§1.1ΚΑΙ ἦν ἀνήρ οἰκῶν ἐν Βαβυλῶνι, καὶ ὄνομα αὐτῷ Ἰωακείμ.
バビロンに一人の住む男がおり、その名はヨヤキムであった。
§1.2καὶ ἔλαβεν γυναῖκα ᾖ ὄνομα Σουσάννα, θυγάτηρ Χελκείου, καλὴ σφόδρα καὶ φοβουμένη τὸν κύριον.
そして彼は、スザンナという名の、ヒルキヤの娘で、非常に美しく主を恐れる妻を娶った。
§1.3καὶ οἱ γονεῖς αὐτῆς δίκαιοι, καὶ ἐδίδαξαν τὴν θυγατέρα αὐτῶν κατὰ τὸν νόμον Μωυσῆ.
彼女の両親は義人であり、モーセの律法に従って自分たちの娘を教育した。
§1.4καὶ ἦν Ἰωακεὶμ πλούσιος σφόδρα, καὶ ἦν αὐτῷ παράδεισος γειτνιῶν τῷ οἴκῳ αὐτοῦ·
ヨヤキムは非常に裕福で、彼の家には隣接する庭園があった。
καὶ πρὸς αὐτὸν προσήγοντο οἱ Ἰουδαῖοι, διὰ τὸ εἶναι αὐτὸν ἐνδοξότερον πάντων.
そして、彼がすべての人の中で最も名声があったため、ユダヤ人たちは彼のもとに集まっていた。
§1.5Καὶ ἀπεδείχθησαν δύο πρεσβύτεροι ἐκ τοῦ λαοῦ κριταὶ ἐν τῷ ἐνιαυτῷ ἐκείνῳ, περὶ ὧν ἐλάλησεν ὁ δεσπότης ὅτι ἐξῆλθεν ἀνομία ἐκ Βαβυλῶνος ἐκ πρεσβυτέρων κριτῶν οἳ ἐδόκουν κυβερνῶν τὸν λαόν.
その年、民の中から二人の長老が裁判官に任命された。 彼らについて、主は「民を治めていると思われる長老の裁判官たちの中から、不法がバビロンから出た」と言われた。
§1.6οὗτοι προσεκαρτέρουν ἐν τῇ οἰκίᾳ Ἰωακείμ, καὶ ἤρχοντο πρὸς αὐτοὺς πάντες οἱ κρινόμενοι.
彼らはヨヤキムの家に常駐し、訴えのある者はみな彼らのもとにやって来た。
§1.7καὶ ἐγένετο ἡνίκα ἀπέτρεχεν ὁ λαὸς μέσον ἡμέρας, εἰσεπορεύετο Σουσάννα καὶ περιεπάτει ἐν τῷ παραδείσῳ τοῦ ἀνδρὸς αὐτῆς.
民が真昼に立ち去る時になると、スザンナは夫の庭園に入って行って歩き回るのが常であった。
§1.8καὶ ἐθεώρουν αὐτὴν οἱ δύο πρεσβύτεροι καθʼ ἡμέραν εἰσπορευομένην καὶ περιπατοῦσαν, καὶ ἐγένοντο ἐν ἐπιθυμίᾳ αὐτῆς.
二人の長老は、彼女が毎日入って来て歩き回るのを見ているうちに、彼女への情欲を抱くようになった。
§1.9καὶ διέ. στρεψαν τὸν ἑαυτῶν νοῦν, καὶ ἐξέκλιναν τοὺς ὀφθαλμοὺς αὐτῶν τοῦ μὴ βλέπειν εἰς τὸν οὐρανὸν μηδὲ μνημονεύειν κριμάτων δικαίων.
彼らは自分たちの理性を歪め、天を見上げることも、正しい裁きを思い起こすこともしないようにと、その目を背けた。
§1.10καὶ ἦσαν ἀμφότεροι κατανενυγμένοι περὶ αὐτῆς, καὶ οὐκ ἀνήγγειλαν ἀλλήλοις τὴν ὀδύνην ἑαυτῶν·
二人とも彼女への情欲に深く悩まされていたが、互いに自分たちの苦しみを告げようとはしなかった。
§1.11ὅτι ήσχύνοντο ἀναγγεῖλαι τὴν ἐπιθυμίαν αὐτῶν ὅτι ἤθελον συγγενέσθαι αὐτῇ.
なぜなら、彼女と交わりたいという自分たちの情欲を打ち明けることを恥じたからである。
§1.12καὶ παρετηροῦσαν φιλοτίμως καθʼ ἡμέραν ὁρᾷν αὐτήν.
