§1.1Fr. 1, col. i. ἠὼς οὐδὲ πιθοιγὶς ἐλάνθανεν οὐδ’ ὅτε δούλοις ἦμαρ Ὀρέστειοι λευκὸν ἄγουσι χόες·
Fr. 1, col. i. ピトイギアの夜明けも、オレステースのコエス(祝杯の祭り)が奴隷たちに白い(休息の)日をもたらすときも、[テウゲネスの注意を]逃れることはなかった。
Ἰκαρίου καὶ παιδὸς ἄγων ἐπέτειον ἁγιστύν, Ἀτθίσιν οἰκτίστη, σὸν φάος, Ἠριγόνη ἐς δαίτην ἐκάλεσσεν ὁμηθέας, ἐν δέ νυ τοῖσι ξεῖνον ὅς Ἀ[ἰ]γύπτῳ καινὸς ἀνεστρέφετο μεμβλωκὼς ἴδιόν τι κατὰ χρέος·
イカリオスと、アッティカの娘たちにとって最も哀れなその娘よ、汝の光(祭日)よ、エリゴネよ、その年ごとの祭礼を執り行いつつ、[ある主人が]同じ気質の人々を宴会に招待した。 そして彼らの中に、私的な用事でエジプトに最近やってきて滞在していたある異邦人がいた。
ἦν δὲ γενέθλην Ἴκιος, ᾧ, ξυνὴν εἶχον ἐγὼ κλισίην οὐκ ἐπιτάξ, ἀλλ’ αἶνος Ὀμηρικός, αἰὲν ὅμοιον ὡς θεός, οὐ ψευδής, ἐς τον ὅμοιον ἄγει.
彼は生まれがイコス島の人で、彼と、私は同じ食卓を共にした。 命令によってではなく、ホメーロスの『神は常に似た者を似た者へと導く、これは偽りではない』という格言がそうさせたのだ。
καὶ γὰρ ὁ Θρηικίην μὲν ἀπέστυγε χανδὸν ἄμυστιν οἰνοποτεῖν, ὀλίγῳ δ’ ἥδετο κισσυβίῳ.
というのも、彼はトラキア風の大口を開けての一気飲みを嫌い、小さなキッシュビオン(ツタの木杯)で飲むことを好んだからである。
τῷ μὲν ἐγὼ τάδ’ ἔλεξα περιστείχοντος ἀλείσου τὸ τρίτον, εὖτ’ ἐδάην οὔνομα καὶ γενεήν·
杯が3回目に回ってきたとき、その名前と素性を知った私は、彼にこう語りかけた。
Ἦ μάλ’ ἔπος τόδ’ ἀληθὲς ὅ τ’ οὐ μόνον ὕδατος αἶσαν ἀλλ’ ἔτι καὶ λέσχης οἶνος ἔχειν ἐθέλει·
「まことに、ワインはただ(薄めるための)水の分量だけでなく、語らいをも含みたいと望むのだ、というこの言葉は極めて真実だ。
τὴν ἡμεῖς, οὐκ ἐν γ γ[ὰ]ρ ἀρυστήρεσσι φορεῖται οὐδέ μιν εἰς ἀ[τενεῖς] ὀφρύας οἰνοχόων αἰτήσεις ὁρόω [ν] ὅτ’ ἐλεύθερος ἀτμένα σαίνει, βάλλωμεν χαλεπῷ φάρμακον ἐν πόματι, Θεύγενες, ὅσσ[α] δ’ ἐμεῖο σ[έ]θεν πάρα θυμὸς ἀκοῦσαι ἰχαίνει, τάδε μοι λ[έ]ξον [ἀνειρομέν]ῳ·
それを(その語らいを)、私たちは、――というのもそれはお酌の柄杓で運ばれるものではなく、また自由人が奴隷に媚びるのを見つつお酌たちの険しい眉に要求を向ける必要もないからだが、―― 厳しい飲み物(ワイン)の中の薬として投げ込もうではないか、テウゲネスよ。 私の心があなたから聞くことを熱望しているこれらのことを、尋ねる私に語ってくれ。
Μυρμιδόνων ἐσσῆνα τ[ί πάτριον ὔ]μμι σέβεσθαι Πηλέα, κῶς Ἴκῳ ξυν[ὰ τὰ Θεσσαλι]κά, τεῦ δ’ ἕνεκεν γήτειον ἰδ [. . ] υτ [. . . ἄ]ρτον ἔχουσα col. ii. ἥρωος κα[θ]όδου πα[ῖς εἰδότες ὡς ἐνέπου[σι κείνην ἢ περὶ σὴν [ οὔθ’ ἑτέρην ἔγνωκα· τ[ οὔατα μυθεῖσθαι βο[ τ[αῦτ’] ἐμέθεν λέξαντο[ς τ[ρισ]μάκαρ, ἦ παύρων ὄ[λβιός ἐσσι μέτα, [ναυτι]λίης εἰ νῆιν ἔ[χεις βίον·
