Humanitext Reader

波利比奥斯 · 历史 §15.27.1-15.27.11

达娜厄受辱与莫伊拉格内斯受审

第 838 段,共 1311 段 · 希腊语

内容简介

阿加托克雷斯一伙对特勒波勒摩斯岳母的羞辱引爆了民众的愤怒。陷入绝境的统治者企图通过暴力夺权并拷问涉嫌叛国的近卫军莫伊拉格内斯,但审讯因尼科斯特拉托斯收到紧急消息而中断。

§15.27.1τοὺς περὶ τὸν Τληπόλεμον.
特勒波勒摩斯的一伙人。
ἐγένετο δέ τι καὶ ἐξ αὐτῶν τῶν περὶ τὸν Ἀγαθοκλέα συνέργημα πρὸς τὸ τὴν ὀργὴν ἐπιτεῖναι τήν τε τῶν πολλῶν καὶ τὴν τοῦ Τληπολέμου·
此外,阿加托克雷斯的一伙人本身也做出了某种推波助澜的行为,从而加剧了大众和特勒波勒摩斯两者的愤怒。
§15.27.2τὴν γὰρ Δανάην, ἥτις ἦν πενθερὰ τοῦ προειρημένου, λαβόντες ἐκ τοῦ τῆς Δήμητρος ἱεροῦ καὶ διὰ μέσου τῆς πόλεως ἑλκύσαντες ἀκατακάλυπτον εἰς φυλακὴν ἀπέθεντο, βουλόμενοι φανερὰν ποιεῖν τὴν πρὸς τὸν Τληπόλεμον διαφοράν.
因为他们从德墨忒尔神庙中抓走了前述之人的岳母达娜埃,在不蒙面(毫无遮蔽)的情况下将她拖过市中心并关进监狱,意图公开表明他们与特勒波勒摩斯的敌对关系。
§15.27.3ἐφʼ οἷς τὸ πλῆθος ἀγανακτοῦν οὐκέτι κατʼ ἰδίαν οὐδὲ διʼ ἀπορρήτων ἐποιεῖτο τοὺς λόγους, ἀλλʼ οἱ μὲν τὰς νύκτας εἰς πάντα τόπον ἐπέγραφον, οἱ δὲ τὰς ἡμέρας συστρεφόμενοι κατὰ μέρη φανερῶς ἐξέφερον ἤδη τὸ μῖσος εἰς τοὺς προεστῶτας.
对此感到愤怒的民众不再在私下或秘密地交谈,而是有的人在夜间四处乱涂乱画,有的人则在白天三五成群,公开表达对统治者的憎恨。
§15.27.4οἱ δὲ περὶ τὸν Ἀγαθοκλέα βλέποντες τὰ συμβαίνοντα, καὶ μοχθηρὰς ἐλπίδας ἔχοντες περὶ αὑτῶν, τοτὲ μὲν ἐγίνοντο περὶ δρασμόν, οὐδενὸς δʼ αὐτοῖς ἡτοιμασμένου πρὸς τοῦτο τὸ μέρος διὰ τὴν σφετέραν ἀβουλίαν ἀφίσταντο τῆς ἐπιβολῆς·
而阿加托克雷斯的一伙人看到发生的一切,对自己的前景抱有悲观的希望,时而筹划逃跑,但由于他们自身的愚蠢,在这方面毫无准备,因而放弃了这一企图。
§15.27.5τοτὲ δὲ συνωμότας κατέγραφον καὶ κοινωνοὺς τῆς τόλμης, ὡς αὐτίκα μάλα τῶν ἐχθρῶν τοὺς μὲν κατασφάξοντες, τοὺς δὲ συλληψόμενοι, μετὰ δὲ ταῦτα τυραννικὴν ἐξουσίαν περιποιησόμενοι.
时而他们招募同谋和敢死队员,企图立即屠杀一部分敌人并逮捕另一部分人,在此之后攫取独裁统治的权力。
§15.27.6ταῦτα δʼ αὐτῶν διανοουμένων προσέπεσε διαβολὴ κατά τινος Μοιραγένους, ἑνὸς τῶν σωματοφυλάκων, διότι μηνύοι πάντα τῷ Τληπολέμῳ καὶ συνεργοίη διὰ τὴν πρὸς Ἀδαῖον οἰκειότητα τὸν ἐπὶ τῆς Βουβαστοῦ τότε καθεσταμένον.
