§15.27.1τοὺς περὶ τὸν Τληπόλεμον.
トレポレモスの一派が。
ἐγένετο δέ τι καὶ ἐξ αὐτῶν τῶν περὶ τὸν Ἀγαθοκλέα συνέργημα πρὸς τὸ τὴν ὀργὴν ἐπιτεῖναι τήν τε τῶν πολλῶν καὶ τὴν τοῦ Τληπολέμου·
ところで、アガトクレスの一派自身の側からも、民衆とトレポレモスの双方の怒りを増大させるような、ある一つの引き金となる事件が起こった。
§15.27.2τὴν γὰρ Δανάην, ἥτις ἦν πενθερὰ τοῦ προειρημένου, λαβόντες ἐκ τοῦ τῆς Δήμητρος ἱεροῦ καὶ διὰ μέσου τῆς πόλεως ἑλκύσαντες ἀκατακάλυπτον εἰς φυλακὴν ἀπέθεντο, βουλόμενοι φανερὰν ποιεῖν τὴν πρὸς τὸν Τληπόλεμον διαφοράν.
というのは、彼らは前述の者の義母であったダナエを、デメテルの神殿から拉致し、頭に被り物もさせずに街の真ん中を引きずり回した挙句、牢に投獄したのである。 トレポレモスとの敵対関係を白日の下に晒そうと望んでのことであった。
§15.27.3ἐφʼ οἷς τὸ πλῆθος ἀγανακτοῦν οὐκέτι κατʼ ἰδίαν οὐδὲ διʼ ἀπορρήτων ἐποιεῖτο τοὺς λόγους, ἀλλʼ οἱ μὲν τὰς νύκτας εἰς πάντα τόπον ἐπέγραφον, οἱ δὲ τὰς ἡμέρας συστρεφόμενοι κατὰ μέρη φανερῶς ἐξέφερον ἤδη τὸ μῖσος εἰς τοὺς προεστῶτας.
このことに憤慨した民衆は、もはや私的にも秘密裏にも不満を語るにとどまらず、ある者たちは夜間に至る所に落書きをし、またある者たちは昼間に集団を作って、指導者たちに対する憎悪をすでに公然と表明していた。
§15.27.4οἱ δὲ περὶ τὸν Ἀγαθοκλέα βλέποντες τὰ συμβαίνοντα, καὶ μοχθηρὰς ἐλπίδας ἔχοντες περὶ αὑτῶν, τοτὲ μὲν ἐγίνοντο περὶ δρασμόν, οὐδενὸς δʼ αὐτοῖς ἡτοιμασμένου πρὸς τοῦτο τὸ μέρος διὰ τὴν σφετέραν ἀβουλίαν ἀφίσταντο τῆς ἐπιβολῆς·
一方、アガトクレスの一派は起こりつつある事態を目にし、自らの先行きに暗い見通ししか持てず、ある時は逃亡を企てたが、自分たちの無計画さのためにこの方面の準備が何一つ整っていなかったため、その企てを断念した。
§15.27.5τοτὲ δὲ συνωμότας κατέγραφον καὶ κοινωνοὺς τῆς τόλμης, ὡς αὐτίκα μάλα τῶν ἐχθρῶν τοὺς μὲν κατασφάξοντες, τοὺς δὲ συλληψόμενοι, μετὰ δὲ ταῦτα τυραννικὴν ἐξουσίαν περιποιησόμενοι.
またある時は、敵のうちある者を即座に虐殺し、ある者を捕らえ、その後に独裁的な権力を手に入れるつもりで、陰謀の仲間や大胆な企ての加担者を登録した。
§15.27.6ταῦτα δʼ αὐτῶν διανοουμένων προσέπεσε διαβολὴ κατά τινος Μοιραγένους, ἑνὸς τῶν σωματοφυλάκων, διότι μηνύοι πάντα τῷ Τληπολέμῳ καὶ συνεργοίη διὰ τὴν πρὸς Ἀδαῖον οἰκειότητα τὸν ἐπὶ τῆς Βουβαστοῦ τότε καθεσταμένον.
彼らがこのようなことを画策している最中に、護衛官の一人であるモイラゲネスに対して、当時ブバストスの司令官に任じられていたアダイオスとの親交ゆえに、万事をトレポレモスに密告し協力しているという告発がなされた。
§15.27.7ὁ δʼ Ἀγαθοκλῆς εὐθέως συνέταξε Νικοστράτῳ τῷ πρὸς τοῖς γράμμασι τεταγμένῳ συλλαβόντι τὸν Μοιραγένη φιλοτίμως ἐξετάσαι, πᾶσαν προτιθέντα βάσανον.
アガトクレスは直ちに、公文書の管理を任されていたニコストラトスに対し、モイラゲネスを逮捕してあらゆる拷問を課し、徹底的に取り調べるよう命じた。
§15.27.8οὗτος μὲν οὖν παραχρῆμα συλληφθεὶς ὑπὸ τοῦ Νικοστράτου καὶ παραχθεὶς εἴς τινα μέρη τῆς αὐλῆς ἀποκεχωρηκότα, τὸ μὲν πρῶτον ἐξ ὀρθῆς ἀνεκρίνετο περὶ τῶν προσπεπτωκότων,
そこで彼は、ニコストラトスによって直ちに逮捕され、宮殿の隔離された一角へと連行され、最初は申し立てられた嫌疑について直接尋問された。
§15.27.9πρὸς οὐδὲν δὲ τῶν λεγομένων ἀνθομολογούμενος ἐξεδύθη·
しかし、彼が言われていることを何一つ認めなかったため、服を剥ぎ取られた。
καὶ τινὲς μὲν τὰ πρὸς τὰς βασάνους ὄργανα διεσκεύαζον, οἱ δὲ τὰς μάστιγας ἔχοντες μετὰ χεῖρας ἀπεδύοντο τὰς χλαμύδας.
そして、ある者たちは拷問の道具を準備し始め、手に鞭を持った者たちはマントを脱ぎ捨てた。
§15.27.10κατὰ δὲ τὸν καιρὸν τοῦτον προστρέχει τις τῶν ὑπηρετῶν πρὸς τὸν Νικόστρατον, καὶ ψιθυρίσας πρὸς τὴν ἀκοὴν ἅττα δήποτʼ οὖν ἀπηλλάττετο μετὰ σπουδῆς.
ちょうどその時、召使いの一人がニコストラトスのもとに駆け寄り、その耳に何事かを囁くや、急いで立ち去った。
ὁ δὲ Νικόστρατος ἐκ ποδὸς ἐπηκολούθει τούτῳ,
ニコストラトスもまた、彼のすぐ後ろに続いて出て行った。
§15.27.11λέγων μὲν οὐδέν, τύπτων δὲ συνεχῶς τὸν μηρόν.
何も言わず、ただひたすら自分の太腿を叩きながら。