なぜあなた方の祖先はミュルミドーン人の王ペーレウスを崇拝しているのか、いかにしてテッサリアの事柄がイコス島と共通しているのか、そしてなぜ、リーキを...パンを持って... col. ii. 英雄の帰還...子... 知っている者たちが語るように... それ、あるいはあなたの...について私は他を知らない... 耳に語る... 私がこのように語ると、[彼は答えた]「三度幸いなるかな、もしあなたが航海を知らぬ生活を送るなら、あなたは少数の幸運な人々のうちにいる。
ἀλλ’ ἐμὸς αἰὼν [κύμασιν αἰ]θυίης μᾶ[λλον ἐσῳκίσατο
しかし私の生涯は、カモメよりも多く波の間に住まうことになったのだ。
§1.2; cf. Frag. 127 possibly belongs to the same context. ἀρνεῖος M ἀρνῆ‹ι›δας καὶ θάνε τοῦ μὲν ἀ καὶ τὸν ἐπ [ὶ ῥάβδῳ μῦθον ὑφαινόμενον ἀνέρες ε πλαγκτὺν ἠνεκὲς ἀε [ίδω δειδεγμένος] οὐδὲ μεὺ α νύμφης αι παιδοφόνω ἧκεν ἐπ’ Ἀρ[γείους] ἥ σφεων μητέρας [ἐξεκένωσεν ἐκούφισθεν δὲ τιθῆναι.
」; cf. Frag. 127 possibly belongs to the same context. 雄羊羊そして死んだ彼のそして杖に寄りかかって紡がれる物語を男たちが放浪を私は歓迎されつつ絶え間なく歌う...もせず妖精の子殺しのアルゴス人たちに放った彼女たちの母親たちを空にし、乳母たちは軽くなった。
οὐχ οὕτω Ἄργος ανα.
そのようではなくアルゴスよ、王よ。
§1.3γηράσκει δὲ γέρων κεῖνος ἐλαφρότερον, κοῦροι τὸν φιλέουσιν, ἑὸν δέ μιν οἷα γονῆα χειρὸς ἐπ’ οἰκείην ἄχρις ἄγουσι θύρην. ; cf.
その老人はより軽やかに老いていく。 若者たちが彼を愛し、彼を自らの親のように手をとって彼自身の家(門口)まで送り届けるからである。
§1.4ἀπ’ ὀστλίγγων αἰὲν ἄλειφα ῥέει.
巻き毛から常に香油が流れ落ちる。
§1.5οἵη τε Τρίτωνος ἐφ’ ὕδασι Ἀσβύσταο.
アスビュステースのトリトンの水辺におけるような。
§1.6τετράενον Δαμάσου παῖδα Τελεστορίδην.
ダマソスの子、4歳のテレストリデースを。
§1.7τρία δέ εἰσιν ἀκρωτήρια τῆς Ἴδης, Λεκτόν, Γάργαρον, Φαλάκρη.
イデ山には3つの岬がある。 レクトン、ガルガロン、パラクレである。
τούτου μνημονεύει Καλλίμαχος ἐν πρώτῳ Αἰτίων.
カッリマコスは『アイティア』第1巻でこれに言及している。
§1.8Ἀθηνᾶ. . τοὺς Λοκροὺς ἠνάγκασεν ἐπὶ χίλια ἔτη εἰς Ἴλιον ἐκ κλήρου παρθένους πέμπειν.
アテナは...ロクリス人たちに、千年の間、抽選で処女たちをイリオンへと送ることを強制した。
ἡ ἱστορία παρὰ Καλλιμάχῳ ἐν α′ Αἰτίων.
この物語はカッリマコスの『アイティア』第1巻にある。
§1.9Κόροιβον, οὗ μέμνηται Καλλίμαχος ἐν α′ Αἰτίων.
コロイボス。 カッリマコスは『アイティア』第1巻で彼に言及している。
§1.10. . κώμη τῆς Μεγαρίδος. . . Καλλίμαχος δ’ ἐν ‹α′› Αἰτίων πόλιν αὐτὴν εἶναί φησι.
...メガリス地方の村...しかしカッリマコスは『アイティア』第1巻で、そこは都市であると言っている。