§1ὤιμην μέν, ὦ βουλή, οὐκ ἄν ποτʼ εἰς τοῦτο τόλμης Φίλωνα ἀφικέσθαι, ὥστε ἐθελῆσαι εἰς ὑμᾶς ἐλθεῖν δοκιμασθησόμενον·
評議会の方々よ、私はフィロンが、自らの資格審査を受けるためにあなたがたの前に進み出ることを望むほど、これほどの図々しさに達するとは思いもしませんでした。
ἐπειδὴ δὲ οὐχ ἕν τι μόνον ἀλλὰ πολλὰ τολμηρός ἐστιν, §2ἐγὼ δὲ ὀμόσας εἰσῆλθον εἰς τὸ βουλευτήριον τὰ βέλτιστα βουλεύσειν τῇ πόλει, ἔνεστί τε ἐν τῷ ὅρκῳ ἀποφανεῖν εἴ τίς τινα οἶδε τῶν λαχόντων ἀνεπιτήδειον ὄντα βουλεύειν, ἐγὼ τὴν κατὰ τουτουὶ Φίλωνος ποιήσομαι κατηγορίαν, οὐ μέντοι γε ἰδίαν ἔχθραν οὐδεμίαν μεταπορευόμενος, οὐδὲ τῷ δύνασθαι καὶ εἰωθέναι λέγειν ἐν ὑμῖν ἐπαρθείς, ἀλλὰ τῷ πλήθει τῶν ἁμαρτημάτων αὐτοῦ πιστεύων, καὶ τοῖς ὅρκοις οἷς ὤμοσα ἐμμένειν ἀξιῶν.
しかし、彼はただ一つのことだけでなく、多くのことにおいて図々しいので、そして私は、この評議場に入るにあたり、国家にとって最善の勧告をなすことを誓い、またその誓いの中には、抽選で選ばれた者のうち、評議員になるのに不適格な者を誰かが知っているならば告発すべきことが含まれているため、私はこのフィロンに対する告発を行うことにいたします。 何ら個人的な怨恨を追求するためではなく、またあなたがたの前で話す能力があることやそれに慣れていることにのぼせ上がったからでもなく、彼の過ちの多さを確信し、自分が誓った誓いを守るべきだと考えてのことです。
§3γνώσεσθε μὲν οὖν ὅτι οὐκ ἀπὸ ἴσης παρασκευῆς ἐγώ τε τοῦτον ἐλέγξω οἷός ἐστι, καὶ οὗτος ἐπεχείρησε πονηρὸς εἶναι·
それゆえ、私がこの男の正体を暴くための準備と、この男が極悪人になろうと企てたこととは、対等な準備のもとで行われるのではないことを、あなたがたは知るでしょう。
ὅμως δʼ εἴ τι ἐγὼ ἐλλείποιμι τῷ λόγῳ τῆς κατηγορίας, οὐκ ἂν δίκαιος εἴη οὗτος διὰ τοῦτο ὠφεληθῆναι, ἀλλὰ μᾶλλον, ὅ τι ἱκανῶς διδάξαιμι,
しかしながら、もし私が告発の弁論において何か不十分な点があったとしても、この男がそのために恩恵を受けるのは正当ではないでしょう。
§4ἐκ τούτων ἀποδοκιμασθῆναι.
むしろ、私が十分に説明したことに基づいて、資格を否決されるべきなのです。
ἐνδεῶς μὲν γὰρ διὰ τὴν ἀπειρίαν πάντων τῶν τούτῳ πεπραγμένων, ἱκανῶς δὲ διὰ τὴν περὶ αὐτὸν κακίαν εἰρηκὼς ἂν εἴην.
というのも、彼がなしたすべての事柄に対する経験不足のせいで不十分な説明しかできないにしても、彼自身の邪悪さのせいで十分なことを語ったことになるからです。
ἀξιῶ δὲ καὶ ὑμῶν οἵτινες δυνατώτεροι ἐμοῦ εἰσι λέγειν, ἀποφῆναι μείζω ὄντα αὐτοῦ τὰ ἁμαρτήματα, καὶ ἐξ ἂν ἐγὼ ὑπολίπω, πάλιν αὐτοὺς περὶ ὧν ἴσασι κατηγορῆσαι Φίλωνος·
私は、あなたがたのうちで私よりも弁論に長けた人々が、彼の過ちがさらに大きいものであることを示し、私が言い残したことから、彼らが知っていることについて再びフィロンを告発することを望みます。
οὐ γὰρ ἐκ τῶν ὑπʼ ἐμοῦ μόνου λεγομένων δεῖ ὑμᾶς περὶ αὐτοῦ ὁποῖός ἐστι σκέψασθαι.
