§14.4.1ἐπειδὴ δὲ πάντʼ ἦν εὐτρεπῆ τὰ πρὸς τὴν χρείαν αὐτῷ τὴν ἐνεστῶσαν, ἀπολιπὼν τοὺς ἱκανοὺς καὶ τοὺς ἐπιτηδείους ἐπὶ τῆς παρεμβολῆς, ἀναλαβὼν τὰς δυνάμεις προῆγεν ἄρτι ληγούσης τῆς πρώτης φυλακῆς·
彼にとって、目前の必要に対するすべての準備が整うと、陣営に十分かつ適切な人員を残し、第一夜番がちょうど終わるころに軍勢を率いて前進した。
περὶ γὰρ ἑξήκοντα σταδίους ἀπεῖχον οἱ πολέμιοι.
敵は約六十スタディオン離れていたからである。
§14.4.2συνεγγίσας δὲ τοῖς πολεμίοις περὶ τρίτην φυλακὴν λήγουσαν, Γαίῳ μὲν Λαιλίῳ καὶ Μασαννάσᾳ τοὺς ἡμίσεις ἀπονείμας τῶν στρατιωτῶν καὶ πάντας τοὺς Νομάδας ἐπέταξε ποιεῖσθαι τὴν προσβολὴν πρὸς τὸν τοῦ Σόφακος χάρακα,
第三夜番が終わりかけるころに敵に接近すると、ガイウス・ラエリウスとマサニッサに兵士の半数とすべてのヌミディア兵を割り当て、シュファクスの柵に対して攻撃を仕掛けるよう命じた。
§14.4.3παρακαλέσας ἄνδρας ἀγαθοὺς γενέσθαι καὶ μηδὲν εἰκῇ πράττειν, σαφῶς εἰδότας ὅτι, καθʼ ὅσον ἐμποδίζει καὶ κωλύει τὰ τῆς ὁράσεως τὸ σκότος, κατὰ τοσοῦτον δεῖ συνεκπληροῦν τῇ διανοίᾳ καὶ τῇ τόλμῃ τὰς νυκτερινὰς ἐπιβολάς·
彼らに勇敢な男となるよう、そして何事も無計画に行わないよう励ました。 暗闇が視覚を妨げ制限する分だけ、それだけ思慮と大胆さによって夜間の作戦を補わねばならないことを、彼らがはっきりとわきまえているものとして。
§14.4.4αὐτὸς δὲ τὴν λοιπὴν στρατιὰν ἀναλαβὼν ἐποιεῖτο τὴν ὁρμὴν ἐπὶ τὸν Ἀσδρούβαν.
彼自身は残りの軍勢を率いて、ハスドルバルへと進撃した。
ἦν δʼ αὐτῷ συλλελογισμένον μὴ πρότερον ἐγχειρεῖν, ἕως ἂν οἱ περὶ τὸν Λαίλιον πρῶτοι τὸ πῦρ ἐμβάλωσι τοῖς πολεμίοις.
ラエリウスの率いる者たちが先に敵に火を放つまでは、自らは攻撃を開始しないという計画であった。
§14.4.5οὗτος μὲν τοιαύτας ἔχων ἐπινοίας βάδην ἐποιεῖτο τὴν πορείαν·
彼はこのような意図を抱いて、静かに進軍した。
οἱ δὲ περὶ τὸν Λαίλιον εἰς δύο μέρη σφᾶς αὐτοὺς διελόντες ἅμα προσέβαλλον τοῖς πολεμίοις.
一方ラエリウスの率いる者たちは、自分たちを二つのグループに分け、同時に敵に攻撃を仕掛けた。
§14.4.6τῆς δὲ τῶν σκηνῶν διαθέσεως οἷον ἐπίτηδες πρὸς ἐμπυρισμὸν κατεσκευασμένης, καθάπερ ἀνώτερον εἶπον, ὡς οἱ προηγούμενοι τὸ πῦρ ἐνέβαλλον, κατανεμηθὲν εἰς τὰς πρώτας σκηνὰς εὐθέως ἀβοήθητον ἐποίει τὸ κακὸν διά τε τὴν συνέχειαν τῶν σκηνῶν καὶ διὰ τὸ πλῆθος τῆς ὑποκειμένης ὕλης.
天幕の配置は、以前に私が言ったように、まるで放火のために特別にあつらえられたかのようになっていたので、先頭を行く者たちが火を放つと、火は最初の天幕へと燃え広がり、天幕が連続していたことと、その下に置かれた燃えやすい資材が大量にあったことのために、直ちにその惨禍を手の施しようのないものにした。
§14.4.7ὁ μὲν οὖν Λαίλιος ἔχων ἐφεδρείας τάξιν ἔμενεν·
こうしてラエリウスは予備兵力を率いて待機していた。
ὁ δὲ Μασαννάσας εἰδὼς τοὺς τόπους, καθʼ οὓς ἔμελλον οἱ φεύγοντες τὸ πῦρ ποιήσασθαι τὴν ἀποχώρησιν, ἐν τούτοις ἐπέστησε τοὺς αὑτοῦ στρατιώτας.
一方マサニッサは、火から逃れる者たちが退却するであろう場所を知っていたので、そこに自らの兵士たちを配置した。
§14.4.8τῶν δὲ Νομάδων οὐδεὶς ἁπλῶς συνυπώπτευσε τὸ γινόμενον, οὐδʼ αὐτὸς ὁ Σόφαξ, ἀλλʼ ὡς αὐτομάτως ἐμπεπρησμένου τοῦ χάρακος, ταύτην ἔσχον τὴν διάληψιν.
ヌミディア兵は誰も、シュファクス自身でさえも、起こっていることを全く疑わなかった。 むしろ、陣営が偶然に火事になったのだという、そのような思い込みを抱いた。
§14.4.9ὅθεν ἀνυπονοήτως οἱ μὲν ἐκ τῶν ὕπνων, οἱ δʼ ἀκμὴν ἔτι μεθυσκόμενοι καὶ πίνοντες ἐξεπήδων ἐκ τῶν σκηνῶν.
そのため、何の疑念も抱かずに、ある者は眠りから、またある者はまだ酔っ払っていたり飲んでいたりする最中に、天幕から飛び出して行った。
§14.4.10καὶ πολλοὶ μὲν ὑφʼ αὑτῶν περὶ τὰς τοῦ χάρακος ἐξόδους συνεπατήθησαν, πολλοὶ δὲ περικαταληφθέντες ὑπὸ τῆς φλογὸς κατεπρήσθησαν·
そして多くの者が、陣営の出口付近で互いに踏みつけ合って押しつぶされ、多くの者が炎に包まれて焼け死んだ。
οἱ δὲ καὶ διαφυγόντες τὴν φλόγα, πάντες εἰς τοὺς πολεμίους ἐμπίπτοντες, οὔθʼ ὃ πάσχουσιν οὔθʼ ὃ ποιοῦσι γινώσκοντες διεφθείροντο.
また、炎を逃れた者たちも、全員が敵にぶつかり、自分が何を受けているのかも、何をしているのかもわからないまま、殺されていった。