§12.19.1τούτοις δʼ ἐστὶ παραπλήσια τὰ κατὰ τὸν Ἀλέξανδρον.
これらに類似しているのが、アレクサンドロスに関する記述である。
φησὶ γὰρ αὐτὸν ποιήσασθαι τὴν εἰς τὴν Ἀσίαν διάβασιν, πεζῶν μὲν ἔχοντα τέτταρας μυριάδας, ἱππεῖς δὲ τετρακισχιλίους καὶ πεντακοσίους,
というのも、彼がアジアへの渡海を行ったとき、歩兵4万人、騎兵4500人を率いていた、とカリステネスは言っているからである。
§12.19.2μέλλοντι δʼ εἰς Κιλικίαν ἐμβάλλειν ἄλλους ἐλθεῖν ἐκ Μακεδονίας πεζοὺς μὲν πεντακισχιλίους, ἱππεῖς δʼ ὀκτακοσίους.
そして、彼がキリキアに侵入しようとしていたときに、マケドニアからさらに別の歩兵5000人と騎兵800人が彼のもとに到着した、と。
§12.19.3ἀφʼ ὧν εἴ τις ἀφέλοι τρισχιλίους μὲν πεζούς, τριακοσίους δʼ ἱππεῖς, ἐπὶ τὸ πλεῖον ποιῶν τὴν ἀπουσίαν πρὸς τὰς γεγενημένας χρείας, ὅμως πεζοὶ μὲν ἀπολειφθήσονται τετρακισμύριοι δισχίλιοι, πεντακισχίλιοι δʼ ἱππεῖς.
これらの中から、生じた様々な任務による欠員を多めに見積もって、歩兵3000人と騎兵300人を差し引いたとしても、それでもなお歩兵4万2000人と騎兵5000人が残る。
§12.19.4τούτων οὖν ὑποκειμένων, φησὶ τὸν Ἀλέξανδρον πυθέσθαι τὴν Δαρείου παρουσίαν εἰς Κιλικίαν ἑκατὸν ἀπέχοντα σταδίους ἀπʼ αὐτοῦ, διαπεπορευμένον ἤδη τὰ στενά·
これらを前提とすると、アレクサンドロスは、すでに難所を通り抜けて彼自身から100スタディオン離れたところにいたときに、ダレイオスがキリキアに到着したことを知った、と彼は言う。
§12.19.5διόπερ ἐξ ὑποστροφῆς πάλιν ποιεῖσθαι τὴν πορείαν διὰ τῶν στενῶν, ἄγοντα πρῶτον μὲν τὴν φάλαγγα, μετὰ δὲ ταῦτα τοὺς ἱππεῖς, ἐπὶ πᾶσι τὸ σκευοφόρον.
それゆえ、彼は引き返して再び難所を通る行軍を行い、最初にファランクスを、その後に騎兵を、そして最後尾に輜重隊を率いた。
ἅμα δὲ τῷ πρῶτον εἰς τὰς εὐρυχωρίας ἐκπεσεῖν, §12.19.6διασκευάζεσθαι παραγγείλαντα πᾶσιν ἐπιπαρεμβαλεῖν τὴν φάλαγγα, καὶ ποιῆσαι τὸ βάθος αὐτῆς ἐπὶ τριάκοντα καὶ δύο, μετὰ δὲ ταῦτα πάλιν εἰς ἑκκαίδεκα, τὸ δὲ τελευταῖον, ἐγγίζοντα τοῖς πολεμίοις, εἰς ὀκτώ.
そして、最初に開けた場所に出るとすぐに、全員に戦闘準備をするよう命じ、ファランクスを展開させて、その深さを32列にし、その後再び16列にし、最後に敵に近づいたときには8列にした[とカリステネスは言っている]。
§12.19.7ταῦτα δʼ ἐστὶ μείζω τῶν προειρημένων ἀλογήματα.
これらは、先に述べられたことよりさらに大きな不合理である。
τοῦ γὰρ σταδίου λαμβάνοντος ἄνδρας ἐν τοῖς πορευτικοῖς διαστήμασιν, ὅταν εἰς ἑκκαίδεκα τὸ βάθος ὦσι, χιλίους ἑξακοσίους, ἑκάστου τῶν ἀνδρῶν ἓξ πόδας ἐπέχοντος,
というのも、彼らが16列の深さであるとき、一人あたり6フィートの幅を占めるとすると、1スタディオンは行軍用の間隔において1600人を受け入れるからである。
§12.19.8φανερὸν ὅτι τὰ δέκα στάδια λήψεται μυρίους ἑξακισχιλίους, τὰ δʼ εἴκοσι τοὺς διπλασίους.
10スタディオンは1万6000人を、20スタディオンはその倍を受け入れることは明らかである。
§12.19.9ἐκ δὲ τούτων εὐθεώρητον ὅτι καθʼ ὃν καιρὸν ἐποίησε τὴν δύναμιν Ἀλέξανδρος ἑκκαίδεκα τὸ βάθος, ἀναγκαῖον ἦν εἴκοσι σταδίων ὑπάρχειν τὸ τοῦ τόπου διάστημα καὶ περιττεύειν ἔτι τοὺς μὲν ἱππεῖς πάντας, τῶν δὲ πεζῶν μυρίους.
これらのことから、アレクサンドロスが軍勢を16列の深さにしたときには、その場所の幅は20スタディオンである必要があり、その上さらに、騎兵全員と歩兵のうちの1万人が余ってしまうということは、容易に推論できる。