Humanitext Reader

リュシアス · 第二十八弁論 エルゴクレス告発 §1-9

エルゴクレスの不正蓄財の告発と処罰の要求

1 / 2 箇所 · ギリシア語

要旨

エルゴクレスの罪状を挙げ、彼らの不正行為を非難し、アテナイの市民たちに厳罰を求める演説の一部。

§1τὰ μὲν κατηγορημένα οὕτως ἐστὶ πολλὰ καὶ δεινά, ὦ ἄνδρες Ἀθηναῖοι, ὥστε οὐκ ἄν μοι δοκεῖ δύνασθαι Ἐργοκλῆς ὑπὲρ ἑνὸς ἑκάστου τῶν πεπραγμένων αὐτῷ πολλάκις ἀποθανὼν δοῦναι δίκην ἀξίαν τῷ ὑμετέρῳ πλήθει.
アテナイの皆さん、告発された事柄は非常に多く、かつ重大であるため、私には、エルゴクレスが自ら行った行為の一つひとつに対して何度も死んだとしても、あなた方の民衆にふさわしい罰を支払うことはできないように思われます。
καὶ γὰρ πόλεις προδεδωκὼς φαίνεται, καὶ προξένους καὶ πολίτας ὑμετέρους ἠδικηκώς, καὶ ἐκ πένητος ἐκ τῶν ὑμετέρων πλούσιος γεγενημένος.
というのも、彼は都市を裏切ったことが明らかであり、あなた方の保護民や市民に不正を働き、かつては貧しかったのに、あなた方の財産によって富豪になったからです。
§2καίτοι πῶς αὐτοῖς χρὴ συγγνώμην ἔχειν, ὅταν ὁρᾶτε τὰς μὲν ναῦς, ὧν ἦρχον οὗτοι, διʼ ἀπορίαν χρημάτων καταλυομένας καὶ ἐκ πολλῶν ὀλίγας γιγνομένας, τούτους δὲ πένητας καὶ ἀπόρους ἐκπλεύσαντας οὕτως ταχέως πλείστην τῶν πολιτῶν οὐσίαν κεκτημένους;
それなのに、彼らが指揮していた船が資金不足のために解体され、多数あったものが少数になっていくのを目にする一方で、彼ら自身は貧しく困窮して出航したのに、これほど急速に市民の中で最大の財産を所有するに至ったのを見るとき、どうして彼らを許すことができるでしょうか。
ὑμέτερον τοίνυν ἔργον ἐστίν, ὦ ἄνδρες Ἀθηναῖοι,
それゆえ、アテナイの皆さん、あなた方の務めは、このような事柄に対して怒ることです。
§3ἐπὶ τοῖς τοιούτοις ὀργίζεσθαι· καὶ γὰρ δὴ δεινὸν ἂν εἴη, εἰ νῦν μὲν οὕτως αὐτοὶ πιεζόμενοι ταῖς εἰσφοραῖς συγγνώμην τοῖς κλέπτουσι καὶ τοῖς δωροδοκοῦσιν ἔχοιτε, ἐν δὲ τῷ τέως χρόνῳ, καὶ τῶν οἴκων τῶν ὑμετέρων μεγάλων ὄντων καὶ τῶν δημοσίων προσόδων μεγάλων οὐσῶν, θανάτῳ ἐκολάζετε τοὺς τῶν ὑμετέρων ἐπιθυμοῦντας.
なぜなら、今あなた方自身が直接税によってこれほど苦しめられながらも、盗みを働く者や賄賂を受け取る者たちを許す一方で、かつてあなた方の私財が豊かで、国家収入も豊かであった時期には、あなた方の財産を貪る者たちを死刑に処していたとするなら、それは実に恐るべきことだからです。
§4οἶμαι δʼ ἔγωγε πάντας ἂν ὑμᾶς ὁμολογῆσαι, εἰ ὑμῖν Θρασύβουλος ἐπηγγέλλετο τριήρεις ἔχων ἐκπλεύσεσθαι καὶ ταύτας παλαιὰς ἀντὶ καινῶν παραδώσειν, καὶ τοὺς μὲν κινδύνους ὑμετέρους ἔσεσθαι, τὰς δʼ ὠφελείας τῶν αὑτοῦ φίλων, καὶ ὑμᾶς μὲν διὰ τὰς εἰσφορὰς πενεστέρους ἀποδείξειν, Ἐργοκλέα δὲ καὶ τοὺς κόλακας τοὺς αὑτοῦ πλουσιωτάτους τῶν πολιτῶν ποιήσειν, οὐδένα ἂν ὑμῶν ἐπιτρέψαι τὰς ναῦς ἐκεῖνον ἔχοντα ἐκπλεῦσαι, §5ἄλλως τε ἐπειδή, ὡς τάχιστα ὑμεῖς ἐψηφίσασθε τὰ χρήματα ὑπογράψαι τὰ ἐκ τῶν πόλεων εἰλημμένα καὶ τοὺς ἄρχοντας τοὺς μετʼ ἐκείνου καταπλεῖν εὐθύνας δώσοντας, Ἐργοκλῆς ἔλεγεν ὡς ἤδη συκοφαντεῖτε καὶ τῶν ἀρχαίων νόμων ἐπιθυμεῖτε, καὶ Θρασυβούλῳ συνεβούλευε Βυζάντιον καταλαβεῖν καὶ τὰς ναῦς ἔχειν καὶ τὴν Σεύθου θυγατέρα γαμεῖν·
