§1Τὸ μακάριον καὶ ἄφθαρτον οὔτε αὐτὸ πράγματα ἔχει οὔτε ἄλλῳ παρέχει, οὔτε ὀργαῖς οὔτε χάρισι συνέχεται·
祝福され不滅なるものは、自らも煩いを持たず、他者にもそれをもたらさない。 また、怒りにも好意にも支配されない。
ἐν ἀσθενείᾳ γὰρ πάντα τὰ τοιαῦτα.
なぜなら、そうしたものはすべて弱さのうちにあるからである。
§2Ὁ θάνατος οὐδὲν πρὸς ἡμᾶς·
死は我々にとって何ものでもない。
τὸ γὰρ διαλυθὲν ἀναισθητεῖ· τὸ δὲ ἀναισθητοῦν οὐδὲν πρὸς ἡμᾶς.
なぜなら、分解されたものは感覚を失い、感覚を失ったものは我々にとって何ものでもないからである。
§3Οὐ χρονίζει τὸ ἀλγοῦν ἐν τῇ σαρκί, ἀλλὰ τὸ μὲν ἄκρον τὸν ἐλάχιστον χρόνον πάρεστι, τὸ δὲ μέσον τὸ ὑπερτεῖνον τὸ ἡδόμενον κατὰ σάρκα 〈οὐ〉 πολλὰς ἡμέρας ὑπάρχει, αἱ δὲ πολυχρόνιοι τῶν ἀρρωστιῶν πλεονάζον ἔχουσιν ἐν τῇ σαρκὶ τὸ ἡδόμενον ἢ τὸ ἀλγοῦν.
肉体における苦痛は長引かない。 極限の苦痛はごくわずかな時間しか持続せず、肉体的な快楽を上回る程度の中等度の苦痛であっても、多くの日は持続しない。 慢性的な病気においては、肉体の中で快楽が苦痛を上回っているのである。
§4Πᾶσα ἀλγηδὼν εὐκαταφρόνητος·
あらゆる苦痛は侮るに足りる。
ἡ γὰρ σύντονον ἔχουσα τὸ πονοῦν σύντομον ἔχει τὸν χρόνον, ἡ δὲ χρονίζουσα περὶ τὴν σάρκα ἀβληχρὸν ἔχει τὸν πόνον.
激しい痛みを伴うものはその持続時間が短く、肉体において長引くものはかすかな痛みしか持たないからである。
§5Οὐκ ἔστιν ἡδέως ζῆν ἄνευ τοῦ φρονίμως καὶ καλῶς καὶ δικαίως·
賢明に、美しく、そして正しく生きることなしに、快く生きることはできない。
ὅπου δὲ τοῦτο μὴ ὑπάρχει, οὐκ ἔστιν ἡδέως ζῆν.
これらが存在しないところでは、快く生きることはできない。
§6Οὐκ ἔστι τὸν λάθρα τι ποιοῦντα, ὧν συνέθεντο πρὸς ἀλλήλους εἰς τὸ μὴ βλάπτειν μηδὲ βλάπτεσθαι, πιστεύειν ὅτι λήσει, κἂν μυριάκις ἐπὶ τοῦ παρόντος λανθάνῃ·
害し合わないために互いに取り決めた事柄に反して何かを密かに行う者が、たとえ現在は幾万回隠しおおせているとしても、これからも見つからずに済むと信じることはできない。
μέχρι γὰρ καταστροφῆς ἄδηλον εἰ λήσει.
生涯の終わりまでは、見つからずに済むかどうかは定かではないからである。
§7Ἀδικοῦντα λαθεῖν μὲν δύσκολον, πίστιν δὲ λαβεῖν ὑπὲρ τοῦ λαθεῖν ἀδύνατον.
不正を行いながら隠し通すことは困難であり、隠し通せるという確信を得ることは不可能である。
§8Ὁ τῆς φύσεως πλοῦτος ὥρισται καὶ εὐπόριστός ἐστιν.
