§18.43.1ὅτι κατὰ τὴν Ἑλλάδα μετὰ τὴν μάχην Τίτου παραχειμάζοντος ἐν Ἐλατείᾳ Βοιωτοί, σπουδάζοντες ἀνακομίσασθαι τοὺς ἄνδρας τοὺς παρʼ αὐτῶν στρατευσαμένους παρὰ τῷ Φιλίππῳ, διεπρεσβεύοντο περὶ τῆς ἀσφαλείας αὐτῶν πρὸς Τίτον.
ギリシアにおいては、戦いののちティトゥスがエラテイアで冬営している間に、ボイオティア人が、フィリッポスのもとで自分たちの側から従軍していた者たちを連れ戻すことを望み、彼らの安全についてティトゥスに使節を送って交渉していた。
§18.43.2ὁ δὲ βουλόμενος ἐκκαλεῖσθαι τοὺς Βοιωτοὺς πρὸς τὴν σφετέραν εὔνοιαν διὰ τὸ προορᾶσθαι τὸν Ἀντίοχον, ἑτοίμως συνεχώρησεν.
彼は、アンティオコスの動きを予見していたために、ボイオティア人を自分たちへの好意に引き入れたいと望み、快く同意した。
§18.43.3ταχὺ δὲ πάντων ἀνακομισθέντων ἐκ τῆς Μακεδονίας, ἐν οἷς ἦν καὶ Βραχύλλης, τοῦτον μὲν εὐθέως βοιωτάρχην κατέστησαν, παραπλησίως δὲ καὶ τοὺς ἄλλους τοὺς δοκοῦντας εἶναι φίλους τῆς Μακεδόνων οἰκίας ἐτίμων καὶ προῆγον οὐχ ἧττον ἢ πρότερον.
そしてマケドニアから全員が速やかに連れ戻されたが、その中にはブラキュレスも含まれており、彼らはこの男を直ちにボイオタルケスに任命し、同様にマケドニア王家の友人(支持者)とみなされていた他の者たちをも、以前に劣らず敬い、引き立てた。
§18.43.4ἔπεμψαν δὲ καὶ πρεσβείαν πρὸς τὸν Φίλιππον τὴν εὐχαριστήσουσαν ἐπὶ τῇ τῶν νεανίσκων ἐπανόδῳ, λυμαινόμενοι τὴν τοῦ Τίτου χάριν.
さらに彼らはフィリッポスのもとへも、若者たちの帰還に対して感謝を伝えるための使節を派遣し、ティトゥスの好意を台無しにした。
§18.43.5ἃ συνορῶντες οἱ περὶ τὸν Ζεύξιππον καὶ Πεισίστρατον, καὶ πάντες οἱ δοκοῦντες εἶναι Ῥωμαίοις φίλοι δυσχερῶς ἔφερον, προορώμενοι τὸ μέλλον καὶ δεδιότες περὶ σφῶν αὐτῶν καὶ τῶν ἀναγκαίων·
これらを目にして、ゼウクシッポスやペイシストラトスの周囲の者たち、およびローマの友人であるとみなされていたすべての人々は、将来を予見し、自分たち自身や親族の身を案じて、不快に思った。
§18.43.6σαφῶς γὰρ ᾔδεισαν ὡς, ἐὰν μὲν οἱ Ῥωμαῖοι χωρισθῶσιν ἐκ τῆς Ἑλλάδος, ὁ δὲ Φίλιππος μένῃ παρὰ πλευράν, συνεπισχύων αἰεὶ τοῖς πρὸς σφᾶς ἀντιπολιτευομένοις, οὐδαμῶς ἀσφαλῆ σφίσιν ἐσομένην τὴν ἐν τῇ Βοιωτίᾳ πολιτείαν.
なぜなら彼らは、もしローマ軍がギリシアから撤退し、フィリッポスがすぐ隣に留まって、自分たちに敵対する政治勢力を常に強力に支援するならば、ボイオティアにおける自分たちの政治的立場は決して安全なものにはならないだろうということを、はっきりと知っていたからである。
§18.43.7διὸ καὶ συμφρονήσαντες ἐπρέσβευον πρὸς Τίτον εἰς τὴν Ἐλάτειαν.
それゆえ、彼らは協議した上で、エラテイアのティトゥスのもとへ使節を派遣した。
§18.43.8συμμίξαντες δὲ τῷ προειρημένῳ πολλοὺς καὶ ποικίλους εἰς τοῦτο τὸ μέρος διετίθεντο λόγους, ὑποδεικνύντες τὴν ὁρμὴν τοῦ πλήθους τὴν οὖσαν ἤδη νῦν καθʼ αὑτῶν καὶ τὴν ἀχαριστίαν τῶν ὄχλων.
そして前述の人物に会うと、この件に関して数多くの様々な議論を展開し、すでに今や自分たちに向けられている民衆の敵意や、群衆の不誠実さを指摘した。
§18.43.9καὶ τέλος ἐθάρρησαν εἰπεῖν ὡς, ἐὰν μὴ τὸν Βραχύλλην ἐπανελόμενοι καταπλήξωνται τοὺς πολλούς, οὐκ ἔστιν ἀσφάλεια τοῖς Ῥωμαίων φίλοις χωρισθέντων τῶν στρατοπέδων.
そしてついに彼らは思い切って、もしブラキュレスを亡き者にして民衆を威嚇しなければ、軍隊が撤退したのち、ローマの友人たちに安全はないと言い放った。
§18.43.10ὁ δὲ Τίτος ταῦτα διακούσας αὐτὸς μὲν οὐκ ἔφη κοινωνεῖν τῆς πράξεως ταύτης, τοὺς δὲ βουλομένους πράττειν οὐ κωλύειν·
ティトゥスはこれを聴くと、自分自身はその企てに関与しないが、それを実行しようと望む者たちを妨げはしないと述べた。
§18.43.11καθόλου δὲ λαλεῖν αὐτοὺς ἐκέλευε περὶ τούτων Ἀλεξαμενῷ τῷ τῶν Αἰτωλῶν στρατηγῷ.
そして、この件についてはアイトリア人の将軍アレクサメノスと交渉するよう彼らに命じた。
§18.43.12τῶν δὲ περὶ τὸν Ζεύξιππον πειθαρχησάντων καὶ διαλεγομένων, ταχέως ὁ προειρημένος πεισθεὶς καὶ συγκαταθέμενος τοῖς λεγομένοις τρεῖς μὲν τῶν Αἰτωλικῶν συνέστησε, τρεῖς δὲ τῶν Ἰταλικῶν νεανίσκων τοὺς προσοίσοντας τὰς χεῖρας τῷ Βραχύλλῃ. —
ゼウクシッポスの一行がこれに従って交渉すると、前述の人物はすぐに説得されて提案に同意し、ブラキュレスに手を下すために、アイトリア人の若者を三人、イタリア人の若者を三人手配した。
§18.43.13οὐδεὶς γὰρ οὕτως οὔτε μάρτυς ἐστι φοβερὸς οὔτε κατήγορος δεινὸς ὡς ἡ σύνεσις ἡ κατοικοῦσʼ ἐν ταῖς ἑκάστων ψυχαῖς. —
なぜなら、それぞれの魂の中に宿る意識ほど、恐ろしい目撃者も、恐るべき告発者も存在しないからである。