もしトラシュブロスがあなた方に、三段櫂船を率いて出航し、これらを新品ではなく古びたものとして引き渡すつもりであり、危険はあなた方のものになり、利益は彼の友人たちのものになると告げていたなら、またあなた方を直接税によってより貧しくさせ、エルゴクレスと彼の取り巻きたちを市民の中で最も富んだ者にするつもりだと告げていたなら、あなた方の誰も、彼が船を率いて出航することを許さなかっただろうと私は思います、とりわけ、諸都市から徴収された資金を帳簿に記録すること、および彼と同行していた役人たちが会計報告を行うために帰港することをあなた方が決議するやいなや、エルゴクレスは、あなた方がすでに誣告をしており、古い法律を熱望していると言い、トラシュブロスに対し、ビュザンティオンを占領し、船を保持し、セウテスの娘と結婚することを勧めていたのですから。
§6ἵνα αὐτῶν ἐκκόψῃς ἔφη τὰς συκοφαντίας·
「彼らの誣告の芽を摘むために」と彼は言いました。
ποιήσεις γὰρ αὐτοὺς οὐκ ἐπιβουλεύοντας σοὶ καθῆσθαι καὶ τοῖς σοῖς φίλοις, ἀλλὰ περὶ αὑτῶν δεδιέναι.
「なぜなら、あなたは彼らに、あなたやあなたの友人に対して陰謀を企てることなく座視させ、むしろ自分自身のことで恐れを抱かせるようにするだろうからだ」。
οὕτως, ὦ ἄνδρες Ἀθηναῖοι, ἐπειδὴ τάχιστα ἐνεπέπληντο καὶ τῶν ὑμετέρων ἀπέλαυσαν, ἀλλοτρίους τῆς πόλεως αὑτοὺς ἡγήσαντο.
このように、アテナイの皆さん、彼らは満たし、あなた方の財産を享受するやいなや、自分たちを国家とは無関係な者とみなしたのです。
§7ἅμα γὰρ πλουτοῦσι καὶ ὑμᾶς μισοῦσι, καὶ οὐκέτι ὡς ἀρξόμενοι παρασκευάζονται ἀλλʼ ὡς ὑμῶν ἄρξοντες, καὶ δεδιότες ὑπὲρ ὧν ἀφῄρηνται ἕτοιμοί εἰσι καὶ χωρία καταλαμβάνειν καὶ ὀλιγαρχίαν καθιστάναι καὶ πάντα πράττειν ὅπως ὑμεῖς ἐν τοῖς δεινοτάτοις κινδύνοις καθʼ ἑκάστην ἡμέραν ἔσεσθε·
彼らは富むと同時にあなた方を憎み、もはや支配される者としてではなく、あなた方を支配する者として備えをしており、自分たちが奪い取ったもののために恐れ、拠点を占領し、寡頭制を樹立し、あなた方が毎日最も恐ろしい危険にさらされるようにあらゆることを行う用意があります。
οὕτως γὰρ ἡγοῦνται οὐκέτι τοῖς σφετέροις αὐτῶν ἁμαρτήμασι τὸν νοῦν ὑμᾶς προσέξειν, ἀλλʼ ὑπὲρ ὑμῶν αὐτῶν καὶ τῆς πόλεως ὀρρωδοῦντας ἡσυχίαν πρὸς τούτους ἕξειν.
というのも、彼らはこのように考えているからです。 あなた方がもはや彼ら自身の罪に注意を向けず、あなた方自身と国家のために恐怖を抱き、彼らに対して何もしないでいるだろうと。
§8Θρασύβουλος μὲν οὖν ὦ ἄνδρες Ἀθηναῖοι, (οὐδὲν γὰρ δεῖ περὶ αὐτοῦ πλείω λέγειν) καλῶς ἐποίησεν οὕτως τελευτήσας τὸν βίον·
さて、アテナイの皆さん、トラシュブロスについては(彼についてこれ以上語る必要はありませんが)、このように生涯を終えたのは結構なことでした。
οὐ γὰρ ἔδει αὐτὸν οὔτε ζῆν τοιούτοις ἔργοις ἐπιβουλεύοντα, οὔθʼ ὑφʼ ὑμῶν ἀποθανεῖν ἤδη τι δοκοῦντα ὑμᾶς ἀγαθὸν πεποιηκέναι, ἀλλὰ τοιούτῳ τρόπῳ τῆς πόλεως ἀπαλλαγῆναι.
というのも、彼がこのような企てを企てながら生き延びるべきでもなかったし、すでにあなた方に何か有益なことをしたと思われているのに、あなた方の手によって死ぬべきでもなく、このような方法で国家から去るべきであったからです。
§9ὁρῶ δʼ αὐτοὺς διὰ τὴν πρῴην ἐκκλησίαν οὐκέτι φειδομένους τῶν χρημάτων, ἀλλʼ ὠνουμένους τὰς αὑτῶν ψυχὰς καὶ παρὰ τῶν λεγόντων καὶ παρὰ τῶν ἐχθρῶν καὶ παρὰ τῶν πρυτάνεων, καὶ πολλοὺς Ἀθηναίων ἀργυρίῳ διαφθείροντας.
私は、先日の民会のために、彼らがもはや金を惜しまず、演説者たちからも、政敵たちからも、また民会役員たちからも、自分たちの命を買い取ろうとし、多くのアテナイ市民を金で買収しているのを目にしています。
ὑπὲρ ὧν ὑμῖν ἄξιόν ἀπολογήσασθαι παρὰ τούτου νῦν δίκην λαβοῦσι, καὶ πᾶσιν ἀνθρώποις ἐπιδεῖξαι ὅτι οὐκ ἔστι τοσαῦτα χρήματα, ὧν ὑμεῖς ἡττήσεσθε ὥστε μὴ τιμωρεῖσθαι τοὺς ἀδικοῦντας.
それゆえに、あなた方は今、この男から罰を取り立てることで自分たちの身の潔白を証明し、悪人を処罰しないほどにあなた方が屈してしまうような多額の金など存在しないということを、すべての人々に示すのがふさわしいのです。

