマ軍の遠征とイリュリア軍の敗走

99 / 1311 箇所 · ギリシア語

要旨

ローマの執政官たちが率いる軍勢がコルキュラやエピダムノスなどの包囲を解いてイリュリア人を退け、デメトリオスの協力を得て多くの地域をローマの保護下に置く一方、テウタはリゾンへと逃亡した。

§2.11.1κατὰ δὲ τοὺς αὐτοὺς καιροὺς τῶν τὰς ὑπάτους ἀρχὰς ἐχόντων Γνάιος μὲν Φόλουιος ἐξέπλει ναυσὶ διακοσίαις ἐκ τῆς Ῥώμης, Αὖλος δὲ Ποστόμιος τὰς πεζικὰς ἔχων δυνάμεις ἐξώρμα.
ほぼ同じ時期に、執政官の職にある者たちが任期にある中で、グナエウス・フルウィウスは二百隻の船とともにローマから出航し、アウルス・ポストゥミウスは歩兵部隊を率いて出発した。
§2.11.2τὴν μὲν οὖν πρώτην ἐπιβολὴν ἔσχε πλεῖν ὁ Γνάιος ἐπὶ τῆς Κερκύρας, ὑπολαμβάνων ἔτι καταλήψεσθαι τὴν πολιορκίαν ἄκριτον·
それゆえグナエウスは、最初の計画としてはコルキュラへと航行することにした。 包囲戦がまだ決着がつかない状態で残っているだろうと考えたからである。
§2.11.3ὑστερήσας δὲ τῶν καιρῶν ὅμως ἐπὶ τὴν νῆσον ἔπλει, βουλόμενος ἅμα μὲν ἐπιγνῶναι σαφῶς τὰ γεγονότα περὶ τὴν πόλιν, ἅμα δὲ πεῖραν λαβεῖν τῶν παρὰ τοῦ Δημητρίου προσαγγελλομένων.
好機を逃したものの、それでも彼はその島へと航行した。 それは、都市の周囲で起きた出来事を明確に知ることと、同時にデメトリオスから通報されている内容を試してみることを望んだからである。
§2.11.4ὁ γὰρ Δημήτριος ἐν διαβολαῖς ὢν καὶ φοβούμενος τὴν Τεύταν διεπέμπετο πρὸς τοὺς Ῥωμαίους, ἐπαγγελλόμενος τήν τε πόλιν ἐγχειριεῖν καὶ τὰ λοιπὰ πράγματα παραδώσειν, ὧν ἦν αὐτὸς κύριος.
というのも、デメトリオスは嫌疑をかけられ、テウタを恐れていたので、ローマ人へと使者を送り、都市を引き渡し、自分が支配している他の事柄をも譲り渡すことを約束していたからである。
§2.11.5οἱ δὲ Κερκυραῖοι τὴν παρουσίαν τῶν Ῥωμαίων ἀσμένως ἰδόντες, τήν τε φρουρὰν παρέδοσαν τῶν Ἰλλυριῶν μετὰ τῆς τοῦ Δημητρίου γνώμης, αὐτοί τε σφᾶς ὁμοθυμαδὸν ἔδωκαν παρακληθέντες εἰς τὴν τῶν Ῥωμαίων πίστιν, μίαν ταύτην ὑπολαβόντες ἀσφάλειαν αὑτοῖς ὑπάρχειν εἰς τὸν μέλλοντα χρόνον πρὸς τὴν Ἰλλυριῶν παρανομίαν.
コルキュラ人はローマ人の到来を喜んで迎え、デメトリオスの同意のもと、イリュリア人の守備隊を引き渡した。 また、彼ら自身も一致団結して呼びかけに応じ、ローマ人の信義へと身を委ねた。 彼らは、将来に向けてイリュリア人の不法行為に対する唯一の安全保障がこれであると考えたのである。
§2.11.6Ῥωμαῖοι δὲ προσδεξάμενοι τοὺς Κερκυραίους εἰς τὴν φιλίαν ἔπλεον ἐπὶ τῆς Ἀπολλωνίας, ἔχοντες εἰς τὰ κατάλοιπα τῶν πραγμάτων ἡγεμόνα τὸν Δημήτριον.
ローマ人はコルキュラ人を友好関係に受け入れ、残りの事柄についての案内役としてデメトリオスを伴い、アポロニアへと航行した。
§2.11.7κατὰ δὲ τὸν αὐτὸν καιρὸν καὶ Ποστόμιος τὰς πεζικὰς διεβίβαζε δυνάμεις ἐκ τοῦ Βρεντεσίου, πεζοὺς μὲν εἰς δισμυρίους, ἱππεῖς δὲ περὶ δισχιλίους.
ほぼ同じ時期に、ポストゥミウスもブレンテシウムから陸上部隊を渡航させていた。 歩兵は約二万、騎兵は約二千であった。
§2.11.8ἅμα δὲ τῷ προσέχειν ἑκατέρας ὁμοῦ τὰς δυνάμεις πρὸς τὴν Ἀπολλωνίαν ὁμοίως καὶ τούτων ἀποδεξαμένων καὶ δόντων ἑαυτοὺς εἰς τὴν ἐπιτροπὴν παραχρῆμα πάλιν ἀνήχθησαν, ἀκούοντες πολιορκεῖσθαι τὴν Ἐπίδαμνον.