そして彼らは彼女を見るために、毎日熱心に監視していた。
§1.13καὶ εἶπαν ἕτερος τῷ ἑτέρῳ Πορευθῶμεν δὴ εἰς οἶκον, ὅτι ἀρίστου ὥρα ἐστίν·
そして彼らは互いに言った。 「さあ、家に帰ろう。 昼食の時間だから。
καὶ ἐξελθόντες διεχωρίσθησαν ἀπ᾿ ἀλλήλων.
」こうして彼らは外に出て、互いに別れた。
§1.14καὶ ἀνακάμψαντες ἦλθον ἐπὶ τὸ αὐτό, καὶ ἀνετάζοντες ἀλλήλους τὴν αἰτίαν ὡμολόγησαν τὴν ἐπιθυμίαν αὐτῶν·
しかし引き返して同じ場所にやって来ると、互いにその理由を問い質し合って情欲を告白した。
καὶ τότε κοινῇ συνετάξαντο καιρὸν ὅτε αὐτὴν δυνήσονται εὑρεῖν μόνην.
そしてその時、共同で、彼女が一人でいるのを見つけられるような時機を約束し合った。
§1.15καὶ ἐγένετο ἐν τῷ παρατηρεῖν αὐτοὺς ἡμέραν εὔθετον εἰσῆλθέν ποτε καθὼς ἐχθές καὶ τρίτης ἡμέρας μετὰ δύο μόνων κορασίων, καὶ ἐπεθύμησε λούσασθαι ἐν τῷ παραδείσω, ὅτι καῦμα ἣν.
彼らが都合の良い日を窺っていたとき、ある時、彼女は昨日や一昨日と同じように、二人の若い侍女だけを連れて入って来た。 そして暑かったので、庭園で水浴びをしたいと望んだ。
§1.16καὶ οὐκ ἣν ἐκεῖ οὐδεὶς πλὴν οἱ δύο πρεσβύτεροι κεκρυμμένοι καὶ παρατηροῦντες αὐτήν.
そこには、隠れて彼女を監視していた二人の長老のほかには誰もいなかった。
§1.17καὶ εἶπεν τοῖς κορασίοις Ἐνέγκατε δὴ μοι ἔλαιον καὶ σμήγματα, καὶ τὰς θύρας τοῦ παραδείσου κλείσατε, ὅπως λούσωμαι.
彼女は侍女たちに言った。 「油と香油を持ってきておくれ。 そして私が水浴びができるように、庭園の門を閉めておくれ。
§1.18καὶ ἐποίησαν καθὼς εἶπεν, καὶ ἀπέκλεισαν τὰς θύρας τοῦ παραδείσου, καὶ ἐξῆλθαν κατὰ τὰς πλαγίας θύρας ἐνέγκαι τὰ προστεταγμένα αὐταῖς, καὶ οὐκ εἴδοσαν τοὺς πρεσβυτέρους, ὅτι ἦσαν κεκρυμμένοι.
」彼女たちは言われた通りにし、庭園の門を閉め、命じられたものを持ってくるために脇の扉から出て行った。 そして長老たちが隠れていたので、彼女たちには見えなかった。
§1.19καὶ ἐγένετο ὡς ἐξήλθοσαν τὰ κοράσια, καὶ ἀνέστησαν οἱ δύο πρεσβῦται καὶ ἐπέδραμον αὐτῇ,
侍女たちが出て行くとすぐに、二人の長老は立ち上がって彼女のもとに走り寄り、言った。
§1.20καὶ εἶπον Ἰδοὺ αἱ θύραι τοῦ παραδείσου κέκλεινται, καὶ οὐδεὶς θεωρεῖ ἡμᾶς, καὶ ἐν ἐπιθυμίᾳ σού ἐσμεν·
「見よ、庭園の門は閉ざされ、誰も私たちを見てはいない。 私たちはあなたを求めている。
διὸ συνκατάθου ἡμίν, καὶ γενοῦ μεθʼ ἡμῶν.
だから私たちに同意し、私たちのものになってくれ。
§1.21εἰ δὲ μή, καταμαρτυρήσομέν σου ὅτι ἦν μετὰ σοῦ νεανίσκος, καὶ διὰ τοῦτο ἐξαπέστειλας τὰ κοράσια ἀπὸ σου.
