§16.39.1μαρτυρεῖ τούτοις ἡμῶν τοῖς λόγοις Πολύβιος ὁ Μεγαλοπολίτης·
メガロポリスのポリュビオスが、我々のこれらの言葉を証言している。
ἐν γὰρ τῇ ἑξκαιδεκάτῃ τῶν ἱστοριῶν αὐτοῦ φησιν οὕτως·
というのも、彼はその『歴史』第十六巻において、次のように述べているからである。
"ὁ δὲ τοῦ Πτολεμαίου στρατηγὸς Σκόπας ὁρμήσας εἰς τοὺς ἄνω τόπους κατεστρέψατο ἐν τῷ χειμῶνι τὸ Ἰουδαίων ἔθνος.
「プトレマイオスの将軍スコパスは、内陸地方へと進軍し、冬の間にユダヤ人の民を征服した。
"— §16.39.2τῆς δὲ πολιορκίας ῥεμβώδους γενομένης ὁ μὲν Σκόπας ἠδόξει καὶ διεβέβλητο νεανικῶς.
」 — しかし、包囲戦が長引いて要領を得ないものとなったため、スコパスは悪評を買い、激しく非難された。
—
λέγει δὲ ἐν τῇ αὐτῇ βίβλῳ ὡς"
— また、彼は同じ書物の中で次のように述べている。
§16.39.3τοῦ Σκόπα νικηθέντος ὑπʼ Ἀντιόχου τὴν μὲν Βατανέαν καὶ Σαμάρειαν καὶ Ἄβιλα καὶ Γάδαρα παρέλαβεν Ἀντίοχος·
「スコパスがアンティオコスに敗北したとき、アンティオコスはバタネア、サマリア、アビラ、ガダラを接収した。
§16.39.4μετʼ ὀλίγον δὲ προσεχώρησαν αὐτῷ καὶ τῶν Ἰουδαίων οἱ περὶ τὸ ἱερὸν τὸ προσαγορευόμενον Ἱεροσόλυμα κατοικοῦντες.
そしてまもなく、エルサレムと呼ばれる神殿の周辺に居住するユダヤ人たちも彼に帰順した。
§16.39.5ὑπὲρ οὗ καὶ πλείω λέγειν ἔχοντες, καὶ μάλιστα περὶ τῆς γενομένης περὶ τὸ ἱερὸν ἐπιφανείας, εἰς ἕτερον καιρὸν ὑπερθησόμεθα τὴν διήγησιν.
この神殿については、さらに多くのことを語る用意があり、とりわけ神殿の周辺で起こった顕現について語るべきことがあるが、我々はその叙述を別の機会に延期することにする。
"
」