なぜなら、あなたがたは私一人の語る言葉だけから、彼がどのような人間であるかを判断すべきではないからです。
§5ἐγὼ γὰρ οὐκ ἄλλους τινάς φημι δίκαιον εἶναι βουλεύειν περὶ ἡμῶν, ἢ τοὺς πρὸς τῷ εἶναι πολίτας καὶ ἐπιθυμοῦντας τούτου.
なぜなら、私は我々に関して評議会の議員となるのが正当であるのは、市民であることに加えて、そうであることを強く望んでいる人々をおいてほかにないと主張するからです。
τούτοις μὲν γὰρ μεγάλα τὰ διαφέροντά ἐστιν εὖ τε πράττειν τὴν πόλιν τήνδε καὶ ἀνεπιτηδείως διὰ τὸ ἀναγκαῖον σφίσιν αὐτοῖς ἡγεῖσθαι εἶναι μετέχειν τὸ μέρος τῶν δεινῶν,
彼らにとっては、この国家が繁栄することもそうでないことも、きわめて重大な利害関係があります。 なぜなら、降りかかる危難の分け前を分かち合うことが自分たちにとって必然であると考えているからです。
§6ὥσπερ καὶ τῶν ἀγαθῶν μετέχουσι·
それは彼らが善きものの分け前をあずかるのと同様です。
ὅσοι δὲ φύσει μὲν πολῖταί εἰσι, γνώμῃ δὲ χρῶνται ὡς πᾶσα γῆ πατρὶς αὐτοῖς ἐστιν ἐν ᾗ ἂν τὰ ἐπιτήδεια ἔχωσιν, οὗτοι δῆλοί εἰσιν ὅτι κἂν παρέντες τὸ τῆς πόλεως κοινὸν ἀγαθὸν ἐπὶ τὸ ἑαυτῶν ἴδιον κέρδος ἔλθοιεν διὰ τὸ μὴ τὴν πόλιν ἀλλὰ τὴν οὐσίαν πατρίδα ἑαυτοῖς ἡγεῖσθαι.
これに対して、生まれながらの市民でありながら、必要な生活資材が得られる場所ならどこでもそこが自分たちの祖国であるという考えを抱く者たちは、国家の共通の善を差し置いて、自らの私的な利益に走ることが明らかです。 なぜなら、国家ではなく、自らの財産を祖国であると考えているからです。
§7ἐγὼ τοίνυν ἀποφανῶ Φίλωνα τουτονὶ περὶ πλείονος ποιησάμενον τὴν ἰδίαν ἀσφάλειαν ἢ τὸν κοινὸν τῆς πόλεως κίνδυνον, καὶ ἡγησάμενον κρεῖττον εἶναι αὐτὸν ἀκινδύνως τὸν βίον διάγειν ἢ τὴν πόλιν σῴζειν ὁμοίως τοῖς ἄλλοις πολίταις κινδυνεύοντα.
そこで私は、このフィロンが国家の共通の危機よりも個人の安全を重んじ、他の市民たちと同様に危険を冒して国家を救うよりも、危険を冒さずに人生を送る方が自分にとって勝っていると考えたことを証明いたします。
§8οὗτος γάρ, ὦ βουλή, ὅτε ἡ συμφορὰ τῇ πόλει ἦν (ἧς ἐγώ, καθʼ ὅσον ἀναγκάζομαι, κατὰ τοσοῦτον μέμνημαι), ἐκκεκηρυγμένος ἐκ τοῦ ἄστεως ὑπὸ τῶν τριάκοντα μετὰ τοῦ ἄλλου πλήθους τῶν πολιτῶν τέως μὲν ᾤκει ἐν ἀγρῷ, ἐπειδὴ δὲ οἱ ἀπὸ Φυλῆς κατῆλθον εἰς τὸν Πειραιᾶ, καὶ οὐ μόνον οἱ ἐκ τῶν ἀγρῶν ἀλλὰ καὶ οἱ ἐκ τῆς ὑπερορίας οἱ μὲν εἰς τὸ ἄστυ οἱ δʼ εἰς τὸν Πειραιᾶ συνελέγοντο, καὶ καθʼ ὅσον ἕκαστος οἷός τʼ ἦν, κατὰ τοσοῦτον ἐβοήθει τῇ πατρίδι, τὰ ἐναντία ἅπασι τοῖς ἄλλοις πολίταις ἐποίησε·
というのも、評議会の方々よ、国家にあの災難(私は必要に迫られる限りにおいてのみ、そのことに言及するのですが)が降りかかったとき、この男は、三十人政権によって他の大勢の市民たちとともに市街から追放され、しばらくの間は田舎に住んでいました。 しかし、ピュレからの人々がピレウスに帰還し、田舎からの人々だけでなく、国外からの人々までもがある者は市街へ、ある者はピレウスへと集まり、各自ができる限りにおいて祖国を救援したとき、彼は他のすべての市民たちとは正反対のことをしたのです。