もしそうでなければ、若者があなたと一緒にいた、だからあなたは侍女たちを去らせたのだと、私たちはあなたに不利な証言をするだろう。
§1.22καὶ ἀνεστέναξεν Σουσάννα καὶ εἶπεν Στενά μοι πάντοθεν·
」スザンナはため息をついて言った。 「私は四方塞がりです。
ἐάν τε γὰρ τοῦτο πράξω, θάνατός μοί ἐστιν·
もしこれをすれば、私には死が待っています。
ἐάν τε μὴ πράξω, οὐκ ἐκφεύξομαι τὰς χεῖρας ὑμῶν.
もししなければ、あなた方の手から逃れることはできません。
§1.23αἱρετόν μοί ἐστιν μὴ πράξασαν ἐνπεσεῖν εἰς τὰς χεῖρας ὑμῶν ἤ ἁμαρτεῖν ἐνώπιον Κυρίου.
私にとっては、これを行わずにあなた方の手に落ちる方が、主の御前で罪を犯すよりも好ましいことです。
§1.24καὶ ἀνεβόησεν φωνῇ μεγάλῃ Σουσάννα·
」そしてスザンナは大声で叫んだ。
ἐβόησαν δέ καὶ οἱ δύο πρεσβῦται κατέναντι αὐτῆς.
二人の長老もまた彼女に向かって叫んだ。
§1.25καὶ δραμὼν ὁ εἶς ἤνοιξεν τὰς θύρας τοῦ παραδείσου.
そして一人が走って行って、庭園の門を開けた。
§1.26ὡς δὲ ἤκουσαν τὴν κραυγὴν ἐν τῷ παραδείσῳ οἱ ἐκ τῆς οἰκίας, εἰσεπήδησαν διὰ τῆς πλαγίας θύρας ἰδεῖν τὸ συμβεβηκὸς αὐτῇ.
家の者たちは庭園での叫び声を聞くと、彼女に何が起こったのかを見ようと、脇の扉から飛び込んできた。
§1.27ἡνίκα δὲ εἶπαν οἱ πρεσβῦται τοὺς λόγους αὐτῶν, κατῃσχύνθησαν οἱ δοῦλοι σφόδρα, ὅτι πώποτε οὐκ ἐρρέθη λόγος τοιοῦτος περὶ Σουσάννης.
長老たちが自分たちの言い分を話すと、召使いたちは非常に恥じた。 なぜなら、スザンナについてこのような話はかつて一度も言われたことがなかったからである。
§1.28καὶ ἐγένετο τῇ ἐπαύριον ὡς συνῆλθεν ὁ λαὸς πρὸς τὸν ἄνδρα αὐτῆς Ἰωακείμ, ἦλθον οἱ δύο πρεσβῦται πλήρεις τῆς ἀνόμου ἐννοίας κατὰ Σουσάννης τοῦ θανατῶσαι αὐτήν, καὶ εἶπαν ἔμπροσθεν τοῦ λαοῦ
翌日、民が彼女の夫ヨヤキムのところに集まったとき、二人の長老はスザンナを死刑にしようとする不法な悪だくみに満ちてやって来て、民の前で言った、「ヨヤキムの妻である、ヒルキヤの娘スザンナを呼び出しなさい。
§1.29Ἀποστείλατε ἐπὶ Σουσάνναν θυγατέρα Χελκίου ἥ ἐστιν γυνὴ Ἰωακείμ. οἱ δὲ ἀπέστειλαν.
」そこで人々は彼女を呼び出した。
§1.30καὶ ἦλθεν αὐτὴ καὶ οἱ γονεῖς αὐτῆς καὶ τὰ τέκνα αὐτῆς καὶ πάντες οἱ συγγενεῖς αὐτῆς.
彼女は、両親、子供たち、そしてすべての親族を伴ってやって来た。
§1.31ἡ δὲ Σουσάννα ἦν τρυφερὰ σφόδρα καὶ καλὴ τῷ εἴδει
スザンナは非常に優雅で、容姿の美しい女性であった。
§1.32οἱ δὲ παράνομοι ἐκέλευσαν ἀποκαλυφθῆναι αὐτήν, ἦν γὰρ κατακεκαλυμμένη, ὅπως ἐμπλησθῶσιν τοῦ κάλλους αὐτῆς.
不法な者たちは、彼女の美しさを満喫しようと、ベールで覆われていた彼女のベールを剥ぎ取るように命じた。
§1.33ἔκλαιον δὲ οἱ παρʼ αὐτῆς καὶ πάντες οἱ ἰδόντες αὐτήν.
彼女の身内の者たち、そして彼女を見たすべての者が泣いた。