§12ἔτι δʼ, ὦ βουλή, οὐδεὶς ἂν ἀποδεῖξαι περὶ ἐμοῦ δύναιτο οὔτε δίκην αἰσχρὰν οὔτε γραφὴν οὔτε εἰσαγγελίαν γεγενημένην·
さらに、評議会員の諸君、私に関して、恥ずべき民事訴訟も、公訴も、弾劾も起こされたことがないことを、誰も証明できないであろう。
καίτοι ἑτέρους ὁρᾶτε πολλάκις εἰς τοιούτους ἀγῶνας καθεστηκότας.
とはいえ、あなたがたは他の人々がしばしばそのような訴訟に立たされているのを目にしている。
πρὸς τοίνυν τὰς στρατείας καὶ τοὺς κινδύνους τοὺς πρὸς τοὺς πολεμίους σκέψασθε οἷον ἐμαυτὸν παρέχω τῇ πόλει.
それでは、戦いにおける軍務や敵に対する危険に関して、私が国家に対して自らをどのような者として示しているかを見てほしい。
§13πρῶτον μὲν γάρ, ὅτε τὴν συμμαχίαν ἐποιήσασθε πρὸς Βοιωτοὺς καὶ εἰς Ἁλίαρτον ἔδει βοηθεῖν, ὑπὸ Ὀρθοβούλου κατειλεγμένος ἱππεύειν, ἐπειδὴ πάντας ἑώρων τοῖς μὲν ἱππεύουσιν ἀσφάλειαν εἶναι δεῖν νομίζοντας, τοῖς δʼ ὁπλίταις κίνδυνον ἡγουμένους, ἑτέρων ἀναβάντων ἐπὶ τοὺς ἵππους ἀδοκιμάστων παρὰ τὸν νόμον ἐγὼ προσελθὼν ἔφην τῷ Ὀρθοβούλῳ ἐξαλεῖψαί με ἐκ τοῦ καταλόγου, ἡγούμενος αἰσχρὸν εἶναι τοῦ πλήθους μέλλοντος κινδυνεύειν ἄδειαν ἐμαυτῷ παρασκευάσαντα στρατεύεσθαι.
というのもまず、あなたがたがボイオティア人との同盟を定め、ハリアルトスへ救援に赴く必要があったとき、私はオルソブロスによって騎兵に登録されていたが、誰もが、騎兵を務める者には安全が必要であると考える一方で、重装補兵にとっては危険であるとみなしているのを目にしたとき、他の者たちが法に反して審査も受けずに馬にまたがる中で、私はオルソブロスのもとへ行き、私を名簿から消去してほしいと言った。 なぜなら、大衆が危険に身を投じようとしているときに、自分だけ安全を確保して従軍することは恥ずべきことと考えたからである。
καί μοι ἀνάβηθι, Ὀρθόβουλε.
オルソブロスよ、私のために上がって証言してくれ。
§14Μάρτυρες
συλλεγέντων τοίνυν τῶν δημοτῶν πρὸ τῆς ἐξόδου, εἰδὼς αὐτῶν ἐνίους πολίτας μὲν χρηστοὺς ὄντας καὶ προθύμους, ἐφοδίων δὲ ἀποροῦντας, εἶπον ὅτι χρὴ τοὺς ἔχοντας παρέχειν τὰ ἐπιτήδεια τοῖς ἀπόρως διακειμένοις.
証人たち出発を前に区民たちが集まったとき、彼らの中に優れた市民であり熱意もあるが、路銀を欠いている者がいるのを知り、私は、余裕のある者が困窮している者に必需品を提供するべきだと言った。
καὶ οὐ μόνον τοῦτο συνεβούλευον τοῖς ἄλλοις, ἀλλὰ καὶ αὐτὸς ἔδωκα δυοῖν ἀνδροῖν τριάκοντα δραχμὰς ἑκατέρῳ, οὐχ ὡς πολλὰ κεκτημένος, ἀλλʼ ἵνα παράδειγμα τοῦτο τοῖς ἄλλοις γένηται.
そして、他人にこれを勧めるだけでなく、私自身も二人の男にそれぞれ30ドラクマを与えたが、それは私が多くの財産を持っているからではなく、これが他の人々にとって手本となるようにするためであった。
καί μοι ἀνάβητε.