自然が求める富は限界が定められており、手に入れやすい。
ὁ δὲ τῶν κενῶν δοξῶν εἰς ἄπειρον ἐκπίπτει καὶ ἔστι δυσπόριστος.
これに対して、空虚な思い込みによる富は無限に広がり、手に入れにくい。
§9Κακὸν ἀνάγκη, ἀλλ’ οὐδεμία ἀνάγκη ζῆν μετὰ ἀνάγκης.
必然は悪である。 しかし、必然とともに生きる必然は全くない。
§10Μέμνησο ὅτι θνητὸς ὢν τῇ φύσει καὶ λαβὼν χρόνον ὡρισμένον ἀνέβης τοῖς περὶ φύσεως διαλογισμοῖς ἐπὶ τὴν ἀπειρίαν καὶ τὸν αἰῶνα καὶ κατεῖδες
"τά τ’ ἐόντα τά τ’ ἐσσόμενα πρό τ’ ἐόντα. "
心に留めよ。 汝は本性上死すべき身であり、限られた時間を与えられているにすぎないが、自然についての考察によって無限と永遠にまで上り詰め、次のものを見極めたのだということを。 「現在あるもの、未来に生まれるもの、そして過去にあったものを。
§11Τῶν πλείστων ἀνθρώπων τὸ μὲν ἡσυχάζον ναρκᾷ, τὸ δὲ κινούμενον λυττᾷ.
」大方の人々は、静かにしているときは麻痺しており、動いているときは狂奔している。
§12Ὁ δίκαιος βίος ἀταρακτότατος, ὁ δὲ ἄδικος πλείστης ταραχῆς γέμων.
正しい生き方は最も心乱されることがないが、不正な生き方はこの上ない混乱に満ちている。
§13Ὧν ἡ σοφία παρασκευάζεται εἰς τὴν τοῦ ὅλου βίου μακαριότητα, πολὺ μέγιστόν ἐστιν ἡ τῆς φιλίας κτῆσις.
生涯全体の幸福のために知恵が備えるもののうち、友情の獲得ははるかに最大のものである。
§14Γεγόναμεν ἅπαξ, δὶς δὲ οὐκ ἔστι γενέσθαι·
我々は一度だけ生まれ、二度生まれることはできない。
δεῖ δὲ τὸν αἰῶνα μηκέτι εἶναι·
そして永遠にもはや存在しないに違いない。
σὺ δὲ οὐκ ὢν τῆς αὔριον 〈κύριος〉 ἀναβάλλῃ τὸν καιρόν·
しかし汝は、明日を支配する者ではないのに、好機を先延ばしにしている。
ὁ δὲ βίος μελλησμῷ παραπόλλυται καὶ εἷς ἕκαστος ἡμῶν ἀσχολούμενος ἀποθνῄσκει.
人生は引き延ばしによって台無しになり、我々の誰もが忙殺されながら死んでゆく。
§15Ἤθη ὥσπερ τὰ ἡμῶν αὐτῶν ἴδια τιμῶμεν, ἄν τε χρηστὰ ἔχωμεν καὶ ὑπὸ τῶν ἀνθρώπων ζηλούμενα, ἄν τε μή·
我々は自分自身の品性を、それが優れたもので人々に羨まれるものであれ、そうでなかれ、自分自身のものとして尊重する。
οὕτω χρὴ καὶ 〈τὰ〉 τῶν πέλας, ἂν ἐπιεικεῖς ὦσιν.
同様に、隣人の品性も、彼らが徳をわきまえた人々であるならば、尊重すべきである。
§16Οὐδεὶς βλέπων τὸ κακὸν αἱρεῖται αὐτό, ἀλλὰ δελεασθεὶς ὡς ἀγαθῷ 〈ὄντι αὐτῷ καὶ οὐκ ἀποβλέψας〉 πρὸς τὸ μεῖζον αὐτοῦ κακὸν ἐθηρεύθη.
