§39σκέψασθε δὲ ὅτι καὶ ταῦτα ψεύδονται·
彼らがこれについても嘘をついていることを、よく考えてみてください。
ῥᾳδίως δὲ ἐκ τῶνδε γνώσεσθε.
次のことから容易にお分かりいただけるでしょう。
ἐμοὶ γάρ, ὦ ἄνδρες, ὅπερ καὶ πρότερον εἶπον, φίλος ὢν Σώστρατος καὶ οἰκείως διακείμενος ἀπαντήσας ἐξ ἀγροῦ περὶ ἡλίου δυσμὰς συνεδείπνει, καὶ ἐπειδὴ καλῶς εἶχεν αὐτῷ, ἀπιὼν ᾤχετο.
諸君、以前にも申し上げましたように、私にとって友人であり親しい間柄であるソストラトスが、日没の頃に畑から帰る途中で私に出会い、一緒に食事をしました。 そして満足すると、彼は立ち去りました。
§40καίτοι πρῶτον μέν, ὦ ἄνδρες, ἐνθυμήθητε·
それにしても諸君、まず考えてみてください。
εἰ ἐν ἐκείνῃ τῇ νυκτὶ ἐγὼ ἐπεβούλευον Ἐρατοσθένει, πότερον ἦν μοι κρεῖττον αὐτῷ ἑτέρωθι δειπνεῖν ἢ τὸν συνδειπνήσοντά μοι εἰσαγαγεῖν;
もしあの夜、私がエラトステネスを待ち伏せしようと企んでいたのなら、他所で食事をするのと、私と一緒に食事をする者を家に入れ込むのと、どちらが私にとって都合がよかったでしょうか。
οὕτω γὰρ ἂν ἧττον ἐτόλμησεν ἐκεῖνος εἰσελθεῖν εἰς τὴν οἰκίαν.
後者であれば、彼は家に入り込むのをより躊躇したでしょうから。
εἶτα δοκῶ ἂν ὑμῖν τὸν συνδειπνοῦντα ἀφεὶς μόνος καταλειφθῆναι καὶ ἔρημος γενέσθαι, ἢ κελεύειν ἐκεῖνον μεῖναι, ἵνα μετʼ ἐμοῦ τὸν μοιχὸν ἐτιμωρεῖτο;
さらに、私が一緒に食事をしていた者を帰らせて一人で取り残され孤立するのを望んだか、あるいは、私と一緒にあの姦通者を懲らしめるために、彼に残るように頼んだか、どちらだと諸君は思われますか。
§41ἔπειτα, ὦ ἄνδρες, οὐκ ἂν δοκῶ ὑμῖν τοῖς ἐπιτηδείοις μεθʼ ἡμέραν παραγγεῖλαι, καὶ κελεῦσαι αὐτοὺς συλλεγῆναι εἰς οἰκίαν του τῶν φίλων ἐγγυτάτω, μᾶλλον ἢ ἐπειδὴ τάχιστα ᾐσθόμην τῆς νυκτὸς περιτρέχειν, οὐκ εἰδὼς ὅντινα οἴκοι καταλήψομαι καὶ ὅντινα ἔξω;
さらに諸君、昼のうちに親しい者たちに知らせて、最も近くに住む友人の誰かの家に集まるよう彼らに頼んでおく方が、事態を察知するや否や夜中に走り回り、誰が家にいて誰が外出しているかもわからないまま走り回るよりもです。
καὶ ὡς Ἁρμόδιον μὲν καὶ τὸν δεῖνα ἦλθον οὐκ ἐπιδημοῦντας (οὐ γὰρ ᾔδη), ἑτέρους δὲ οὐκ ἔνδον ὄντας κατέλαβον, οὓς δʼ οἷός τε ἦ λαβὼν ἐβάδιζον.
