§18.41a.1κωλύειν δὲ τὸν Ἀντίοχον παραπλεῖν, οὐκ ἀπεχθείας χάριν, ἀλλʼ ὑφορώμενοι μὴ Φιλίππῳ συνεπισχύσας ἐμπόδιον γένηται τῇ τῶν Ἑλλήνων ἐλευθερίᾳ.
[ロドス人たちは]アンティオコスが沿岸を航行するのを阻止しようとしたが、それは敵意からではなく、彼がフィリッポスに加勢してギリシア人の自由の障害になるのではないかと警戒したからであった。
— §18.41a.2ὅτι Ἀντίοχος ὁ βασιλεὺς πάνυ ὠρέγετο τῆς Ἐφέσου διὰ τὴν εὐκαιρίαν, τῷ δοκεῖν μὲν κατὰ τῆς Ἰωνίας καὶ τῶν ἐφʼ Ἑλλησπόντου πόλεων καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν ἀκροπόλεως ἔχειν θέσιν, κατὰ δὲ τῆς Εὐρώπης ἀμυντήριον ὑπάρχειν ἀεὶ τοῖς Ἀσίας βασιλεῦσιν εὐκαιρότατον.
— アンティオコス王が、その好都合な立地のゆえにエペソスを強く切望したこと。 というのも、[エペソスは]一方ではイオニアおよびヘレスポントス沿岸の諸都市に対して陸路でも海路でもアクロポリス(要塞)の位置を占めていると思われ、他方ではアジアの王たちにとって、ヨーロッパに対する常に最も好都合な防衛拠点であると思われるからである。
—
—