Humanitext Reader

ポリュビオス · 歴史 §10.34.1-10.34.11

エデタニアの支配者エデコンの帰順

680 / 1311 箇所 · ギリシア語

要旨

プブリウスがイベリア人質を返還する中、エデタニアの支配者エデコンが真っ先にローマへの帰順を申し出る。彼は家族の返還を求めつつ、自身の行動が他のイベリア諸族をローマ同盟へと引き寄せる契機になると説く。

§10.34.1κατὰ δὲ τὴν Ἰβηρίαν Πόπλιος ὁ τῶν Ῥωμαίων στρατηγός, ποιούμενος τὴν παραχειμασίαν ἐν Ταρράκωνι, καθάπερ ἐν τοῖς πρὸ τούτων δεδηλώκαμεν, πρῶτον μὲν τοὺς Ἴβηρας εἰς τὴν αὑτῶν φιλίαν καὶ πίστιν ἐνεδήσατο διὰ τῆς τῶν ὁμήρων ἑκάστοις ἀποδόσεως,
イベリアにおいては、ローマの将軍プブリウスが、以前に説明した通りにタラコで冬営を行っていたが、まず第一に、人質をそれぞれの者に返還することによって、イベリア人たちを自らへの友好と信頼に縛り付けた。
§10.34.2λαβὼν συναγωνιστὴν ἐκ ταὐτομάτου πρὸς τοῦτο τὸ μέρος Ἐδεκῶνα τὸν Ἐδετανῶν δυνάστην, ὃς ἅμα τῷ προσπεσεῖν τὴν Καρχηδόνος ἅλωσιν καὶ γενέσθαι κύριον τῆς γυναικὸς αὐτοῦ καὶ τῶν υἱῶν τὸν Πόπλιον, εὐθέως συλλογισάμενος τὴν ἐσομένην τῶν Ἰβήρων μεταβολὴν ἀρχηγὸς ἐβουλήθη γενέσθαι τῆς αὐτῆς ὁρμῆς,
この件に関して、彼はエデタニア人の支配者エデコンを、思いがけず協力者として得ることになった。 エデコンは、カルタゴの陥落と、プブリウスが自分の妻や息子たちを手中に収めたという知らせが届くやいなや、イベリア人たちにこれから起こるであろう心変わりを即座に察し、自らその同じ動きの先頭に立とうと望んだのである。
§10.34.3μάλιστα πεπεισμένος οὕτως τὴν γυναῖκα καὶ τὰ τέκνα κομιεῖσθαι καὶ δόξειν οὐ κατʼ ἀνάγκην, ἀλλὰ κατὰ πρόθεσιν αἱρεῖσθαι τὰ Ῥωμαίων·
そうすれば、妻や子供たちを取り戻せるだけでなく、余儀なくされてではなく、自発的な意志によってローマ側を選んだのだと見なされるだろうと強く確信してのことであった。
ἃ καὶ συνέβη γενέσθαι.
そしてそれは実際にその通りになった。
§10.34.4τῶν γὰρ δυνάμεων ἄρτι διαφειμένων εἰς τὴν παραχειμασίαν παρῆν εἰς τὴν Ταρράκωνα μετὰ τῶν οἰκείων καὶ φίλων.
軍勢が冬営のために解散したちょうどその頃、彼は身内や友人たちを伴ってタラコにやって来た。
§10.34.5ἐλθὼν δʼ εἰς λόγους τῷ Ποπλίῳ ταύτην ἔφη τοῖς θεοῖς μεγίστην χάριν ἔχειν, ὅτι πρῶτος τῶν κατὰ τὴν χώραν δυναστῶν ἥκει πρὸς αὐτόν.
彼はプブリウスと会見の場に及ぶと、この地域の支配者たちのうちで、自分が最も先んじて彼のもとに参じたことについて、神々に深く感謝していると述べた。
§10.34.6τοὺς μὲν γὰρ ἄλλους ἀκμὴν διαπέμπεσθαι καὶ βλέπειν πρὸς Καρχηδονίους, τὰς δὲ χεῖρας ἐκτείνειν Ῥωμαίοις· αὐτὸς δὲ παραγεγονέναι διδοὺς οὐ μόνον αὑτόν, ἀλλὰ καὶ τοὺς φίλους καὶ συγγενεῖς εἰς τὴν Ῥωμαίων πίστιν.
すなわち、他の者たちは未だに交渉を重ねてカルタゴ人の方を窺いつつ、一方でローマ人にも手を伸ばしているが、自分自身は、ただ自分だけでなく、友人や親族をもローマ人の信頼へと委ねるためにやって来たのだと。
διόπερ ἂν νομισθῇ παρʼ αὐτῷ φίλος καὶ σύμμαχος, §10.34.7μεγάλην μὲν αὐτῷ πρὸς τὸ παρὸν ἔφη, μεγάλην δʼ εἰς τὸ μέλλον παρέξεσθαι χρείαν.
それゆえ、もし彼のもとで友であり同盟者であると認められるならば、現在においても、また将来においても、彼にとって大いなる貢献を果たすだろうと述べた。
§10.34.8παραυτίκα μὲν γὰρ θεασαμένους τοὺς Ἴβηρας πρός τε τὴν φιλίαν αὑτὸν προσδεδεγμένον καὶ τετευχότα τῶν ἀξιουμένων πάντας ἐπὶ τὸ παραπλήσιον ἥξειν, σπουδάζοντας κομίσασθαι τοὺς ἀναγκαίους καὶ τυχεῖν τῆς Ῥωμαίων συμμαχίας· §10.34.9εἰς δὲ τὸν μετὰ ταῦτα χρόνον προκαταληφθέντας τῇ τοιαύτῃ τιμῇ καὶ φιλανθρωπίᾳ συναγωνιστὰς ἀπροφασίστους ὑπάρξειν αὐτῷ πρὸς τὰ κατάλοιπα τῶν ἔργων.
なぜなら、イベリア人たちは直ちに、彼が友好関係に受け入れられ、望むところすべてを叶えられたのを見て、自分たちの肉親を取り戻し、ローマの同盟を得ようと熱望して、全員が同じようにやって来るだろうからであり、またその後の将来においては、このような名誉と厚遇によってあらかじめ心を捉えられた彼らは、残された事業において、彼に対して言い訳を挟まない誠実な協力者となるからである。
§10.34.10διόπερ ἠξίου τὴν γυναῖκα καὶ τὰ τέκνα κομίσασθαι, καὶ κριθεὶς φίλος ἐπανελθεῖν εἰς τὴν οἰκείαν, ἵνα λαβὼν ἀφορμὴν εὔλογον ἐναποδείξηται τὴν αὑτοῦ καὶ τῶν φίλων εὔνοιαν κατὰ δύναμιν εἴς τε τὸν Πόπλιον αὐτὸν καὶ τὰ Ῥωμαίων πράγματα.
それゆえ彼は、妻と子供たちを取り戻し、友と認められて我が家へと帰ることを要望した。 それは、正当な拠り所を得た上で、自分自身や友人たちの好意を、プブリウス自身とローマの国事に対して、力の及ぶ限り実際に示すためであった。
§10.34.11Ἐδεκὼν μὲν οὖν τοιαῦτα
エデコンはこのような――

