§16.37.1ρεύεσθαι σὺν τοῖς ὅπλοις.
[接前文:武装进]入。
ταῦτα δὲ διεστρατήγει καὶ περιεβάλλετο τῇ διανοίᾳ διὰ τὸ πλῆθος τῶν ὠτακουστῶν καὶ κατασκόπων τοῦ τυράννου.
他之所以在头脑中如此策划并构想这些行动,是因为僭主的耳目和密探数量极多。
κατὰ δὲ τὴν ἡμέραν, §16.37.2ἐν ᾗ συναθροίζεσθαι τὸ πλῆθος ἔμελλε τῶν Ἀχαιῶν εἰς Τεγέαν, ἐξαπέστειλε τοὺς ἐπιλέκτους, ὥστε νυκτερεύσαντας περὶ Σελλασίαν ἅμα τῷ φωτὶ κατὰ τὴν ἐπιοῦσαν ἡμέραν ἐπιτρέχειν τὴν Λακωνικήν.
而在阿凯亚大军要在特格亚集合的那一天,他派遣了精锐部队,以便他们在塞拉西亚附近过夜后,于次日黎明时分袭击拉科尼亚。
§16.37.3ἐὰν δʼ οἱ μισθοφόροι βοηθήσαντες παρενοχλῶσιν αὐτούς, συνέταξε ποιεῖσθαι τὴν ἀποχώρησιν ἐπὶ τὸν Σκοτίταν καὶ τὰ λοιπὰ πειθαρχεῖν Διδασκαλώνδᾳ τῷ Κρητί· τούτῳ γὰρ ἐπεπιστεύκει καὶ διετέτακτο περὶ τῆς ὅλης ἐπιβολῆς.
如果敌方雇佣兵赶来救援并侵扰他们,他指示他们向斯科蒂塔斯撤退,并在其余事务上服从克里特人迪达斯卡隆达;因为他信任这个人,并已将整个计划的指示交托给他。
§16.37.4οὗτοι μὲν οὖν προῆγον εὐθαρσῶς ἐπὶ τὸ συντεταγμένον· ὁ δὲ Φιλοποίμην ἐν ὥρᾳ παραγγείλας δειπνοποιεῖσθαι τοῖς Ἀχαιοῖς ἐξῆγε τὴν δύναμιν ἐκ τῆς Τεγέας, καὶ νυκτοπορήσας ἐνεργῶς περὶ τὴν ἑωθινὴν ἐνεκάθισε τὴν στρατιὰν ἐν τοῖς περὶ τὸν Σκοτίταν προσαγορευομένοις τόποις, ὅς ἐστι μεταξὺ τῆς Τεγέας καὶ τῆς Λακεδαίμονος.
于是,这些人意气风发地向指定的地点前进;而菲洛皮门则命令阿凯亚人及时进晚餐,随后将主力部队带出特格亚,连夜行军,在拂晓时分将军队埋伏在被称为斯科蒂塔斯的地区,该地位于特格亚和拉刻代蒙之间。
§16.37.5οἱ δʼ ἐν τῇ Πελλήνῃ μισθοφόροι κατὰ τὴν ἐπιοῦσαν ἡμέραν ἅμα τῷ σημῆναι τοὺς σκοποὺς τὴν καταδρομὴν τῶν πολεμίων ἐκ χειρὸς ἐβοήθουν, καθάπερ ἔθος ἦν αὐτοῖς, καὶ προσέκειντο τοῖς ὑπεναντίοις.
次日,佩莱内的雇佣兵一听到哨兵发出敌人入侵的信号,便如他们往常的习惯那样,立即赶来救援,并向对手发起猛攻。
§16.37.6τῶν δʼ Ἀχαιῶν κατὰ τὸ συνταχθὲν ὑποχωρούντων εἵποντο κατόπιν ἐπικείμενοι θρασέως καὶ τετολμηκότως.
随着阿凯亚人按照指示撤退,他们大胆而勇猛地在后面紧紧追击。
§16.37.7ἅμα δὲ τῷ παραβάλλειν εἰς τοὺς κατὰ τὴν ἐνέδραν τόπους, διαναστάντων τῶν Ἀχαιῶν οἱ μὲν κατεκόπησαν, οἱ δʼ ἑάλωσαν αὐτῶν. —
正当他们进入埋伏地点时,阿凯亚人一跃而起,他们中的一些人被斩杀,另一些人被俘虏。