上がって証言してくれ。
§15Μάρτυρες
μετὰ ταῦτα τοίνυν, ὦ βουλή, εἰς Κόρινθον ἐξόδου γενομένης καὶ πάντων προειδότων ὅτι δεήσει κινδυνεύειν, ἑτέρων ἀναδυομένων ἐγὼ διεπραξάμην ὥστε τῆς πρώτης τεταγμένος μάχεσθαι τοῖς πολεμίοις·
証人たちその後、評議会員の諸君、コリントスへの遠征が起こり、誰もが危険に遭うに違いないと予見していたとき、他の者たちが尻込みする中で、私は最前列に配置されて敵と戦うよう手配した。
καὶ μάλιστα τῆς ἡμετέρας φυλῆς δυστυχησάσης, καὶ πλείστων ἐναποθανόντων ὕστερος ἀνεχώρησα τοῦ σεμνοῦ Στειριῶς τοῦ πᾶσιν ἀνθρώποις δειλίαν ὠνειδικότος.
そして、我々の部族が最も不運に見舞われ、多くの者が戦死したとき、私は、すべての人々から臆病であると非難されている、あの尊大なステイリアの男よりも後に退却した。
§16καὶ οὐ πολλαῖς ἡμέραις ὕστερον μετὰ ταῦτα ἐν Κορίνθῳ χωρίων ἰσχυρῶν κατειλημμένων, ὥστε τοὺς πολεμίους μὴ δύνασθαι παριέναι, Ἀγησιλάου δʼ εἰς τὴν Βοιωτίαν ἐμβαλόντος ψηφισαμένων τῶν ἀρχόντων ἀποχωρίσαι τάξεις αἵτινες βοηθήσουσι, φοβουμένων ἁπάντων (εἰκότως, ὦ βουλή·
そして、それから幾日も経たないうちに、コリントスにおいて堅固な場所が占領され、敵が通過できないようになっており、アゲシラオスがボイオティアに侵入したため、将軍たちが救援に赴く部隊を分遣することを決議した際、誰もが恐れる中で(それも当然である、評議会員の諸君。
δεινὸν γὰρ ἦν ἀγαπητῶς ὀλίγῳ πρότερον σεσωσμένους ἐφʼ ἕτερον κίνδυνον ἰέναι) προσελθὼν ἐγὼ τὸν ταξίαρχον ἐκέλευον ἀκληρωτὶ τὴν ἡμετέραν τάξιν πέμπειν.
少し前に辛うじて救われたばかりの者たちが、別の危険へと赴くのは恐ろしいことであったからだ)、私は百人隊長のもとへ行き、我々の部隊を抽選なしに派遣するよう求めた。
§17ὥστʼ εἴ τινες ὑμῶν ὀργίζονται τοῖς τὰ μὲν τῆς πόλεως ἀξιοῦσι πράττειν, ἐκ δὲ τῶν κινδύνων ἀποδιδράσκουσιν, οὐκ ἂν δικαίως περὶ ἐμοῦ τὴν γνώμην ταύτην ἔχοιεν·
したがって、もしあなたがたの中に、国家の職務を行うことを要求しながら、危険からは逃げ出す者たちに対して腹を立てている者がいるならば、私に対してはそのような意見を抱くのは不当であろう。
οὐ γὰρ μόνον τὰ προσταττόμενα ταττόμενα ἐποίουν προθύμως, ἀλλὰ καὶ κινδυνεύειν ἐτόλμων.
なぜなら、私は命じられたことを熱心に行うだけでなく、危険に身を投じる勇気をも持っていたからである。
καὶ ταῦτʼ ἐποίουν οὐχ ὡς οὐ δεινὸν ἡγούμενος εἶναι Λακεδαιμονίοις μάχεσθαι, ἀλλʼ ἵνα, εἴ ποτε ἀδίκως εἰς κίνδυνον καθισταίμην, διὰ ταῦτα βελτίων ὑφʼ ὑμῶν νομιζόμενος ἁπάντων τῶν δικαίων τυγχάνοιμι.
そして、私がそうしたのは、スパルタ人と戦うことが恐ろしくないと考えたからではなく、万一不当に危険に陥ることがあっても、これらのことによってあなたがたからより優れた者とみなされ、すべての権利を得ることができるようにするためであった。
καί μοι ἀνάβητε τούτων μάρτυρες.
