§12.25e.1τὸν αὐτὸν δὴ τρόπον καὶ τῆς πραγματικῆς ἱστορίας ὑπαρχούσης τριμεροῦς, τῶν δὲ μερῶν αὐτῆς ἑνὸς μὲν ὄντος τοῦ περὶ τὴν ἐν τοῖς ὑπομνήμασι πολυπραγμοσύνην καὶ τὴν παράθεσιν τῆς ἐκ τούτων ὕλης, ἑτέρου δὲ τοῦ περὶ τὴν θέαν τῶν πόλεων καὶ τῶν τόπων περί τε ποταμῶν καὶ λιμένων καὶ καθόλου τῶν κατὰ γῆν καὶ κατὰ θάλατταν ἰδιωμάτων καὶ διαστημάτων, τρίτου δὲ τοῦ περὶ τὰς πράξεις τὰς πολιτικάς, §12.25e.2παραπλησίως ἐφίενται μὲν ταύτης πολλοὶ διὰ τὴν προγεγενημένην περὶ αὐτῆς δόξαν, προσφέρονται δὲ πρὸς τὴν ἐπιβολὴν οἱ μὲν πλεῖστοι τῶν γραφόντων ἁπλῶς δίκαιον οὐδὲν πλὴν εὐχέρειαν καὶ τόλμαν καὶ ῥᾳδιουργίαν,
これと同じ方法で、実際の歴史もまた三部から成っており、その一部は記録における入念な調査とそれらから得られる素材の比較整理に関することであり、他の一部は都市や場所の観察、また河川や港湾、そして総じて陸上および海上における特徴や距離に関することであり、第三の一部は政治的・軍事的な活動に関することであるが、同様に多くの人々が、歴史についてあらかじめ生じている名声のためにこれを熱望するが、執筆する者たちの大部分は、その企てに取りかかるにあたって、安易さ、不敵さ、軽率さのほかには、まったく正当なものを何ももたらさない。
§12.25e.3παραπλήσιον τοῖς φαρμακοπώλαις δοξοκοποῦντες καὶ πρὸς χάριν λέγοντες ἀεὶ τὰ πρὸς τοὺς καιροὺς ἕνεκα τοῦ πορίζειν τὸν βίον διὰ τούτων·
彼らは、薬売りに似た仕方で虚名を追い求め、これらを通じて生計を立てるために、常にその時々の都合に合わせた迎合的なことを語る。
περὶ ὧν οὐκ ἄξιον πλείω ποιεῖσθαι λόγον.
彼らについては、これ以上多くを語るに値しない。
§12.25e.4ἔνιοι δὲ τῶν δοκούντων εὐλόγως προσάγειν πρὸς τὴν ἱστορίαν, καθάπερ οἱ λογικοὶ τῶν ἰατρῶν ἐνδιατρίψαντες ταῖς βυβλιοθήκαις καὶ καθόλου τὴν ἐκ τῶν ὑπομνημάτων περιποιησάμενοι πολυπειρίαν πείθουσιν αὑτοὺς ὡς ὄντες ἱκανοὶ πρὸς τὴν ἐπιβολήν, καὶ τοῖς ἐκτὸς ἀρκούντως δοκοῦσι προσφέρεσθαι, μέρος, ὡς ἐμοὶ δοκεῖ, πρὸς τὴν πραγματικὴν ἱστορίαν·
しかし、もっともな理由で歴史に近づいていると思われる人々のうちの何人かは、あたかも医学における理論家たちのように図書館に没頭し、総じて記録から得られる広範な経験を身につけたことで、自分たちがその企てに十分耐えうると自負し、外部の人々に対しても十分に携わっているように見えるのだが、私に思われるところでは、実際の歴史に対して一部を果たすにすぎないのである。
§12.25e.5τὸ γὰρ ἐποπτεῦσαι τὰ πρότερον ὑπομνήματα πρὸς μὲν τὸ γνῶναι τὰς τῶν ἀρχαίων διαλήψεις καὶ τὰς ἐννοίας ἃς πρὶν εἶχον ὑπὲρ διαθέσεων, τόπων, ἐθνῶν, πολιτειῶν, πράξεων, ἔτι δὲ πρὸς τὸ συνεῖναι τὰς ἑκάστων περιστάσεις καὶ τύχας, αἷς κέχρηνται κατὰ τοὺς ἀνωτέρω χρόνους, εὔχρηστόν ἐστι·
というのも、以前の記録を調査することは、事態の配置、場所、民族、国制、行為について、古の人々が以前抱いていた判断や概念を知るため、さらに、より古い時代に彼らが直面した、それぞれの状況や運命を理解するためには、極めて有用であるからである。
§12.25e.6συνεφίστησι γὰρ τὰ προγεγονότα πρὸς τὸ μέλλον ἡμᾶς οἰκείως, ἐάν τις ὑπὲρ ἑκάστων ἀληθινῶς ἱστορῇ τὰ παρεληλυθότα·
なぜなら、もし人が過去の出来事をそれぞれ真実に探究するなら、過去に起こったことは私たちを未来に対して適切に導いてくれるからである。
§12.25e.7τό γε μὴν ἀπʼ αὐτῆς ταύτης τῆς δυνάμεως ὁρμηθέντα πεπεῖσθαι γράφειν τὰς ἐπιγινομένας πράξεις καλῶς, ὃ πέπεισται Τίμαιος, τελέως εὔηθες καὶ παραπλήσιον ὡς ἂν εἴ τις τὰ τῶν ἀρχαίων ζωγράφων ἔργα θεασάμενος ἱκανὸς οἴοιτο ζωγράφος εἶναι καὶ προστάτης τῆς τέχνης.
しかし、まさにこの能力から出発して、のちに起こる出来事を立派に記述できると確信すること(これはティマイオスが確信していることであるが)は、完全に愚かなことであり、それはあたかも、古い画家たちの作品を眺めただけで、自分が十分な画家であり、その技術の第一人者であると思い込むようなものである。