語釈・文法注

  1. 10.34.2ἅμα τῷ προσπεσεῖν τὴν Καρχηδόνος ἅλωσιν καὶ γενέσθαι κύριον τῆς γυναικὸς αὐτοῦ καὶ τῶν υἱῶν τὸν Πόπλιον — 前置詞句 `ἅμα τῷ`(〜するやいなや)が2つの不定詞 `προσπεσεῖν` と `γενέσθαι` を支配している。最初の不定詞の主語は対格の `τὴν Καρχηδόνος ἅλωσιν`(カルタゴの陥落)であり、2番目の不定詞の主語は対格の `τὸν Πόπλιον`(プブリウス)である。
  2. 10.34.6αὐτὸς δὲ παραγεγονέναι — 間接話法における不定詞 `παραγεγονέναι` の主語は伝聞の主体(エデコン)自身であるため、対格ではなく主格の `αὐτός` が用いられている(主格不定詞構文)。
  3. 10.34.8θεασαμένους τοὺς Ἴβηρας ... πάντας ... ἥξειν — 不定詞 `ἥξειν`(未来)の意味上の主語は対格の `πάντας` であり、先行する対格分詞句 `θεασαμένους τοὺς Ἴβηρας`(イベリア人たちが〜を目撃したとき)は、その `πάντας` に意味上かかっている。

この箇所を引用する

ポリュビオス, 歴史 §10.34.1-10.34.11. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:10.34.1-10.34.11

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。