私のために、これらの証人たちを上がらせてくれ。
§18Μάρτυρες
τῶν τοίνυν ἄλλων στρατειῶν καὶ φρουρῶν οὐδεμιᾶς ἀπελείφθην πώποτε, ἀλλὰ πάντα τὸν χρόνον διατετέλεκα μετὰ τῶν πρώτων μὲν τὰς ἐξόδους ποιούμενος, μετὰ τῶν τελευταίων δὲ ἀναχωρῶν·
証人たちしたがって、他のいかなる遠征や守備任務からも、私は一度も遅れたことはなく、常に最初の者たちとともに出発し、最後の者たちとともに退却してきた。
καίτοι χρὴ τοὺς φιλοτίμως καὶ κοσμίως πολιτευομένους ἐκ τῶν τοιούτων σκοπεῖν, ἀλλʼ οὐκ εἴ τις κομᾷ, διὰ τοῦτο μισεῖν·
とはいえ、野心を持って秩序正しく市民生活を送る者たちを、そのような事柄から判断するべきであり、髪が長いからといって憎むべきではない。
τὰ μὲν γὰρ τοιαῦτα ἐπιτηδεύματα οὔτε τοὺς ἰδιώτας οὔτε τὸ κοινὸν τῆς πόλεως βλάπτει, ἐκ δὲ τῶν κινδυνεύειν ἐθελόντων πρὸς τοὺς πολεμίους ἅπαντες ὑμεῖς ὠφελεῖσθε.
なぜなら、そのような趣味は個人も国家の共同体も害することはなく、敵に対する危険に身を投じることを望む者たちから、あなたがた全員が恩恵を被るからである。
§19ὥστε οὐκ ἄξιον ἀπʼ ὄψεως, ὦ βουλή, οὔτε φιλεῖν οὔτε μισεῖν οὐδένα, ἀλλʼ ἐκ τῶν ἔργων σκοπεῖν·
したがって、評議会員の諸君、外見から誰も愛したり憎んだりするべきではなく、その行いから判断すべきである。
πολλοὶ μὲν γὰρ μικρὸν διαλεγόμενοι καὶ κοσμίως ἀμπεχόμενοι μεγάλων κακῶν αἴτιοι γεγόνασιν, ἕτεροι δὲ τῶν τοιούτων ἀμελοῦντες πολλὰ κἀγαθὰ ὑμᾶς εἰσιν εἰργασμένοι.
というのも、静かに話し、端正な衣服をまとっている多くの者が大きな悪の原因となってきた一方で、そのようなことに無頓着な他の者たちが、あなたがたに多くの善いことをもたらしてきたからである。
§20ἤδη δέ τινων ᾐσθόμην, ὦ βουλή, καὶ διὰ ταῦτα ἀχθομένων μοι, ὅτι νεώτερος ὢν ἐπεχείρησα λέγειν ἐν τῷ δήμῳ.
また、評議会員の諸君、私がまだ若い身でありながら民会で演説しようとしたという理由で、私に対して不快感を抱く人々がいることに私は気づいている。
ἐγὼ δὲ τὸ μὲν πρῶτον ἠναγκάσθην ὑπὲρ τῶν ἐμαυτοῦ πραγμάτων δημηγορῆσαι, ἔπειτα μέντοι καὶ ἐμαυτῷ δοκῶ φιλοτιμότερον διατεθῆναι τοῦ δέοντος, ἅμα μὲν τῶν προγόνων ἐνθυμούμενος, ὅτι οὐδὲν πέπαυνται τὰ τῆς πόλεως πράττοντες, §21ἅμα δὲ ὑμᾶς ὁρῶν (τὰ γὰρ ἀληθῆ χρὴ λέγειν) τοὺς τοιούτους μόνους τινὸς ἀξίους νομίζοντας εἶναι, ὥστε ὁρῶν ὑμᾶς ταύτην τὴν γνώμην ἔχοντας τίς οὐκ ἂν ἐπαρθείη πράττειν καὶ λέγειν ὑπὲρ τῆς πόλεως;
しかし、私はまず第一に自分自身の事情のために民会で話すことを余儀なくされたのであり、その後、先祖たちが国家の用務を行うことを決してやめなかったことを思い起こし、分を超えて野心的になりすぎたように自分でも思われるが、同時に、あなたがたが(本当のことを言わねばならないが)そのような人々だけを何らかの価値がある者とみなしているのを目にしているからである。 したがって、あなたがたがそのような考えを持っているのを目にするとき、誰が国家のために行動し発言することに駆り立てられないだろうか。
ἔτι δὲ τί ἂν τοῖς τοιούτοις ἄχθοισθε;
さらに、なぜそのような者たちに対して不快に思うことがあろうか。
οὐ γὰρ ἕτεροι περὶ αὐτῶν κριταί εἰσιν, ἀλλʼ ὑμεῖς.
なぜなら、彼らを裁くのは他の誰でもなく、あなたがた自身なのだから。