Humanitext Reader

七十士译本 · 苏珊娜传(狄奥多田译本) §1.1-1.33

二位长老对苏珊娜的胁迫与诬告

第 1 段,共 2 段 · 希腊语

内容简介

富有的约雅敬之妻苏珊娜美丽且虔诚,却遭到民间两位长老的觊觎与胁迫。在她拒绝他们的非分要求后,长老们在民众面前诬告她犯下奸淫罪,企图置她于死地。

§1.1ΚΑΙ ἦν ἀνήρ οἰκῶν ἐν Βαβυλῶνι, καὶ ὄνομα αὐτῷ Ἰωακείμ.
巴比伦有一个居住的男人,他的名字叫约雅敬。
§1.2καὶ ἔλαβεν γυναῖκα ᾖ ὄνομα Σουσάννα, θυγάτηρ Χελκείου, καλὴ σφόδρα καὶ φοβουμένη τὸν κύριον.
他娶了一个名叫苏珊娜的妻子,她是希勒雅的女儿,非常美丽,并且敬畏主。
§1.3καὶ οἱ γονεῖς αὐτῆς δίκαιοι, καὶ ἐδίδαξαν τὴν θυγατέρα αὐτῶν κατὰ τὸν νόμον Μωυσῆ.
她的父母也是义人,并按照摩西的律法教育他们的女儿。
§1.4καὶ ἦν Ἰωακεὶμ πλούσιος σφόδρα, καὶ ἦν αὐτῷ παράδεισος γειτνιῶν τῷ οἴκῳ αὐτοῦ· καὶ πρὸς αὐτὸν προσήγοντο οἱ Ἰουδαῖοι, διὰ τὸ εἶναι αὐτὸν ἐνδοξότερον πάντων.
约雅敬非常富有,他的房子旁边有一个花园;犹太人常聚集在他那里,因为他在所有人中最为尊贵。
§1.5Καὶ ἀπεδείχθησαν δύο πρεσβύτεροι ἐκ τοῦ λαοῦ κριταὶ ἐν τῷ ἐνιαυτῷ ἐκείνῳ, περὶ ὧν ἐλάλησεν ὁ δεσπότης ὅτι ἐξῆλθεν ἀνομία ἐκ Βαβυλῶνος ἐκ πρεσβυτέρων κριτῶν οἳ ἐδόκουν κυβερνῶν τὸν λαόν.
那一年,民间有两位长老被任命为审判官。 关于他们,主曾说:“不法的事从巴比伦出来,出自那些似乎在治理百姓的长老审判官中。
§1.6οὗτοι προσεκαρτέρουν ἐν τῇ οἰκίᾳ Ἰωακείμ, καὶ ἤρχοντο πρὸς αὐτοὺς πάντες οἱ κρινόμενοι.
” 这些人常在约雅敬的家里,凡有争讼的人都到他们那里去。
§1.7καὶ ἐγένετο ἡνίκα ἀπέτρεχεν ὁ λαὸς μέσον ἡμέρας, εἰσεπορεύετο Σουσάννα καὶ περιεπάτει ἐν τῷ παραδείσῳ τοῦ ἀνδρὸς αὐτῆς.
中午百姓散去的时候,苏珊娜就进来,在她丈夫的花园里散步。
§1.8καὶ ἐθεώρουν αὐτὴν οἱ δύο πρεσβύτεροι καθʼ ἡμέραν εἰσπορευομένην καὶ περιπατοῦσαν, καὶ ἐγένοντο ἐν ἐπιθυμίᾳ αὐτῆς.
那两位长老每天都看见她进来散步,就对她起了淫欲。
§1.9καὶ διέ. στρεψαν τὸν ἑαυτῶν νοῦν, καὶ ἐξέκλιναν τοὺς ὀφθαλμοὺς αὐτῶν τοῦ μὴ βλέπειν εἰς τὸν οὐρανὸν μηδὲ μνημονεύειν κριμάτων δικαίων.
他们歪曲了自己的理性,避开眼睛不看上天,也不记念公义的审判。
§1.10καὶ ἦσαν ἀμφότεροι κατανενυγμένοι περὶ αὐτῆς, καὶ οὐκ ἀνήγγειλαν ἀλλήλοις τὴν ὀδύνην ἑαυτῶν· §1.11ὅτι ήσχύνοντο ἀναγγεῖλαι τὴν ἐπιθυμίαν αὐτῶν ὅτι ἤθελον συγγενέσθαι αὐτῇ.
他们两人都为她深感痛苦,却不肯互相透露自己的痛苦;因为他们羞于说出自己的淫欲,即他们渴望与她同房。