在他们谋划这些事情时,一项针对近卫军之一莫伊拉格内斯的指控传来,称他因为与当时被任命管理布巴斯托斯のアダイオス(Adaeus)交好,从而向特勒波勒摩斯泄露了一切并与之合作。
§15.27.7ὁ δʼ Ἀγαθοκλῆς εὐθέως συνέταξε Νικοστράτῳ τῷ πρὸς τοῖς γράμμασι τεταγμένῳ συλλαβόντι τὸν Μοιραγένη φιλοτίμως ἐξετάσαι, πᾶσαν προτιθέντα βάσανον.
阿加托克雷斯立即命令掌管文书的尼科斯特拉托斯逮捕莫伊拉格内斯,使用一切拷问手段,彻底进行审讯。
§15.27.8οὗτος μὲν οὖν παραχρῆμα συλληφθεὶς ὑπὸ τοῦ Νικοστράτου καὶ παραχθεὶς εἴς τινα μέρη τῆς αὐλῆς ἀποκεχωρηκότα, τὸ μὲν πρῶτον ἐξ ὀρθῆς ἀνεκρίνετο περὶ τῶν προσπεπτωκότων,
于是,他立即被尼科斯特拉托斯逮捕,并带到宫殿中一个僻静的地方,起初就所指控的内容接受了直接审讯。
§15.27.9πρὸς οὐδὲν δὲ τῶν λεγομένων ἀνθομολογούμενος ἐξεδύθη·
但他对所说的一切一概不承认,因而被剥光了衣服。
καὶ τινὲς μὲν τὰ πρὸς τὰς βασάνους ὄργανα διεσκεύαζον, οἱ δὲ τὰς μάστιγας ἔχοντες μετὰ χεῖρας ἀπεδύοντο τὰς χλαμύδας.
有的人开始准备拷问的工具,而手里拿着鞭子的人则脱掉了斗篷。
§15.27.10κατὰ δὲ τὸν καιρὸν τοῦτον προστρέχει τις τῶν ὑπηρετῶν πρὸς τὸν Νικόστρατον, καὶ ψιθυρίσας πρὸς τὴν ἀκοὴν ἅττα δήποτʼ οὖν ἀπηλλάττετο μετὰ σπουδῆς.
就在此时,一名随从跑到尼科斯特拉托斯跟前,在他耳边低声说了些什么,然后急忙离去。
ὁ δὲ Νικόστρατος ἐκ ποδὸς ἐπηκολούθει τούτῳ, §15.27.11λέγων μὲν οὐδέν, τύπτων δὲ συνεχῶς τὸν μηρόν.
尼科斯特拉托斯紧随其后,一言不发,只是不停地拍打着自己的大腿。

词汇与语法注释

  1. 15.27.1τοὺς περὶ τὸν Τληπόλεμον — 此宾格短语是前一章节(15.26.11)末尾不定式结构 `διὰ τὸ ... κρατεῖν`(掌控……)的主语,补全了“特勒波勒摩斯一伙人[掌控物资]”的完整意义。
  2. 15.27.4οὐδενὸς δʼ αὐτοῖς ἡτοιμασμένου — 包含完成时被动分词 `ἡτοιμασμένου` 的属格独立结构,表示原因(“因为毫无准备”)。受 `πρὸς τοῦτο τὸ μέρος`(在这方面,即关于逃跑)修饰。
  3. 15.27.5ὡς ... κατασφάξοντες — 连词 `ὡς` 搭配将来时分词(`κατασφάξοντες`、`συλληψόμενοι`、`περιποιησόμενοι`),表示主体的意图或主观目的(“企图……”)。

引用这一段

波利比奥斯, 历史 §15.27.1-15.27.11. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:15.27.1-15.27.11

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。