Humanitext Reader

ポリュビオス · 歴史 §11.27.1-11.27.8

反乱首謀者の秘密逮捕とプブリウスの登場

725 / 1311 箇所 · ギリシア語

要旨

反乱軍が市に接近する中、プブリウスは軍隊長たちに命令を下し、首謀者たちを密かに捕縛させ、一般の兵士たちには市門を固めさせる。翌朝、健康を回復した元気な姿で広場の集会に現れたプブリウスは、反乱兵たちを驚愕させる。

§11.27.1συνεγγιζόντων δʼ αὐτῶν τῇ πόλει, τοῖς μὲν ἄλλοις στρατιώταις εἰς τὴν ἐπαύριον ἅμα τῷ φωτὶ παρηγγέλλετο μετὰ τῆς παρασκευῆς ἐξάγειν,
彼らが市に近づいていたとき、他の兵士たちには、翌日の夜明けとともに旅装を整えて出発するようにとの命令が出された。
§11.27.2τοῖς δὲ χιλιάρχοις καὶ τοῖς ἐπάρχοις, ὅταν ἐκπορευομένοις μετὰ τοῦτο τὸ πρῶτον τὰς μὲν ἀποσκευὰς ἀποτιθέναι, τοὺς δὲ στρατιώτας κατέχειν ἐν τοῖς ὅπλοις ἐπὶ τῆς πύλης, κἄπειτα διελεῖν σφᾶς ἐφʼ ἑκάστην τῶν πυλῶν καὶ φροντίζειν ἵνα μηδεὶς ἐκπορεύηται τῶν ἀποστατῶν.
一方、軍隊長たちと騎兵隊長たちには、これの後に進み出る際、まず荷物を置かせ、兵士たちを武装させたまま門のところに待機させ、その後に彼らを各々の門に分担して配置し、反乱兵の誰も外に出ないように配慮することが命じられた。
§11.27.3οἱ δὲ πρὸς τὴν ἀπάντησιν ἀποτεταγμένοι, συμμίξαντες τοῖς παραγινομένοις πρὸς αὐτούς, ἀπῆγον μετὰ φιλανθρωπίας τοὺς ἐν ταῖς αἰτίαις κατὰ τὸ συντεταγμένον.
出迎えを割り当てられていた者たちは、自分たちのもとにやって来た者たちと合流し、命令通りに、容疑をかけられている者たちを親切にもてなして連れて行った。
§11.27.4τούτοις μὲν οὖν ὑπʼ αὐτὸν τὸν καιρὸν ἐρρήθη συλλαβεῖν τοὺς πέντε καὶ τριάκοντʼ ἄνδρας, ἐπειδὰν δειπνήσωσι, δήσαντάς τε τηρεῖν, μηδενὸς ἔτι τῶν ἔνδον ἐκπορευομένου πλὴν τοῦ διασαφήσοντος τῷ στρατηγῷ παρʼ ἑκάστου τὸ γεγονός.
そして彼らには、まさにその時に、その三十五名が夕食を済ませた段階で捕らえ、縛って監視すること、そして、それぞれのところから将軍に起きたことを報告するために行く者を除いては、中にいる者は誰も外に出さないことが告げられていた。
§11.27.5πραξάντων δὲ τῶν χιλιάρχων τὸ συνταχθέν, εἰς τὴν ἐπιοῦσαν ὁ στρατηγὸς ἅμα τῷ φωτὶ θεωρῶν τοὺς παραγινομένους ἡθροισμένους εἰς τὴν ἀγοράν, συνεκάλει τὴν ἐκκλησίαν.
軍隊長たちが命じられたことを実行すると、翌日、将軍は夜明けとともに、やって来た人々が広場に集まっているのを見て、集会を召集した。
§11.27.6πάντων δὲ συντρεχόντων κατὰ τὸν ἐθισμὸν ἅμα τῷ σημῆναι, καὶ μετεώρων ὄντων ταῖς διανοίαις οἷόν ποτʼ ὄψονται τὸν στρατηγὸν καὶ τί ποτʼ ἀκούσονται περὶ τῶν ἐνεστώτων, §11.27.7πρὸς μὲν τοὺς ἐπὶ τῶν πυλῶν χιλιάρχους ὁ Πόπλιος διεπέμψατο, κελεύων αὐτοὺς ἄγειν τοὺς στρατιώτας ἐν τοῖς ὅπλοις καὶ περιστῆναι τὴν ἐκκλησίαν, αὐτὸς δὲ προπορευθεὶς ἐξέστησε ταῖς διανοίαις πάντας εὐθέως κατὰ τὴν πρώτην φαντασίαν·
合図が鳴ると同時に全員が慣習に従って駆け集まり、将軍のどのような姿を目にするのか、また直面している事態についてどのようなことを聞くことになるのかと、彼らの心が期待と不安で高まっていたとき、プブリウスは門のところにいる軍隊長たちに使者を送り、兵士たちを武装させて連れてきて集会を取り囲むように命じる一方で、自ら進み出て、その最初の姿によって直ちに全員の心を驚愕させた。
§11.27.8ἔτι γὰρ ὑπολαμβάνοντες αὐτὸν ἀσθενῶς ἔχειν οἱ πολλοί, κἄπειτα παρὰ τὴν προσδοκίαν αἰφνιδίως ἐρρωμένον θεασάμενοι κατὰ τὴν ἐπίφασιν κατεπλάγησαν.
なぜなら、多くの者は彼がいまだ病弱であると思い込んでいたのに、予想に反して、突然頑健な様子で現れたのを目にして圧倒されたからである。

語釈・文法注

  1. §11.27.2ὅταν ἐκπορευομένοις — 接続詞 ὅταν(〜するときはいつでも)の後に、本来期待される接続法動詞ではなく与格分詞 ἐκπορευομένοις が置かれている。これは、主節の非人称動詞 παρηγγέλλετο(命令された)の間接目的語である τοῖς δὲ χιλιάρχοις καὶ τοῖς ἐπάρχοις と性・数・格が一致した同格表現として機能している。
  2. §11.27.4τοῦ διασαφήσοντος — 未来能動分詞の単数属格。前置詞 πλήν(〜を除いて)に支配されており、「報告をもたらすことになる者」という目的ないし意図を示す。単数形は、各々の宿舎から1名ずつ使者が派遣されることを指すため、個別の代表者(παρʼ ἑκάστου)を表している。

この箇所を引用する

ポリュビオス, 歴史 §11.27.1-11.27.8. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:11.27.1-11.27.8

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。