語釈・文法注

  1. §1οὐκ ἂν μοι δοκεῖ δύνασθαι — 否定の οὐκ と可能・潜在の小辞 ἂν は、本来は不定詞 δύνασθαι にかかるが、主節の動詞 δοκεῖ の前へ転置(hyperbaton)されている。これにより ἂν が δοκεῖ に直接付随しているように見えるが、実際の文脈的意味は「〜できないように思われる」という潜在的・仮定的ニュアンスを不定詞節に付与している。
  2. §3δεινὸν ἂν εἴη, εἰ νῦν μὲν ... ἔχοιτε, ἐν δὲ τῷ τέως χρόνῳ ... ἐκολάζετε — 条件文における非対称な混成構造。主節 δεινὸν ἂν εἴη(潜在希求法)に対し、εἰ 節(条件節)の内部が μὲν と δέ によって対比されている。前半の νῦν ... ἔχοιτε は現在の仮定(希求法)であるのに対し、後半の ἐν δὲ τῷ τέως χρόνῳ ... ἐκολάζετε は過去の事実(直説法未完了過去)を指している。現在の仮定的な不作為と過去の実際に行われていた厳格な処罰とを対照させるためのレトリックである。
  3. §4οὐδένα ἂν ὑμῶν ἐπιτρέψαι — 主動詞 οἶμαι に導かれた対格不定詞構文(A.c.I.)の一部。意味上の主語は οὐδένα ὑμῶν(あなた方の誰も〜ない)であり、不定詞 ἐπιτρέψαι に ἂν が伴うことで、直接話法における過去の反実仮想の帰結(οὐδεὶς ἂν ἐπέτρεψεν, 「誰も許さなかっただろう」)に相当する意味を表している。条件節 εἰ ... ἐπηγγέλλετο(反実仮想過去)に対する帰結節を構成する。
  4. §9ὑπὲρ ὧν — 関係代名詞の属格 ὧν は中性複数で、直前の文で言及された彼らの不正な買収行為全般を指す。前置詞 ὑπὲρ は属格を伴って「〜の理由で、〜に関して」という意味を表し、アテナイ人が自らを弁護・報復(ἀπολογήσασθαι)すべき根拠を提示している。

この箇所を引用する

リュシアス, 第二十八弁論 エルゴクレス告発 §1-9. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0540.tlg028.humanitext-grc2:1-9

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。