§16.19.1μετὰ δὲ ταῦτά φησι καταπροτερουμένην τὴν φάλαγγα ταῖς εὐχειρίαις καὶ πιεζομένην ὑπὸ τῶν Αἰτωλῶν ἀναχωρεῖν ἐπὶ πόδα, τὰ δὲ θηρία τοὺς ἐγκλίνοντας ἐκδεχόμενα καὶ συμπίπτοντα τοῖς πολεμίοις μεγάλην παρέχεσθαι χρείαν. §16.19.2πῶς δὲ ταῦτα γέγονεν ὀπίσω τῆς φάλαγγος οὐ ῥᾴδιον καταμαθεῖν, ἢ πῶς γενόμενα παρείχετο χρείαν μεγάλην· §16.19.3ὅτε γὰρ ἅπαξ αἱ φάλαγγες συνέπεσον ἀλλήλαις, οὐκέτι δυνατὸν ἦν κρῖναι τὰ θηρία τίς τῶν ὑποπιπτόντων φίλιος ἢ πολέμιός ἐστι. §16.19.4πρὸς δὲ τούτοις φησὶ τοὺς Αἰτωλῶν ἱππέας δυσχρηστεῖσθαι κατὰ τὸν κίνδυνον διὰ τὴν ἀσυνήθειαν τῆς τῶν θηρίων φαντασίας. §16.19.5ἀλλʼ οἱ μὲν ἐπὶ τοῦ δεξιοῦ ταχθέντες ἐξ ἀρχῆς ἀκέραιοι διέμενον, ὡς αὐτός φησι· τὸ δὲ λοιπὸν πλῆθος τῶν ἱππέων τὸ μερισθὲν ἐπὶ τὸ λαιὸν ἐπεφεύγει πᾶν ὑπὸ τῶν περὶ τὸν Ἀντίοχον ἡττημένον. §16.19.6ποῖον οὖν μέρος τῶν ἱππέων ἦν κατὰ μέσην τὴν φάλαγγα τὸ τοὺς ἐλέφαντας ἐκπληττόμενον; §16.19.7ποῦ δʼ ὁ βασιλεὺς γέγονεν, ἢ τίνα παρέσχηται χρείαν ἐν τῇ μάχῃ, τὸ κάλλιστον σύστημα περὶ αὑτὸν ἐσχηκὼς καὶ τῶν πεζῶν καὶ τῶν ἱππέων;
After these things, he says that the phalanx, being worsted by the skill of the Aetolians and hard pressed, retreated step by step, while the beasts, receiving those who gave way and clashing with the enemy, rendered great service. But how these things took place behind the phalanx is not easy to understand, or how, by taking place, they rendered great service. For once the phalanxes had clashed with one another, it was no longer possible for the beasts to distinguish which of those falling under them was a friend or an enemy. In addition to these, he says that the cavalry of the Aetolians was thrown into difficulty during the danger because of their unacquaintance with the appearance of the beasts. But those stationed on the right wing remained from the beginning unharmed, as he himself says; while the rest of the multitude of the cavalry, which had been assigned to the left, had all fled, defeated by those under Antiochus. Which part of the cavalry, then, was it in the center of the phalanx that was terrified by the elephants? And where did the king go, or what service did he render in the battle, having the finest body of both infantry and cavalry around himself?
ἁπλῶς γὰρ οὐδὲν εἴρηται περὶ τούτων. §16.19.8ποῦ δʼ ὁ πρεσβύτερος τῶν υἱῶν Ἀντίοχος ὁ μετὰ μέρους τινὸς τῆς δυνάμεως προκαταλαβόμενος τοὺς ὑπερδεξίους τόπους; §16.19.9οὗτος μὲν γὰρ οὐδʼ εἰς τὴν στρατοπεδείαν ἀνακεχώρηκεν αὐτῷ μετὰ τὴν μάχην.
For absolutely nothing has been said about these things. And where was the elder of the sons, Antiochus, who with a certain part of the force had preoccupied the commanding positions? For he did not even return with him to the camp after the battle.
εἰκότως· δύο γὰρ Ἀντιόχους ὑπέθετο τοῦ βασιλέως υἱούς, ὄντος ἑνὸς τοῦ τότε συνεστρατευμένου. §16.19.10πῶς δʼ ὁ Σκόπας ἅμα μὲν αὐτῷ πρῶτος, ἅμα δʼ ἔσχατος ἀναλέλυκεν ἐκ τοῦ κινδύνου;
Naturally so; for he assumed that there were two sons of the king named Antiochus, whereas there was only one who was then campaigning with him. And how did Scopas withdraw from the danger both first and last at the same time?
φησὶ γὰρ αὐτὸν ἰδόντα τοὺς περὶ τὸν νεώτερον Ἀντίοχον ἐκ τοῦ διώγματος ἐπιφαινομένους κατὰ νώτου τοῖς φαλαγγίταις, καὶ διὰ τοῦτο τὰς τοῦ νικᾶν ἐλπίδας ἀπογνόντα, ποιεῖσθαι τὴν ἀποχώρησιν· §16.19.11μετὰ δὲ ταῦτα συστῆναι τὸν μέγιστον κίνδυνον, κυκλωθείσης τῆς φάλαγγος ὑπό τε τῶν θηρίων καὶ τῶν ἱππέων, καὶ τελευταῖον ἀποχωρῆσαι τὸν Σκόπαν ἀπὸ τοῦ κινδύνου.
For he says that, seeing those under the younger Antiochus appearing from the pursuit on the rear of the phalangites, and because of this despairing of the hope of winning, he made his retreat; but after these things, the greatest danger arose, the phalanx being surrounded by both the beasts and the cavalry, and last of all Scopas withdrew from the danger.