§10.1.1ὄντων γὰρ ἀπὸ τοῦ πορθμοῦ καὶ τῆς Ῥηγίνων πόλεως σταδίων εἰς Τάραντα πλειόνων ἢ δισχιλίων, εἰς τέλος ἀλίμενον εἶναι συμβαίνει τὴν πλευρὰν τῆς Ἰταλίας ταύτην πλὴν τῶν ἐν Τάραντι λιμένων·
メッシーナ海峡およびレギオン市民の都市からタラスまでの距離が二千スタディオン以上あるので、タラスの港を除けば、イタリアのこの海岸線は完全に港を欠くことになっている。
§10.1.2ἣ τέτραπται μὲν εἰς τὸ Σικελικὸν πέλαγος, νεύει δὲ πρὸς τοὺς κατὰ τὴν Ἑλλάδα τόπους, ἔχει δὲ τῶν τε βαρβάρων ἐθνῶν τὰ πολυανθρωπότατα καὶ τῶν Ἑλληνίδων πόλεων τὰς ἐπιφανεστάτας.
この海岸はシケリア海に面しており、ギリシアの地域に向かって伸び、異民族のうちで最も人口の多い部族と、ギリシア人都市のうちで最も顕著な都市を擁している。
§10.1.3Βρέττιοι γὰρ καὶ Λευκανοὶ καί τινα μέρη τῶν Δαυνίων, ἔτι δὲ Καλαβροὶ καὶ πλείους ἕτεροι τοῦτο τὸ κλῖμα νέμονται τῆς Ἰταλίας·
なぜならブレッティ人、レウカノイ人、ダウニア人の一部、さらにはカラブリア人や他の多くの部族が、イタリアのこの地域に居住しているからである。
§10.1.4ὁμοίως δὲ καὶ τῶν Ἑλληνίδων πόλεων Ῥήγιον καὶ Καυλωνία καὶ Λοκροὶ καὶ Κρότων, ἔτι δὲ Μεταπόντιον καὶ Θούριοι ταύτην ἐπέχουσι τὴν παραλίαν,
同様にギリシアの都市のうち、レギオン、カウロニア、ロクロイ、クロトン、さらにメタポンティオンとトゥリオイが、この海岸線に位置している。
§10.1.5ὥστε καὶ τοὺς ἀπὸ Σικελίας καὶ τοὺς ἀπὸ τῆς Ἑλλάδος φερομένους ἐπί τινα τόπον τῶν προειρημένων κατʼ ἀνάγκην ὁρμεῖν ἐν τοῖς τῶν Ταραντίνων λιμέσι, καὶ τὰς ἀμείψεις καὶ τὰς οἰκονομίας πρὸς πάντας τοὺς κατέχοντας ταύτην τὴν πλευρὰν τῆς Ἰταλίας ἐν ταύτῃ ποιεῖσθαι τῇ πόλει.
そのため、シケリアからの航行者もギリシアからの航行者も、前述の地域のどこかに向かう際には必然的にタラス人の港に停泊せざるを得ず、イタリアのこの海岸線を支配するすべての人々との交易や取引を、この都市で行うことになる。
§10.1.6τεκμήραιτο δʼ ἄν τις τοῦ τόπου τὴν εὐκαιρίαν ἐκ τῆς περὶ Κροτωνιάτας γενομένης εὐδαιμονίας.
人はこの場所の好都合さを、クロトン人の間に生じた繁栄から推し量ることができるだろう。
ἐκεῖνοι γὰρ θερινοὺς ἔχοντες ὅρμους καὶ βραχεῖάν τινα παντελῶς προσαγωγήν, μεγάλην εὐδαιμονίαν δοκοῦσι περιποιήσασθαι διʼ οὐδὲν ἕτερον ἢ διὰ τὴν τῶν τόπων εὐφυΐαν, ἣν οὐδὲ συγκρίνειν ἄξιόν ἐστι τοῖς Ταραντίνων λιμέσι καὶ τόποις.
なぜなら彼らは、夏用の錨地と完全に狭い進入路しか持たなかったにもかかわらず、その土地の自然の好条件以外の何物によってでもなく、多大な繁栄を手に入れたと見なされているからであり、その好条件はタラス人の港や土地とは比較にすら値しないものである。
§10.1.7τέτακται δὲ καὶ πρὸς τοὺς κατὰ τὸν Ἀδρίαν λιμένας εὐφυῶς καὶ νῦν μέν, ἔτι δὲ μᾶλλον ἦν πρὸ τοῦ.
またタラスはアドリア海沿いの諸港に対しても好都合に位置しており、現在もそうであるが、以前はなおさらそうであった。
§10.1.8ἀπὸ γὰρ ἄκρας Ἰαπυγίας ἕως εἰς Σιποῦντα πᾶς ὁ προσφερόμενος ἐκ τῶν ἀντιπέρας καὶ καθορμισθεὶς πρὸς τὴν Ἰταλίαν εἰς Τάραντʼ ἐποιεῖτο τὴν ὑπερβολήν, καὶ ταύτῃ συνεχρῆτο τῇ πόλει πρὸς τὰς ἀλλαγὰς καὶ μεταθέσεις οἷον [εἰ] ἐμπορίῳ·
なぜなら、ヤピュギアの岬からシプースに至るまで、対岸からやって来てイタリアに接岸しようとするすべての者は、タラスへの航路をとり、交易や商品の移動のために、この都市をいわば市場として利用していたからである。
§10.1.9οὐδέπω γὰρ συνέβαινε τότε τὴν τῶν Βρεντεσίνων ἐκτίσθαι πόλιν.
なぜなら、当時はまだブレンテシオン人の都市が建設されていなかったからである。
§10.1.10διόπερ ὁ Φάβιος, ἐν μεγάλῳ τιθέμενος τὴν ἐπιβολήν, τἄλλα παρεὶς πρὸς ταῖς εἰς τοῦτο τὸ μέρος ἦν ἐπινοίαις.
それゆえファビウスは、この企てを極めて重視し、他のことは差し置いて、この地域に関する計略に没頭していた。