両方の軍隊がアポロニアに同時に到着するや否や、ここの住民たちも同様に彼らを受け入れ、その保護に身を委ねたので、エピダムノスが包囲されていると聞いて、直ちに再び出航した。
§2.11.9οἱ δʼ Ἰλλυριοὶ συνέντες τὴν ἔφοδον τῶν Ῥωμαίων, οὐδενὶ κόσμῳ λύσαντες τὴν πολιορκίαν ἔφυγον.
イリュリア人はローマ人の進撃を察知すると、混乱のうちに包囲を解いて逃走した。
§2.11.10Ῥωμαῖοι δὲ καὶ τοὺς Ἐπιδαμνίους παραλαβόντες εἰς τὴν πίστιν προῆγον εἰς τοὺς εἴσω τόπους τῆς Ἰλλυρίδος, ἅμα καταστρεφόμενοι τοὺς Ἀρδιαίους.
ローマ人はエピダムノス人をもその信義に受け入れると、イリュリアの内陸地方へと進軍し、同時にアルディアイ人を服従させた。
§2.11.11συμμιξάντων δὲ πρεσβευτῶν αὐτοῖς καὶ πλειόνων, ὧν οἱ παρὰ τῶν Παρθίνων ἧκον ἐπιτρέποντες τὰ καθʼ αὑτούς, δεξάμενοι τούτους εἰς τὴν φιλίαν, παραπλησίως δὲ καὶ τοὺς παρὰ τῶν Ἀτιντάνων προσεληλυθότας προῆγον ὡς ἐπὶ τὴν Ἴσσαν διὰ τὸ καὶ ταύτην ὑπὸ τῶν Ἰλλυριῶν πολιορκεῖσθαι τὴν πόλιν.
多くの使節が彼らのもとに合流し、そのうちパルティノイ人からの使節は自らの運命をローマ人に委ねるためにやって来た。 彼らを友好関係に受け入れ、同様にアティンタネス人からの使節が接近してきたのも受け入れて、ローマ人はイッサへと進軍した。 この都市もまたイリュリア人によって包囲されていたからである。
§2.11.12ἀφικόμενοι δὲ καὶ λύσαντες τὴν πολιορκίαν προσεδέξαντο καὶ τοὺς Ἰσσαίους εἰς τὴν ἑαυτῶν πίστιν.
彼らは到着して包囲を解くと、イッサ人をも自らの信義に受け入れた。
§2.11.13εἷλον δὲ καὶ πόλεις τινὰς Ἰλλυρίδας ἐν τῷ παράπλῳ κατὰ κράτος·
また彼らは沿岸を航行する間に、いくつかのイリュリアの都市を武力で攻略した。
ἐν αἷς περὶ Νουτρίαν οὐ μόνον τῶν στρατιωτῶν ἀπέβαλον πολλούς, ἀλλὰ καὶ τῶν χιλιάρχων τινὰς καὶ τὸν ταμίαν.
それらの都市のうち、ヌトリアの周辺では多くの兵士を失っただけでなく、千人隊長(ミリタリー・トリブヌス)の何人かと財務官をも失った。
§2.11.14ἐκυρίευσαν δὲ καὶ λέμβων εἴκοσι τῶν ἀποκομιζόντων τὴν ἐκ τῆς χώρας ὠφέλειαν.
また彼らは、地方から略奪品を運び出していた二十隻の快速船を拿捕した。
§2.11.15τῶν δὲ πολιορκούντων τὴν Ἴσσαν οἱ μὲν ἐν τῇ Φάρῳ διὰ τὸν Δημήτριον ἀβλαβεῖς ἔμειναν, οἱ δʼ ἄλλοι πάντες ἔφυγον εἰς τὸν Ἄρβωνα σκεδασθέντες.
イッサを包囲していた者たちのうち、ファロス島にいた者たちはデメトリオスのおかげで無傷のままであったが、他のすべての者たちは四方に散ってアルボンへと逃れた。
§2.11.16ἡ δὲ Τεύτα πάνυ μετʼ ὀλίγων εἰς τὸν Ῥίζονα διεσώθη, πολισμάτιον εὖ πρὸς ὀχυρότητα κατεσκευασμένον, ἀνακεχωρηκὸς μὲν ἀπὸ τῆς θαλάττης, ἐπʼ αὐτῷ δὲ κείμενον τῷ Ῥίζονι ποταμῷ.
テウタは極めて少数の部下とともにリゾンへと命からがら逃れた。 リゾンは防御に適した頑強な小都市であり、海から退いた内陸にあり、リゾン川のほとりに位置していた。
§2.11.17ταῦτα δὲ πράξαντες καὶ τῷ Δημητρίῳ τοὺς πλείστους ὑποτάξαντες τῶν Ἰλλυριῶν καὶ μεγάλην αὐτῷ περιθέντες δυναστείαν ἀνεχώρησαν εἰς τὴν Ἐπίδαμνον ἅμα τῷ στόλῳ καὶ τῇ πεζικῇ δυνάμει.
これらのことを成し遂げ、イリュリア人の大部分をデメトリオスの支配下に置き、彼に大きな権力を与えると、ローマ軍は艦隊と陸上部隊を伴ってエピダムノスへと引き揚げた。

