§16.2.1ὁ δὲ Φίλιππος, τῶν μὲν κατὰ τὴν πολιορκίαν ἀντιπιπτόντων αὐτῷ, τῶν δὲ πολεμίων ἐφορμούντων πλείοσι καταφράκτοις ναυσίν, ἠπορεῖτο καὶ δυσχρήστως διέκειτο περὶ τοῦ μέλλοντος.
一方、フィリッポスは、包囲戦における事態が彼に不利に運び、敵がより多くの甲板船を擁して待ち構えていたため、困惑し、将来について困難な状況に置かれていた。
§16.2.2οὐκ ἐπιδεχομένων δὲ τῶν παρόντων αἵρεσιν, ἀνήχθη παρὰ τὴν τῶν πολεμίων προσδοκίαν·
しかし、現在の状況が他の選択肢を許さなかったため、彼は敵の予想に反して出港した。
§16.2.3ἔτι γὰρ αὐτὸν ἤλπιζον οἱ περὶ τὸν Ἄτταλον προσκαρτερήσειν τῇ τῶν μετάλλων κατασκευῇ.
というのも、アッタロスとその部下たちは、彼が依然として鉱山工事にしがみついているだろうと考えていたからである。
§16.2.4μάλιστα δʼ ἐσπούδαζε ποιήσασθαι τὸν ἀνάπλουν αἰφνίδιον, πεπεισμένος καταταχήσειν καὶ τὸ λοιπὸν ἀσφαλῶς ἤδη κομισθήσεσθαι παρὰ τὴν γῆν εἰς τὴν Σάμον.
彼は特に、不意をついて出航することに腐心していた。 そうすれば、敵を出し抜き、その後は安全に陸沿いにサモス島まで航行できると確信していたからである。
§16.2.5διεψεύσθη δὲ παρὰ πολὺ τοῖς λογισμοῖς·
しかし、彼の目論見は大きく外れた。
οἱ γὰρ περὶ τὸν Ἄτταλον καὶ Θεοφιλίσκον, ἅμα τῷ συνιδεῖν αὐτὸν ἀναγόμενον, εἴχοντο τῶν προκειμένων εὐθέως.
アッタロスとテオフィリスコスの部下たちは、彼が出航するのを見るやいなや、直ちに目の前の追撃任務にとりかかったからである。
§16.2.6συνέβη δὲ τὸν ἀνάπλουν αὐτῶν γενέσθαι διαλελυμένον, ἅτε πεπεισμένων τὸν Φίλιππον, καθάπερ εἶπον, ἔτι μένειν ἐπὶ τῶν ὑποκειμένων.
もっとも、彼らの出航はばらばらなものとなった。 なぜなら、私が述べたように、フィリッポスがまだ以前の計画にとどまっていると信じ込んでいたからである。
§16.2.7οὐ μὴν ἀλλὰ χρησάμενοι ταῖς εἰρεσίαις ἐνεργῶς προσέβαλλον, Ἄτταλος μὲν τῷ δεξιῷ καὶ καθηγουμένῳ τῶν πολεμίων, Θεοφιλίσκος δὲ τοῖς εὐωνύμοις.
とはいえ、彼らは精力的に櫂を漕いで攻撃を仕掛け、アッタロスは敵の右翼および先導部隊に、テオフィリスコスは左翼に襲いかかった。
§16.2.8Φίλιππος δὲ περικαταλαμβανόμενος τοῖς καιροῖς, δοὺς τὸ σύνθημα τοῖς ἐπὶ τοῦ δεξιοῦ καὶ παραγγείλας ἀντιπρώρρους ποιεῖν τὰς ναῦς καὶ συμπλέκεσθαι τοῖς πολεμίοις ἐρρωμένως, αὐτὸς ὑπὸ τὰς νησίδας ἀναχωρήσας μετά τινων λέμβων, τὰς μεταξὺ τοῦ πόρου κειμένας, ἀπεκαραδόκει τὸν κίνδυνον.
一方、フィリッポスは形勢に追い詰められ、右翼の者たちに合図を送り、船首を敵に向けて力強く交戦するよう命じる一方で、自身は海峡の間に浮かぶ小島々の影に数隻の軽快船を率いて退き、戦闘の成り行きを注視していた。
§16.2.9ἦν δὲ τῶν μὲν τοῦ Φιλίππου νεῶν τὸ πλῆθος τὸ συγκαταστὰν εἰς τὸν ἀγῶνα κατάφρακτοι τρεῖς καὶ πεντήκοντα, σὺν δὲ τούτοις ἄφρακτα λέμβοι δὲ σὺν ταῖς πρίστεσιν ἑκατὸν καὶ πεντήκοντα·
戦闘に加わったフィリッポスの艦船の数は、甲板船が五十三隻、これに加えて無甲板船があり、さらにプリスティス船を伴った軽快船が百五十隻であった。
τὰς γὰρ ἐν τῇ Σάμῳ ναῦς οὐκ ἠδυνήθη καταρτίσαι πάσας.
サモスにあった船のすべてを艤装することができなかったからである。
§16.2.10τὰ δὲ τῶν πολεμίων σκάφη κατάφρακτα μὲν ἦν ἑξήκοντα καὶ πέντε σὺν τοῖς τῶν Βυζαντίων, μετὰ δὲ τούτων ἐννέα τριημιολίαι καὶ τριήρεις τρεῖς ὑπῆρχον.
一方、敵の艦船は、ビュザンティオン人のものを合わせて甲板船が六十五隻、さらにこれらに加えてトリエミオリア船が九隻、三段櫂船が三隻あった。