実際、私はハルモディオスや他の誰それのところへ行きましたが、彼らは在郷していませんでした(私はそれを知りませんでした)。 また他の者たちも家にいないことに行き当たりました。 そして、連れてくることのできた者たちだけを伴って行ったのです。
§42καίτοιγε εἰ προῄδη, οὐκ ἂν δοκῶ ὑμῖν καὶ θεράποντας παρασκευάσασθαι καὶ τοῖς φίλοις παραγγεῖλαι, ἵνʼ ὡς ἀσφαλέστατα μὲν αὐτὸς εἰσῄα (τί γὰρ ᾔδη εἴ τι κἀκεῖνος εἶχε σιδήριον; ), ὡς μετὰ πλείστων δὲ μαρτύρων τὴν τιμωρίαν ἐποιούμην;
それにしても、もし事前に知っていたなら、自分自身が最も安全に家の中に入れるように、そしてできるだけ多くの証人を伴って罰を下せるように、召使いたちを用意し、友人たちに知らせておいたはずだと諸君は思われませんか(相手が鉄器を持っているかもしれないと、どうして知り得たでしょう)。
νῦν δʼ οὐδὲν εἰδὼς τῶν ἐσομένων ἐκείνῃ τῇ νυκτί, οὓς οἷός τε ἦ παρέλαβον.
しかし実際には、私はあの夜に起こることを何一つ知らず、同行させることができた人々を連れて行ったのです。
καί μοι ἀνάβητε τούτων μάρτυρες.
そして私のために、これらに関する証人としてお上がりください。
§43Μάρτυρες
τῶν μὲν μαρτύρων ἀκηκόατε, ὦ ἄνδρες·
Μάρτυρες 証言者たちの証言を諸君はお聞きになりました。
σκέψασθε δὲ παρʼ ὑμῖν αὐτοῖς οὕτως περὶ τούτου τοῦ πράγματος, ζητοῦντες εἴ τις ἐμοὶ καὶ Ἐρατοσθένει ἔχθρα πώποτε γεγένηται πλὴν ταύτης.
しかし、この事件について諸君自身の中で次のように熟考し、私とエラトステネスとの間に、これ以外に何らかの怨恨がかつて存在したかどうかを探してみてください。
οὐδεμίαν γὰρ εὑρήσετε.
諸君は何一つ見出せないでしょう。
§44οὔτε γὰρ συκοφαντῶν γραφάς με ἐγράψατο, οὔτε ἐκβάλλειν ἐκ τῆς πόλεως ἐπεχείρησεν, οὕτε ἰδίας δίκας ἐδικάζετο, οὔτε συνῄδει κακὸν οὐδὲν ὃ ἐγὼ δεδιὼς μή τις πύθηται ἐπεθύμουν αὐτὸν ἀπολέσαι, οὔτε εἰ ταῦτα διαπραξαίμην, ἤλπιζόν ποθεν χρήματα λήψεσθαι·
というのも、彼は告発者として私を訴えたこともなければ、私を国から追放しようと企てたこともなく、私的裁判を私に起こしていたわけでもなく、誰かに知られることを恐れて私が彼をなきものにしたいと望むような、いかなる悪事も共有していなかったし、もしこの行為をやり遂げたとしても、どこからか金を手に入れられると期待していたわけでもありません。
ἔνιοι γὰρ τοιούτων πραγμάτων ἕνεκα θάνατον ἀλλήλοις ἐπιβουλεύουσι.
一部の人々は、そのような事柄のために、互いの死を企てるものですが。
§45τοσούτου τοίνυν δεῖ ἢ λοιδορία ἢ παροινία ἢ ἄλλη τις διαφορὰ ἡμῖν γεγονέναι, ὥστε οὐδὲ ἑωρακὼς ἦ τὸν ἄνθρωπον πώποτε πλὴν ἐν ἐκείνῃ τῇ νυκτί.