語釈・文法注

  1. §2.11.1τῶν τὰς ὑπάτους ἀρχὰς ἐχόντων — 属格独立(絶対属格)構文であり、主節の具体的な主語(グナエウス、アウルス)が現れる前に「彼ら執政官たちが任期にある中で」と前提時間枠を提示している。主語が異なるため、後続の主文とは文法的に独立している。
  2. §2.11.2τὴν μὲν οὖν πρώτην ἐπιβολὴν ἔσχε πλεῖν — 名詞 `ἐπιβολήν`(意図・計画)に対し、不定詞 `πλεῖν` がその具体的内容を説明する同格的名詞(または目的・結果を表す副詞)として機能している。全体として「最初の意図として〜へ航行することにした」という意味になる。
  3. §2.11.8ἅμα δὲ τῷ προσέχειν ἑκατέρας ὁμοῦ τὰς δυνάμεις — 前置詞 `ἅμα` に与格の冠詞付き不定詞 `τῷ προσέχειν` が続くことで「〜すると同時に、〜するやいなや」という時間的同時性を表す。`ἑκατέρας ὁμοῦ τὰς δυνάμεις` はその不定詞の意味上の主語(対格)である。

この箇所を引用する

ポリュビオス, 歴史 §2.11.1-2.11.17. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:2.11.1-2.11.17

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。