Humanitext Reader

リュシアス · 第三十弁論 二コマコス弾劾 §1-8

ニコマコスの記録官職濫用と原告への反論

1 / 4 箇所 · ギリシア語

要旨

告訴人は、被告人ニコマコスが法律記録官の職務を濫用して不当に法律を改ざんし、かつての職務の監査を免れている不正を告発する。さらに、彼が自己に投げかけると予想される「四百人」の寡頭政に関与したという中傷に対して、弁護の反論を提示する。

§1ἤδη, ὦ ἄνδρες δικασταί, τινὲς εἰς κρίσιν καταστάντες ἀδικεῖν μὲν ἔδοξαν, ἀποφαίνοντες δὲ τὰς τῶν προγόνων ἀρετὰς καὶ τὰς σφετέρας αὐτῶν εὐεργεσίας συγγνώμης ἔτυχον παρʼ ὑμῶν.
裁判員諸君、これまでに裁判にかけられ、一方では有罪と思われる身でありながら、他方では祖先の徳や自らの善行を示すことで、あなた方から寛恕を得た者たちもいます。
ἐπειδὴ τοίνυν καὶ τῶν ἀπολογουμένων ἀποδέχεσθε, ἐάν τι ἀγαθὸν φαίνωνται τὴν πόλιν πεποιηκότες, ἄξιον καὶ τῶν κατηγόρων ὑμᾶς ἀκροάσασθαι, ἐὰν ἀποφαίνωσι τοὺς φεύγοντας πάλαι πονηροὺς ὄντας.
それゆえ、あなた方が被告人の側に対しても、彼らが国家に何か善いことをした形跡があるならそれを受け入れるというのであるから、告訴人の側に対しても、被告人たちが昔から悪人であったことを示すなら、その主張に耳を傾けるのが当然であります。
ὅτι μὲν τοίνυν ὁ πατὴρ ὁ Νικομάχου δημόσιος ἦν, §2καὶ οἷα νέος ὢν οὗτος ἐπετήδευσε, καὶ ὅσα ἔτη γεγονὼς εἰς τοὺς φράτερας εἰσήχθη, πολὺ ἂν ἔργον εἴη, λέγειν·
さて、ニコマコスの父親が公奴であったこと、そして彼が若かりし頃にどのような生き方をしていたか、また何歳になってフラトリアに紹介されたかを語ることは、大変な労力を要することでしょう。
ἐπειδὴ δὲ τῶν νόμων ἀναγραφεὺς ἐγένετο, τίς οὐκ οἶδεν οἷα τὴν πόλιν ἐλυμήνατο;
しかし、彼が法律記録官になって以来、いかに国家に害を及ぼしたかを知らない者がいるでしょうか。
προσταχθὲν γὰρ αὐτῷ τεττάρων μηνῶν ἀναγράψαι τοὺς νόμους τοὺς Σόλωνος, ἀντὶ μὲν Σόλωνος αὑτὸν νομοθέτην κατέστησεν, ἀντὶ δὲ τεττάρων μηνῶν ἑξέτη τὴν ἀρχὴν ἐποιήσατο, καθʼ ἑκάστην δὲ ἡμέραν ἀργύριον λαμβάνων τοὺς μὲν ἐνέγραφε τοὺς δὲ ἐξήλειφεν.
ソロンの法律を4ヶ月以内に書き写すよう彼に命じられたのに、彼はソロンの代わりに自分自身を立法者に据え、4ヶ月の代わりに6年間もその職にとどまり、毎日金を受け取っては、ある法律を書き加え、ある法律を消し去っていたのです。
§3εἰς τοῦτο δὲ κατέστημεν ὥστε ἐκ τῆς τούτου χειρὸς ἐταμιευόμεθα τοὺς νόμους καὶ οἱ ἀντίδικοι ἐπὶ τοῖς δικαστηρίοις ἐναντίους παρείχοντο, ἀμφότεροι παρὰ Νικομάχου φάσκοντες εἰληφέναι.
我々は、法律が彼の支配から小出しにされるような状態に陥り、法廷での訴訟当事者たちがお互いに矛盾する法律を提出し、双方がそれをニコマコスから受け取ったと主張するほどでした。
ἐπιβαλλόντων δὲ τῶν ἀρχόντων ἐπιβολὰς καὶ εἰσαγόντων εἰς τὸ δικαστήριον οὐκ ἠθέλησε παραδοῦναι τοὺς νόμους·
役人たちが罰金を科し、彼を法廷に告発しても、彼は法律を引き渡そうとしませんでした。
ἀλλὰ πρότερον ἡ πόλις εἰς τὰς μεγίστας συμφορὰς κατέστη, πρὶν τοῦτον ἀπαλλαγῆναι τῆς ἀρχῆς καὶ τῶν πεπραγμένων εὐθύνας ὑποσχεῖν.
それどころか、彼が職を退いてその事績の監査を受けるよりも前に、国家は最大の悲劇に陥ってしまったのです。
§4καὶ γάρ τοι, ὦ ἄνδρες δικασταί, ἐπειδὴ ἐκείνων δίκην οὐ δέδωκεν, ὁμοίαν καὶ νῦν τὴν ἀρχὴν κατεστήσατο, ὅστις πρῶτον μὲν τέτταρα ἔτη ἀνέγραψεν, ἐξὸν αὐτῷ τριάκοντα ἡμερῶν ἀπαλλαγῆναι·
そして実際、裁判員諸君、彼はそれらの行為に対する処罰を受けなかったので、今回も同様の職を設けました。
ἔπειτα διωρισμένον ἐξ ὧν ἔδει ἀναγράφειν, αὑτὸν ἁπάντων κύριον ἐποιήσατο, καὶ ὅσα οὐδεὶς πώποτε διαχειρίσας μόνος οὗτος τῶν ἀρξάντων εὐθύνας οὐκ ἔδωκεν,
