§1περὶ πολλοῦ ἂν ποιησαίμην, ὦ ἄνδρες, τὸ τοιούτους ὑμᾶς ἐμοὶ δικαστὰς περὶ τούτου τοῦ πράγματος γενέσθαι, οἷοίπερ ἂν ὑμῖν αὐτοῖς εἴητε τοιαῦτα πεπονθότες·
諸君、この事件に関して、皆さんが私にとって、もしご自身が同様の被害に遭われたとしたらそうであるような、そのような裁判官になってくださることを、私は大変重んじるものです。
εὖ γὰρ οἶδʼ ὅτι, εἰ τὴν αὐτὴν γνώμην περὶ τῶν ἄλλων ἔχοιτε, ἥνπερ περὶ ὑμῶν αὐτῶν, οὐκ ἂν εἴη ὅστις οὐκ ἐπὶ τοῖς γεγενημένοις ἀγανακτοίη, ἀλλὰ πάντες ἂν περὶ τῶν τὰ τοιαῦτα ἐπιτηδευόντων τὰς ζημίας μικρὰς ἡγοῖσθε.
というのも、もし皆さんが他人に関しても、自分自身に対するのと同様の考えをお持ちになるならば、起こった事柄に対して憤慨しない者は一人もいないであろうし、むしろ全員が、このようなことを常習とする者たちに対する罰を軽いと考えるであろうことを、私はよく知っているからです。
§2καὶ ταῦτα οὐκ ἂν εἴη μόνον παρʼ ὑμῖν οὕτως ἐγνωσμένα, ἀλλʼ ἐν ἁπάσῃ τῇ Ἑλλάδι·
そして、このことがこのように判断されるのは、ただ皆さんにおいてだけでなく、全ギリシアにおいてでしょう。
περὶ τούτου γὰρ μόνου τοῦ ἀδικήματος καὶ ἐν δημοκρατίᾳ καὶ ὀλιγαρχίᾳ ἡ αὐτὴ τιμωρία τοῖς ἀσθενεστάτοις πρὸς τοὺς τὰ μέγιστα δυναμένους ἀποδέδοται, ὥστε τὸν χείριστον τῶν αὐτῶν τυγχάνειν τῷ βελτίστῳ·
なぜなら、この不正に対してのみ、民主政においても寡頭政においても、最も弱い者たちに、最も力のある者たちに対するのと同一の報復が与えられており、その結果、最も卑しい者が最も優れた者と同じ扱いを得るようになっているからです。
οὕτως, ὦ ἄνδρες, ταύτην τὴν ὕβριν ἅπαντες ἄνθρωποι δεινοτάτην ἡγοῦνται.
このように、諸君、この侮辱を、すべての人間が最も恐ろしいものと考えているのです。
§3περὶ μὲν οὖν τοῦ μεγέθους τῆς ζημίας ἅπαντας ὑμᾶς νομίζω τὴν αὐτὴν διάνοιαν ἔχειν, καὶ οὐδένα οὕτως ὀλιγώρως διακεῖσθαι, ὅστις οἴεται δεῖν συγγνώμης τυγχάνειν ἢ μικρᾶς ζημίας ἀξίους ἡγεῖται τοὺς τῶν τοιούτων ἔργων αἰτίους·
さて、罰の重さについては、皆さん全員が同じ考えを持っており、このような行為の原因となった者たちが寛恕を得るべきだとか、軽い罰に値するとか考えるほど、おろそかに考える者は一人もいないと信じています。
ἡγοῦμαι δέ,
しかし私は、諸君、私が立証せねばならないのは次のことであると考えます。
§4ὦ ἄνδρες, τοῦτό με δεῖν ἐπιδεῖξαι, ὡς ἐμοίχευεν Ἐρατοσθένης τὴν γυναῖκα τὴν ἐμὴν καὶ ἐκείνην τε διέφθειρε καὶ τοὺς παῖδας τοὺς ἐμοὺς ᾔσχυνε καὶ ἐμὲ αὐτὸν ὕβρισεν εἰς τὴν οἰκίαν τὴν ἐμὴν εἰσιών, καὶ οὔτε ἔχθρα ἐμοὶ καὶ ἐκείνῳ οὐδεμία ἦν πλὴν ταύτης, οὔτε χρημάτων ἕνεκα ἔπραξα ταῦτα, ἵνα πλούσιος ἐκ πένητος γένωμαι, οὔτε ἄλλου κέρδους οὐδενὸς πλὴν τῆς κατὰ τοὺς νόμους τιμωρίας.
すなわち、エラトステネスが私の妻と密通し、彼女を堕落させ、私の子供たちを恥ずかしめ、私自身をも我が家に侵入して侮辱したこと、また、私と彼との間にはこれ以外に何の怨恨もなかったこと、私が金銭のためにこの行為に及んだのでもなく、貧者から富者になるためでもなく、法に基づく報復以外のいかなる利益のためでもなかったことです。
§5ἐγὼ τοίνυν ἐξ ἀρχῆς ὑμῖν ἅπαντα ἐπιδείξω τὰ ἐμαυτοῦ πράγματα, οὐδὲν παραλείπων, ἀλλὰ λέγων τἀληθῆ·
そこで私は、何一つ隠さず真実を語ることにより、最初から私の事情をすべて皆さんに開示いたします。
ταύτην γὰρ ἐμαυτῷ μόνην ἡγοῦμαι σωτηρίαν, ἐὰν ὑμῖν εἰπεῖν ἅπαντα δυνηθῶ τὰ πεπραγμένα.