悪と見なしてそれを選択する者は一人もいない。 むしろ、それが善であるかのように誘惑され、その先にあるより大きな悪に目を向けないまま、罠にかかってしまうのである。
§17Οὐ νέος μακαριστός, ἀλλὰ γέρων βεβιωκὼς καλῶς·
幸福なのは若者ではなく、美しく生きてきた老人である。
ὁ γὰρ νέος ἀκμὴν πολὺς ὑπὸ τῆς τύχης ἑτεροφρονῶν πλάζεται·
若者は絶頂期にあって、運命に翻弄され、思い乱れて彷徨う。
ὁ δὲ γέρων καθάπερ ἐν λιμένι τῷ γήρᾳ καθώρμικεν τὰ πρότερον δυσελπιστούμενα τῶν ἀγαθῶν ἀσφαλεῖ κατακλείσας χάριτι.
しかし老人は、老境という港に入港しており、かつては得られるか疑わしかった諸々の善きものを、揺るぎない感謝の中に安全に閉じ込めているからである。
§18Ἀφαιρουμένης προσόψεως καὶ ὁμιλίας καὶ συναναστροφῆς ἐκλύεται τὸ ἐρωτικὸν πάθος.
見つめ合うこと、言葉を交わすこと、そして共に過ごすことが奪われると、恋の情熱は衰え失せる。
§19Τοῦ γεγονότος ἀμνήμων ἀγαθοῦ γέρων τήμερον γεγένηται.
過去にあった善きことを忘れてしまった老人は、今日すでに骸も同然である。
§20Τῶν ἐπιθυμιῶν αἱ μέν εἰσι φυσικαὶ καὶ ἀναγκαῖαι, αἳ δὲ φυσικαὶ μὲν οὐκ ἀναγκαῖαι δέ, αἱ δὲ οὔτε φυσικαὶ οὔτε ἀναγκαῖαι ἀλλὰ παρὰ κενὴν δόξαν γινόμεναι.
欲望のうち、あるものは自然でありかつ必要不可欠なものであり、またあるものは自然ではあるが必要不可欠ではないものであり、さらに他のものは自然でも必要不可欠でもなく、空虚な思い込みによって生じるものである。
§21Οὐ βιαστέον τὴν φύσιν ἀλλὰ πειστέον·
自然を強制するのではなく、説得せねばならない。
πείσομεν δὲ τὰς ἀναγκαίας ἐπιθυμίας ἐκπληροῦντες, τάς τε φυσικὰς ἂν μὴ βλάπτωσι, τὰς δὲ βλαβερὰς πικρῶς ἐλέγχοντες.
必要不可欠な欲望を満たし、また害を及ぼさない限りにおいて自然な欲望をも満たし、有害な欲望は厳しく排斥することによって、我々は自然を説得するのである。
§22Ὁ ἄπειρος χρόνος καὶ ὁ πεπερασμένος ἴσην ἔχει τὴν ἡδονήν, ἐάν τις ὀρθῶς αὐτῆς τὰ πέρατα καταμετρήσῃ τῷ λογισμῷ.
無限の時間も有限の時間も、等しい快楽をもたらす。 もし人が、理性によって快楽の限界を正しく推し量るならば。
§23Πᾶσα φιλία δι’ ἑαυτὴν αἱρετή·
すべての友情はそれ自体のために望ましい。
ἀρχὴν δὲ εἴληφεν ἀπὸ τῆς ὠφελείας.
しかし、それは便益から始まったのである。
§24Ἐνύπνια οὐκ ἔλαχε φύσιν θείαν οὐδὲ μαντικὴν δύναμιν, ἀλλὰ γίνεται κατὰ ἔμπτωσιν εἰδώλων.
夢は神聖な本性も予言の力も有していない。 むしろ、像の飛び込みによって生じるのである。
§25Ἡ πενία μετρουμένη τῷ τῆς φύσεως τέλει μέγας ἐστὶ πλοῦτος· πλοῦτος δὲ μὴ ὁριζόμενος μεγάλη ἐστὶ πενία.
自然の目的に照らして測られる貧しさは大いなる富であり、限界のない富は大いなる貧しさである。