彼は30日以内に職を終えることができたはずなのに、まず4年間も記録を行い、次に、書き写すべき対象が定められていたにもかかわらず、自らをすべての決定権者とし、かつて誰も処理しなかったほど多くの事柄を扱いながら、職を務めた者のうち彼一人だけが監査を受けなかったのです。
§5ἀλλʼ οἱ μὲν ἄλλοι τῆς αὑτῶν ἀρχῆς κατὰ πρυτανείαν λόγον ἀποφέρουσι, σὺ δέ, ὦ Νικόμαχε, οὐδὲ τεττάρων ἐτῶν ἠξίωσας ἐγγράψαι, ἀλλὰ μόνῳ σοὶ τῶν πολιτῶν ἐξεῖναι νομίζεις ἄρχειν πολὺν χρόνον, καὶ μήτε εὐθύνας διδόναι μήτε τοῖς ψηφίσμασι πείθεσθαι μήτε τῶν νόμων φροντίζειν, ἀλλὰ τὰ μὲν ἐγγράφεις τὰ δʼ ἐξαλείφεις, καὶ εἰς τοῦτο ὕβρεως ἥκεις ὥστε σαυτοῦ νομίζεις εἶναι τὰ τῆς πόλεως,
他の者たちはプリュタネイアごとに自らの職務の会計報告を提出するのに対し、ニコマコスよ、お前は4年間の報告すら登録しようとせず、市民の中で自分だけが長期間支配し、監査も受けず、民会決議にも従わず、法律を顧みることもないままでいるのが許されていると考えている。
§6αὐτὸς δημόσιος ὤν.
お前はある法律を書き加え、ある法律を消し去り、国家の財産を自分のものと思い込むほどに傲慢を極めているのだ、自分自身が公奴の身でありながら。
ὑμᾶς τοίνυν χρή, ὦ ἄνδρες δικασταί, ἀναμνησθέντας καὶ τῶν προγόνων τῶν Νικομάχου, οἵτινες ἦσαν, καὶ οὗτος ὡς ἀχαρίστως ὑμῖν προσενήνεκται παρανομήσας, κολάσαι αὐτόν, καὶ ἐπειδὴ ἑνὸς ἑκάστου δίκην οὐκ εἰλήφατε, νῦν ὑπὲρ ἁπάντων γοῦν τὴν τιμωρίαν ποιήσασθαι.
それゆえ裁判員諸君、あなた方はニコマコスの先祖たちがどのような者たちであったか、また彼が法を犯してどれほど恩知らずにあなた方に接してきたかを思い起こし、彼を処罰すべきであり、また個々の過ちに対してその都度処罰を下してこなかったからこそ、今やそのすべてのために刑罰を下すべきなのです。
§7ἴσως δέ, ὦ ἄνδρες δικασταί, ἐπειδὰν περὶ αὑτοῦ μηδὲν δύνηται ἀπολογεῖσθαι, ἐμὲ διαβάλλειν πειράσεται.
おそらく、裁判員諸君、彼は自分自身については何ら弁護できなくなると、私を中傷しようと試みるでしょう。
τότε δὲ περὶ τῶν ἐμῶν τούτῳ ἀξιῶ πιστεύειν ὑμᾶς, ὁπόταν ἀπολογίας ἐμοὶ δοθείσης μὴ δύνωμαι ψευδόμενον αὐτὸν ἐξελέγξαι.
しかし、私のことについて彼が言うことをあなた方が信じるのは、私に弁護の機会が与えられた上で、嘘をついている彼を私が論破できないその時に限ってほしいと思います。
ἐὰν δʼ ἄρα ἐπιχειρῇ λέγειν ἅπερ ἐν τῇ βουλῇ, ὡς ἐγὼ τῶν τετρακοσίων ἐγενόμην, ἐνθυμεῖσθε ὅτι ἐκ τῶν τοιαῦτα λεγόντων τῶν τετρακοσίων πλεῖν ἢ χίλιοι γενήσονται·
もし彼が評議会で主張したように、私が四百人の一員であったと言い張るなら、そのようなことを口にする者たちに従えば、四百人のメンバーは千人以上にも上ることになるという点を考慮してください。
καὶ γὰρ τοὺς ἔτι παῖδας ὄντας ἐν ἐκείνῳ τῷ χρόνῳ καὶ τοὺς ἀποδημοῦντας οἱ διαβάλλειν βουλόμενοι ταῦτα λοιδοροῦσιν.
なぜなら、当時まだ子供だった者や、海外にいた者に対しても、中傷を望む者たちはそのように非難するからであります。
§8ἐγὼ δὲ οὕτω πολλοῦ ἐδέησα τῶν τετρακοσίων γενέσθαι, ὥστε οὐδὲ τῶν πεντακισχιλίων κατελέγην.
私は四百人の一員になるどころか、五千人の名簿にさえ登録されませんでした。
δεινὸν δέ μοι δοκεῖ εἶναι ὅτι, εἰ μὲν περὶ ἰδίων συμβολαίων ἀγωνιζόμενος οὕτω φανερῶς ἐξήλεγχον αὐτὸν ἀδικοῦντα, οὐδʼ ἂν αὐτὸς ἠξίωσε τοιαῦτα ἀπολογούμενος ἀποφεύγειν, νυνὶ δὲ περὶ τῶν τῆς πόλεως κρινόμενος οἰήσεται χρῆναι ἐμοῦ κατηγορῶν ὑμῖν μὴ δοῦναι δίκην.
私にとって理不尽に思えるのは、もし私的な契約に関する争いにおいて私が彼をこれほど明白に不正であると証明したなら、彼自身もそのような弁護によって罪を免れようとは望まなかったであろうに、今や国家の事柄を巡って裁判にかけられているというのに、私を告発することで、あなた方に対して処罰を免れるべきだと考えていることです。

