§16.39.1μαρτυρεῖ τούτοις ἡμῶν τοῖς λόγοις Πολύβιος ὁ Μεγαλοπολίτης· ἐν γὰρ τῇ ἑξκαιδεκάτῃ τῶν ἱστοριῶν αὐτοῦ φησιν οὕτως· "ὁ δὲ τοῦ Πτολεμαίου στρατηγὸς Σκόπας ὁρμήσας εἰς τοὺς ἄνω τόπους κατεστρέψατο ἐν τῷ χειμῶνι τὸ Ἰουδαίων ἔθνος.
美加洛波里的波利比乌斯为我们的这些话作证;因为他在其《历史》第十六卷中这样说:“而托勒密的将军斯科帕斯向内陆地区进军,在冬季征服了犹太民族。
"— §16.39.2τῆς δὲ πολιορκίας ῥεμβώδους γενομένης ὁ μὲν Σκόπας ἠδόξει καὶ διεβέβλητο νεανικῶς.
” — 但由于包围战变得拖延且无定,斯科帕斯声名扫地,并遭到强烈的诽谤。
—
λέγει δὲ ἐν τῇ αὐτῇ βίβλῳ ὡς" §16.39.3τοῦ Σκόπα νικηθέντος ὑπʼ Ἀντιόχου τὴν μὲν Βατανέαν καὶ Σαμάρειαν καὶ Ἄβιλα καὶ Γάδαρα παρέλαβεν Ἀντίοχος·
— 他在同书里又说:“斯科帕斯被安条克击败后,安条克接管了巴塔尼亚、撒马利亚、阿比拉和加达拉。
§16.39.4μετʼ ὀλίγον δὲ προσεχώρησαν αὐτῷ καὶ τῶν Ἰουδαίων οἱ περὶ τὸ ἱερὸν τὸ προσαγορευόμενον Ἱεροσόλυμα κατοικοῦντες.
不久之后,居住在被称为耶路撒冷的神殿周围的犹太人也归顺了他。
§16.39.5ὑπὲρ οὗ καὶ πλείω λέγειν ἔχοντες, καὶ μάλιστα περὶ τῆς γενομένης περὶ τὸ ἱερὸν ἐπιφανείας, εἰς ἕτερον καιρὸν ὑπερθησόμεθα τὴν διήγησιν.
关于这座神殿,虽然我们有更多的话要说,尤其是关于在神殿周围发生的显圣,但我们将把这叙述推迟到另一个时机。
"
”