§15.26.1πρώτους δὲ συναθροίσας τοὺς Μακεδόνας, εἰς τούτους εἰσῆλθε μετὰ τοῦ βασιλέως καὶ τῆς Ἀγαθοκλείας.
彼はまずマケドニア人を招集し、王とアガトクレイアを伴って彼らの前に入場した。
§15.26.2καὶ τὰς μὲν ἀρχὰς ὑπεκρίνετο τὸν οὐ δυνάμενον εἰπεῖν ἃ βούλεται διὰ τὸ πλῆθος τῶν ἐπιφερομένων δακρύων·
そして最初は、込み上げてくる涙が多すぎるために言いたいことを言えない者のふりをした。
§15.26.3ἐπεὶ δὲ πλεονάκις ἀπομάττων τῇ χλαμύδι κατεκράτησε τῆς ἐπιφορᾶς, βαστάσας τὸ παιδίον "3Λάβετε"3 ἔφη "3τοῦτον, ὃν ὁ πατὴρ ἀποθνήσκων εἰς μὲν τὰς ἀγκάλας ἔδωκε ταύτῃ"3 δείξας τὴν ἀδελφὴν "3παρακατέθετο δʼ εἰς τὴν ὑμετέραν, ὦ ἄνδρες Μακεδόνες, πίστιν.
だが、マントで何度も涙を拭ってその溢れ出る涙を抑えると、彼は幼子を抱き上げ、「この子を受け取っていただきたい」と言った。 「亡き父が、死に臨んで、こちらの腕にこの子を引き渡し、」と、彼の姉を指し示しつつ、「そして、マケドニア人の諸君、君たちの忠誠にこの子を託したのだ。
§15.26.4ἡ μὲν οὖν [καὶ] ταύτης εὔνοια βραχεῖάν τινα ῥοπὴν ἔχει πρὸς τὴν τούτου σωτηρίαν, ἐν ὑμῖν δὲ κεῖται καὶ ταῖς ὑμετέραις χερσὶ τὰ τούτου νυνὶ πράγματα.
したがって、この女の好意はこの子の救いに対しては極めてわずかな力しか持たないが、この子の現在の運命は君たちと君たちの手にかかっている。
§15.26.5Τληπόλεμος γὰρ πάλαι μὲν ἦν δῆλος τοῖς ὀρθῶς σκοπουμένοις μειζόνων ἐφιέμενος ἢ καθʼ ἑαυτὸν πραγμάτων, νῦν δὲ καὶ τὴν ἡμέραν καὶ τὸν καιρὸν ὥρικεν, ἐν ᾗ μέλλει τὸ διάδημʼ ἀναλαμβάνειν.
なぜならトレポレモスは、正しく事態を見極める者たちには、以前から自らの身の丈以上の大権を熱望していることが明らかであったが、今や王冠を戴こうとする日と時さえ定めてしまったからである。
§15.26.6"3 καὶ περὶ τούτων οὐχ αὑτῷ πιστεύειν ἐκέλευεν, ἀλλὰ τοῖς εἰδόσι τὴν ἀλήθειαν καὶ παροῦσι νῦν ἐξ αὐτῶν τῶν πραγμάτων.
」そして彼は、この件については自分を信じるのではなく、真実を知っており、実際の出来事から今ここに立ち会っている人々を信じるようにと求めた。
§15.26.7καὶ τοῦτʼ εἰπὼν εἰσῆγε τὸν Κριτόλαον, ὃς ἔφη καὶ τοὺς βωμοὺς αὐτὸς ἑωρακέναι κατασκευαζομένους καὶ τὰ θύματα παρὰ τοῖς πλήθεσιν ἑτοιμαζόμενα πρὸς τὴν τοῦ διαδήματος ἀνάδειξιν.
こう言った後、彼はクリトラオスを中に入れ、クリトラオス自身も、王冠戴冠の宣誓のために、祭壇が築かれ、民衆の間で犠牲獣が準備されているのを目撃したと述べた。
§15.26.8ὧν οἱ Μακεδόνες ἀκούοντες οὐχ οἷον ἠλέουν αὐτόν, ἀλλʼ ἁπλῶς οὐδὲν προσεῖχον τῶν λεγομένων, μυχθίζοντες δὲ καὶ διαψιθυρίζοντες ἐξελήρησαν οὕτως ὥστε μηδʼ αὐτὸν εἰδέναι [μήτε] πῶς τὸ παράπαν ἐκ τῆς ἐκκλησίας ἀπελύθη.
これらを聞いたマケドニア人たちは、彼を憐れむどころか、言われていることに全く耳を貸さず、鼻で笑い、ひそひそ話をして騒ぎ立て、結局、彼自身がどのようにして民会から退場させられたのかさえ分からなくなるほどであった。
§15.26.9παραπλήσια δὲ τούτοις ἐγίνετο καὶ περὶ τὰ λοιπὰ συστήματα κατὰ τοὺς ἐκκλησιασμούς.
これと似たようなことが、民会における他の集団の集まりでも起こっていた。
§15.26.10ἐν δὲ τῷ μεταξὺ πολὺς ἦν ὁ καταπλέων ἐκ τῶν ἄνω στρατοπέδων, καὶ παρεκάλουν οἱ μὲν συγγενεῖς, οἱ δὲ φίλους, βοηθεῖν τοῖς ὑποκειμένοις, καὶ μὴ περιιδεῖν σφᾶς ἀνέδην ὑφʼ οὕτως ἀναξίων ὑβριζομένους.
その間に、上方の陣営から多くが船で下ってきて、ある者は親族に、ある者は友人に、目前の窮地にある人々を助け、これほど不相応な者たちから受けている凌辱を野放しにしないよう懇願した。
§15.26.11μάλιστα δὲ παρώξυνε τοὺς πολλοὺς πρὸς τὴν κατὰ τῶν προεστώτων τιμωρίαν τὸ γινώσκειν ὅτι τὸ μέλλειν καθʼ αὑτῶν ἐστι διὰ τὸ πάντων τῶν παρακομιζομένων ἐπιτηδείων εἰς τὴν Ἀλεξάνδρειαν κρατεῖν
特に群衆を指導者たちへの処罰へと駆り立てたのは、遅延が自らにとって不利に働くことを彼らが知っていたからであった。 指導者たちがアレクサンドリアに運び込まれるすべての食糧を掌握していることがその原因であった。