したがって、私たちの間に口論や酒の上のいさかい、あるいはその他の不和があったなどということはおよそあり得ないことであり、それどころか私はあの夜を除いて、その男を見たことさえ一度もありませんでした。
τί ἄν οὖν βουλόμενος ἐγὼ τοιοῦτον κίνδυνον ἐκινδύνευον, εἰ μὴ τὸ μέγιστον τῶν ἀδικημάτων ἦ ὑπʼ αὐτοῦ ἠδικημένος;
では、もし私が彼から最も重大な不正を被っていたのでなければ、私は何を望んでこのような危険を冒したというのでしょうか。
§46ἔπειτα παρακαλέσας αὐτὸς μάρτυρας ἠσέβουν, ἐξόν μοι, εἴπερ ἀδίκως ἐπεθύμουν αὐτὸν ἀπολέσαι, μηδένα μοι τούτων συνειδέναι;
さらに、もし私が不当に彼をなきものにしたいと望んでいたのなら、誰にも私の共犯者とならないようにしてもらうことができたはずなのに、わざわざ自分から証人たちを呼び集めて、不敬な罪を犯したでしょうか。
§47ἐγὼ μὲν οὖν, ὦ ἄνδρες, οὐκ ἰδίαν ὑπὲρ ἐμαυτοῦ νομίζω ταύτην γενέσθαι τὴν τιμωρίαν, ἀλλʼ ὑπὲρ τῆς πόλεως ἁπάσης·
それゆえ諸君、私はこの復讐が私個人のためになされたのではなく、都市全体のためになされたのだと考えています。
οἱ γὰρ τοιαῦτα πράττοντες, ὁρῶντες οἷα τὰ ἆθλα πρόκειται τῶν τοιούτων ἁμαρτημάτων, ἧττον εἰς τοὺς ἄλλους ἐξαμαρτήσονται, ἐὰν καὶ ὑμᾶς ὁρῶσι τὴν αὐτὴν γνώμην ἔχοντας.
なぜなら、そのような行為を行う者たちは、そのような罪過に対してどのような罰が用意されているかを見ることで、諸君も同じ意見を持っていることを見れば、他者に対して罪を犯すことが少なくなるでしょうから。
§48εἰ δὲ μή, πολὺ κάλλιον τοὺς μὲν κειμένους νόμους ἐξαλεῖψαι, ἑτέρους δὲ θεῖναι, οἵτινες τοὺς μὲν φυλάττοντας τὰς ἑαυτῶν γυναῖκας ταῖς ζημίαις ζημιώσουσι, τοῖς δὲ βουλομένοις εἰς αὐτὰς ἁμαρτάνειν πολλὴν ἄδειαν ποιήσουσι.
さもなければ、現行の法律を抹消して、自らの妻を見守る者たちに刑罰を科し、彼女たちに対して不義を行おうと望む者たちに大いなる勝手を許すような、別の法律を制定する方がはるかに良いでしょう。
§49πολὺ γὰρ οὕτω δικαιότερον ἢ ὑπὸ τῶν νόμων τοὺς πολίτας ἐνεδρεύεσθαι, οἳ κελεύουσι μέν, ἐάν τις μοιχὸν λάβῃ, ὅ τι ἂν οὖν βούληται χρῆσθαι, οἱ δʼ ἀγῶνες δεινότεροι τοῖς ἀδικουμένοις καθεστήκασιν ἢ τοῖς παρὰ τοὺς νόμους τὰς ἀλλοτρίας καταισχύνουσι γυναῖκας.
というのも、市民が法律によって罠にはめられるよりも、その方がはるかに公正だからです。 法律は、もし誰かが姦通者を捕まえたなら望むようにいかようにも処分せよと命じておきながら、他人の妻を不法に辱める者たちよりも、被害を受けた者たちにとって、裁判の方がはるかに恐ろしいものになっているのですから。
§50ἐγὼ γὰρ νῦν καὶ περὶ τοῦ σώματος καὶ περὶ τῶν χρημάτων καὶ περὶ τῶν ἄλλων ἁπάντων κινδυνεύω, ὅτι τοῖς τῆς πόλεως νόμοις ἐπειθόμην.
実際、私は今、都市の法律に従ったというだけの理由で、命も、財産も、その他すべてのものも失う危険にさらされているのです。