というのも、起きた出来事をすべて皆さんに語り尽くすことができれば、それこそが私にとって唯一の救いになると信じているからです。
§6ἐγὼ γάρ, ὦ Ἀθηναῖοι, ἐπειδὴ ἔδοξέ μοι γῆμαι καὶ γυναῖκα ἠγαγόμην εἰς τὴν οἰκίαν, τὸν μὲν ἄλλον χρόνον οὕτω διεκείμην ὥστε μήτε λυπεῖν μήτε λίαν ἐπʼ ἐκείνῃ εἶναι ὅ τι ἂν ἐθέλῃ ποιεῖν, ἐφύλαττόν τε ὡς οἷόν τε ἦν, καὶ προσεῖχον τὸν νοῦν ὥσπερ εἰκὸς ἦν.
アテナイの皆さん、私にとって結婚することが適当と思われ、妻を家に迎え入れたとき、当初は、彼女を苦しめることもせず、さりとて彼女が望むことを何でもやりたい放題にできるほど自由にしすぎることもないよう、そのような態度をとっており、できる限り彼女を監視し、当然なすべき注意を払っておりました。
ἐπειδὴ δέ μοι παιδίον γίγνεται, ἐπίστευον ἤδη καὶ πάντα τὰ ἐμαυτοῦ ἐκείνῃ παρέδωκα, ἡγούμενος ταύτην οἰκειότητα μεγίστην εἶναι·
しかし、私に子供が生まれると、すでに彼女を信頼し、我が家のすべてを彼女に委ねました。
ἐν μὲν οὖν τῷ πρώτῳ χρόνῳ,
これこそが最大の信頼の絆であると考えたからです。
§7ὦ Ἀθηναῖοι, πασῶν ἦν βελτίστη·
さて、最初のうちは、アテナイの皆さん、彼女はすべての女性の中で最良の妻でした。
καὶ γὰρ οἰκονόμος δεινὴ καὶ φειδωλὸς καὶ ἀκριβῶς πάντα διοικοῦσα·
家政に長け、倹約家であり、すべてを几帳面に切り盛りしていたからです。
ἐπειδὴ δέ μοι ἡ μήτηρ ἐτελεύτησε, πάντων τῶν κακῶν ἀποθανοῦσα αἰτία μοι γεγένηται.
しかし、私の母が亡くなると、彼女の死が私にとってすべての不幸の原因となりました。
§8ἐπʼ ἐκφορὰν γὰρ αὐτῇ ἀκολουθήσασα ἡ ἐμὴ γυνὴ ὑπὸ τούτου τοῦ ἀνθρώπου ὀφθεῖσα, χρόνῳ διαφθείρεται·
というのも、私の妻が母の葬儀に付き従って行った際、この男に見初められ、やがて誘惑されて堕落したからです。
ἐπιτηρῶν γὰρ τὴν θεράπαιναν τὴν εἰς τὴν ἀγορὰν βαδίζουσαν καὶ λόγους προσφέρων ἀπώλεσεν αὐτήν.
彼は市場へ行く女中を監視し、甘言を弄して、妻を破滅に導いたのです。
§9πρῶτον μὲν οὖν, ὦ ἄνδρες,(δεῖ γὰρ καὶ ταῦθʼ ὑμῖν διηγήσασθαι) οἰκίδιον ἔστι μοι διπλοῦν, ἴσα ἔχον τὰ ἄνω τοῖς κάτω κατὰ τὴν γυναικωνῖτιν καὶ κατὰ τὴν ἀνδρωνῖτιν.
さてまず、諸君、(これらのことも皆さんに説明せねばなりませんが)私には小さな二階建ての家があり、婦人部屋と男子部屋に関して、上の階と下の階が同じ広さになっています。
ἐπειδὴ δὲ τὸ παιδίον ἐγένετο ἡμῖν, ἡ μήτηρ αὐτὸ ἐθήλαζεν·
そして、私たちに子供が生まれると、母親がその子に授乳しておりました。
ἵνα δὲ μή, ὁπότε λοῦσθαι δέοι, κινδυνεύῃ κατὰ τῆς κλίμακος καταβαίνουσα, ἐγὼ μὲν ἄνω διῃτώμην, αἱ δὲ γυναῖκες κάτω.
しかし、沐浴の必要があるときに、彼女が階段を降りることで危険にさらされないよう、私は上の階で暮らし、女性たちは下の階で暮らすようになりました。
§10καὶ οὕτως ἤδη συνειθισμένον ἦν, ὥστε πολλάκις ἡ γυνὴ ἀπῄει κάτω καθευδήσουσα ὡς τὸ παιδίον, ἵνα τὸν τιτθὸν αὐτῷ διδῷ καὶ μὴ βοᾷ.
そして、そのようなことがすでに習慣になっていたため、妻は子供に乳を含ませて泣かせないように、しばしば子供のそばで寝るために階下へ降りていきました。
καὶ ταῦτα πολὺν χρόνον οὕτως ἐγίγνετο, καὶ ἐγὼ οὐδέποτε ὑπώπτευσα, ἀλλʼ οὕτως ἠλιθίως διεκείμην, ὥστε ᾤμην τὴν ἐμαυτοῦ γυναῖκα πασῶν σωφρονεστάτην εἶναι τῶν ἐν τῇ πόλει.
このようなことが長い間続いておりましたが、私は一度も疑ったことはなく、むしろ、自分の妻は市内のすべての女性の中で最も貞淑であると思い込んでいるほど、愚かな状態にあったのです。