§18.12.1τὸν λόγον.
発言を。
ἡ δὲ σύγκλητος τοὺς μὲν ὑπάτους ἀμφοτέρους εἰς Γαλατίαν ἐξαπέστειλε, καθάπερ ἐπάνω προεῖπα, τὸν δὲ πρὸς τὸν Φίλιππον πόλεμον ἐψηφίσατο κατάμονον εἶναι, δοῦσα τῷ Τίτῳ τὴν ἐπιτροπὴν ὑπὲρ τῶν Ἑλληνικῶν.
元老院は、両執政官をガリアに派遣し(これは私が先に述べた通りである)、フィリッポスに対する戦争については継続すること(居残り続けること)を決議し、ティトゥスにギリシアの事柄に関する全権を与えた。
§18.12.2ταχὺ δὲ τούτων εἰς τὴν Ἑλλάδα διασαφηθέντων ἐγεγόνει τῷ Τίτῳ πάντα κατὰ νοῦν, ἐπὶ βραχὺ μὲν καὶ ταὐτομάτου συνεργήσαντος, τὸ δὲ πολὺ διὰ τῆς αὐτοῦ προνοίας ἁπάντων κεχειρισμένων.
これらのことが速やかにギリシアに伝わると、ティトゥスにとってすべてが思い通りに運んだ。 そこには、偶然がわずかに味方したこともあったが、大部分は彼自身の先見の明によってすべての事柄が処理されたことによるものであった。
§18.12.3πάνυ γὰρ ἀγχίνους, εἰ καί τις ἕτερος Ῥωμαίων, [καὶ] ὁ προειρημένος ἀνὴρ γέγονεν·
なぜなら、前述の人物は、ローマ人の他の誰にも劣らず、極めて機知に富んだ男であったからである。
§18.12.4οὕτως γὰρ εὐστόχως ἐχείριζε καὶ νουνεχῶς οὐ μόνον τὰς κοινὰς ἐπιβολάς, ἀλλὰ καὶ τὰς κατʼ ἰδίαν ἐντεύξεις, ὥσθʼ ὑπερβολὴν μὴ καταλιπεῖν.
実際、彼は公の企てだけでなく、私的な交渉をも非常に的確かつ思慮深く処理したため、いかなる非の打ちどころ(改善の余地)も残さなかった。
§18.12.5καίτοι γε [καὶ] νέος ἦν κομιδῇ· πλείω γὰρ τῶν τριάκοντʼ ἐτῶν οὐκ εἶχε·
しかも彼は実に若く、三十歳を超えていなかった。
καὶ πρῶτος εἰς τὴν Ἑλλάδα διαβεβήκει μετὰ στρατοπέδων.
そして、軍隊を率いてギリシアに渡った最初のローマ人であった。
—
—