語釈・文法注

  1. §1τῶν ἀπολογουμένων ἀποδέχεσθε — 動詞 `ἀποδέχομαι`(受け入れる)が属格を支配する構文。「被告人たちの(言い分)を受け入れる」を意味する。直後の `ἐάν` 節は、この受容の前提条件となる内容を補足説明している。
  2. §2προσταχθὲν — 非人称動詞 `προστάττω`(命じる)の受動分詞中性単数対格(または主格)による対格絶対構文。「〜ということが彼に命じられていたにもかかわらず」という譲歩の意味を表す。主語は後続の不定詞句 `τεττάρων μηνῶν ἀναγράψαι...`。
  3. §4ἐξὸν — 非人称動詞 `ἔξεστι`(可能である、許されている)の分詞中性単数による対格絶対構文。「(30日以内に職務を終えることが)可能であったのにもかかわらず」という譲歩の意味を表す。主語は不定詞 `ἀπαλλαγῆναι` である。
  4. §7τότε... ὁπόταν — 指示副詞 `τότε`(その時に)と関係副詞 `ὁπόταν`(〜するときはいつでも)の呼応。「(自分の弁護機会において彼の嘘を暴けない)その時に初めて、信じてほしい」という強い限定条件を表す構文。
  5. §8πολλοῦ ἐδέησα — 非人称動詞の過去形 `πολλοῦ ἐδέησα`(私ははるかに及ばなかった)に、否定の意味を込めて不定詞(`γενέσθαι`)が続く慣用表現。「四百人の一員になるどころか(到底そうではなかった)」を意味する。

この箇所を引用する

リュシアス, 第三十弁論 二コマコス弾劾 §1-8. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0540.tlg030.humanitext-grc2:1-8

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。