Humanitext Reader

ポリュビオス · 歴史 §1.44.1-1.44.7

ハンニバルによるリリュバイオンへの救援と封鎖突破

44 / 1311 箇所 · ギリシア語

要旨

カルタゴ本国が派遣したハンニバル率いる救援艦隊が、天候を活かした大胆な作戦により、ローマ軍の包囲を突破してリリュバイオンへの入港と兵力増強に成功する様子が描かれる。次の章(第45章)も要約しましょうか?

§1.44.1οἱ δʼ ἐν τῇ Καρχηδόνι τούτων μὲν οὐδὲν εἰδότες, συλλογιζόμενοι δὲ τὰς ἐν ταῖς πολιορκίαις χρείας, πληρώσαντες στρατιωτῶν πεντήκοντα ναῦς καὶ παρακαλέσαντες τοῖς ἁρμόζουσι λόγοις τῆς πράξεως τὸν ἐπὶ τούτοις τεταγμένον Ἀννίβαν, ὃς ἦν Ἀμίλκου μὲν υἱὸς τριήραρχος δὲ καὶ φίλος Ἀτάρβου πρῶτος, ἐξαπέστειλαν κατὰ σπουδήν, ἐντειλάμενοι μὴ καταμελλῆσαι, χρησάμενον δὲ σὺν καιρῷ τῇ τόλμῃ βοηθῆσαι τοῖς πολιορκουμένοις.
一方カルタゴにいる人々は、これらの状況を何も知らず、ただ包囲戦において必要となるものを考慮して、兵士を乗せた五十隻の船を整え、この船隊を指揮するために配されたハミルカルの息子であり三段櫂船の指揮官でアタルバスの第一の友人であったハンニバルを、その作戦にふさわしい言葉で鼓舞した上で、好機にその大胆さを発揮して包囲されている人々を救援するよう、遅滞なく急ぎ出発するよう命じて彼を派遣した。
§1.44.2ὁ δʼ ἀναχθεὶς μετὰ μυρίων στρατιωτῶν καὶ καθορμισθεὶς ἐν ταῖς καλουμέναις Αἰγούσσαις, μεταξὺ δὲ κειμέναις Λιλυβαίου καὶ Καρχηδόνος, ἐπετήρει τὸν πλοῦν.
彼は一万の兵士とともに出航し、リリュバイオンとカルタゴの間に位置する、いわゆるアイグーサイ諸島に投錨して、航海の機会をうかがっていた。
λαβὼν δʼ οὔριον καὶ λαμπρὸν ἄνεμον,
そして、順風かつ強い風を得ると、すべての帆を広げ、風に乗って港の入り口そのものへと向かって航行した。
§1.44.3ἐκπετάσας πᾶσι τοῖς ἀρμένοις καὶ κατουρώσας ἐπʼ αὐτὸ τὸ στόμα τοῦ λιμένος ἐποιεῖτο τὸν πλοῦν, ἔχων καθωπλισμένους καὶ πρὸς μάχην ἑτοίμους τοὺς ἄνδρας ἐπὶ τῶν καταστρωμάτων.
その際、甲板の上には完全に武装し戦闘態勢を整えた兵たちを配していた。
§1.44.4οἱ δὲ Ῥωμαῖοι τὰ μὲν αἰφνιδίου γενομένης τῆς ἐπιφανείας, τὰ δὲ φοβούμενοι μὴ σὺν τοῖς πολεμίοις ὑπὸ τῆς βίας τοῦ πνεύματος συγκατενεχθῶσιν εἰς τὸν λιμένα τῶν ὑπεναντίων, τὸ μὲν διακωλύειν τὸν ἐπίπλουν τῆς βοηθείας ἀπέγνωσαν, ἐπὶ δὲ τῆς θαλάττης ἔστησαν καταπεπληγμένοι τὴν τῶν πολεμίων τόλμαν.
一方、ローマ人たちは、一つにはその出現が突然であったため、また一つには、風の猛烈な勢いによって敵とともに相手の港へと流し込まれてしまうことを恐れたため、救援軍の入港を阻止することを諦め、海上で敵の大胆さに圧倒されて立ち尽くした。
§1.44.5τὸ δʼ ἐκ τῆς πόλεως πλῆθος ἡθροισμένον ἐπὶ τὰ τείχη πᾶν ἅμα μὲν ἠγωνία τὸ συμβησόμενον, ἅμα δʼ ἐπὶ τῷ παραδόξῳ τῆς ἐλπίδος ὑπερχαρὲς ὑπάρχον μετὰ κρότου καὶ κραυγῆς παρεκάλει τοὺς εἰσπλέοντας.
一方、城壁に集まった市内の群衆全体は、これから起こることにやきもきする一方で、予期せぬ希望に歓喜に満ちあふれ、拍手と歓声をもって入港してくる者たちを応援した。
§1.44.6Ἀννίβας δὲ παραβόλως καὶ τεθαρρηκότως εἰσδραμὼν καὶ καθορμισθεὶς εἰς τὸν λιμένα μετʼ ἀσφαλείας ἀπεβίβασε τοὺς στρατιώτας.
ハンニバルは、大胆かつ恐れを知らずに突入し、安全に港内へ入ると、兵士たちを上陸させた。
§1.44.7οἱ δʼ ἐν τῇ πόλει πάντες οὐχ οὕτως ἦσαν ἐπὶ τῇ τῆς βοηθείας παρουσίᾳ περιχαρεῖς, καίπερ μεγάλην ἐλπίδα καὶ χεῖρα προσειληφότες, ὡς ἐπὶ τῷ μὴ τετολμηκέναι τοὺς Ῥωμαίους κωλῦσαι τὸν ἐπίπλουν τῶν Καρχηδο
一方、市内の人々全体は、大きな希望と強力な援軍を手に入れたこと自体よりもむしろ、ローマ人がカルタゴ人の入港を阻止する勇気を持てなかったことに対して、よりいっそう喜んでいた。

語釈・文法注

  1. §1.44.1τὸν ἐπὶ τούτοις τεταγμένον Ἀννίβαν — 代名詞 τούτοις(与格・中性・複数)は直前の「50隻の船」あるいはその派遣作戦を指す。このハンニバルは、のちのハンニバル・バルカではなく、ハミルカル(別名)の息子である。
  2. §1.44.4τὰ μὲν ... τὰ δὲ — 代名詞の対格中性複数形が副詞的に用いられ、「一つには……、また一つには……」と、ローマ人が行動を起こさなかった並列的な二つの理由を導入している。前者は属格独立絶対(αἰφνιδίου γενομένης τῆς ἐπιφανείας)、後者は主格分詞に導かれる恐れの副詞節(φοβούμενοι μὴ ...)である。
  3. §1.44.7οὐχ οὕτως ... ὡς ἐπὶ — 比較構文 οὐχ οὕτως ... ὡς ... は「……ほどには〜ない(〜というよりはむしろ……である)」を意味する。援軍の到来(ἐπὶ τῇ τῆς βοηθείας παρουσίᾳ)に対する喜びと、ローマ人が入港を阻まなかったこと(ἐπὶ τῷ μὴ τετολμηκέναι...)に対する喜びが対比されている。なお、テキスト末尾の不完全な語 Καρχηδο は属格複数 Καρχηδονίων の省略・破損と解釈される。

この箇所を引用する

ポリュビオス, 歴史 §1.44.1-1.44.7. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:1.44.1-1.44.7

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。