§1.12καὶ παρετηροῦσαν φιλοτίμως καθʼ ἡμέραν ὁρᾷν αὐτήν.
他们每天都热切地窥伺,想要见到她。
§1.13καὶ εἶπαν ἕτερος τῷ ἑτέρῳ Πορευθῶμεν δὴ εἰς οἶκον, ὅτι ἀρίστου ὥρα ἐστίν·
他们彼此说:“我们回家去吧,因为是吃午饭的时候了。
καὶ ἐξελθόντες διεχωρίσθησαν ἀπ᾿ ἀλλήλων.
”于是他们走出去,互相分手了。
§1.14καὶ ἀνακάμψαντες ἦλθον ἐπὶ τὸ αὐτό, καὶ ἀνετάζοντες ἀλλήλους τὴν αἰτίαν ὡμολόγησαν τὴν ἐπιθυμίαν αὐτῶν· καὶ τότε κοινῇ συνετάξαντο καιρὸν ὅτε αὐτὴν δυνήσονται εὑρεῖν μόνην.
但他们折回来,又到了同一个地方,互相追问原因,便承认了各自的淫欲;于是他们共同约定了一个可以趁她单独一人时找到她的时机。
§1.15καὶ ἐγένετο ἐν τῷ παρατηρεῖν αὐτοὺς ἡμέραν εὔθετον εἰσῆλθέν ποτε καθὼς ἐχθές καὶ τρίτης ἡμέρας μετὰ δύο μόνων κορασίων, καὶ ἐπεθύμησε λούσασθαι ἐν τῷ παραδείσω, ὅτι καῦμα ἣν.
当他们窥伺合适日子的时候,她有一天像昨天和前天一样进来了,只带着两个年轻的侍女,她想在花园里洗澡,因为天气炎热。
§1.16καὶ οὐκ ἣν ἐκεῖ οὐδεὶς πλὴν οἱ δύο πρεσβύτεροι κεκρυμμένοι καὶ παρατηροῦντες αὐτήν.
那里除了那两位躲藏起来并窥伺着她的长老之外,没有别人。
§1.17καὶ εἶπεν τοῖς κορασίοις Ἐνέγκατε δὴ μοι ἔλαιον καὶ σμήγματα, καὶ τὰς θύρας τοῦ παραδείσου κλείσατε, ὅπως λούσωμαι.
她对侍女们说:“给我拿油和香膏来,把花园的门关上,好让我洗澡。
§1.18καὶ ἐποίησαν καθὼς εἶπεν, καὶ ἀπέκλεισαν τὰς θύρας τοῦ παραδείσου, καὶ ἐξῆλθαν κατὰ τὰς πλαγίας θύρας ἐνέγκαι τὰ προστεταγμένα αὐταῖς, καὶ οὐκ εἴδοσαν τοὺς πρεσβυτέρους, ὅτι ἦσαν κεκρυμμένοι.
” 她们便照着她所说的做了,关上花园的门,从侧门走出去拿吩咐她们拿的东西;她们没有看见长老们,因为他们躲藏着。
§1.19καὶ ἐγένετο ὡς ἐξήλθοσαν τὰ κοράσια, καὶ ἀνέστησαν οἱ δύο πρεσβῦται καὶ ἐπέδραμον αὐτῇ, §1.20καὶ εἶπον Ἰδοὺ αἱ θύραι τοῦ παραδείσου κέκλεινται, καὶ οὐδεὶς θεωρεῖ ἡμᾶς, καὶ ἐν ἐπιθυμίᾳ σού ἐσμεν· διὸ συνκατάθου ἡμίν, καὶ γενοῦ μεθʼ ἡμῶν.
侍女们一走出去,两位长老就站起来,朝她跑过去,说道:“看啊,花园的门关着,没有人看见我们,我们对你起了淫欲;所以请顺从我们,与我们同房吧。
§1.21εἰ δὲ μή, καταμαρτυρήσομέν σου ὅτι ἦν μετὰ σοῦ νεανίσκος, καὶ διὰ τοῦτο ἐξαπέστειλας τὰ κοράσια ἀπὸ σου.
否则,我们要作证指控你,说有一个青年男子与你在一起,因此你才打发侍女们离开。
§1.22καὶ ἀνεστέναξεν Σουσάννα καὶ εἶπεν Στενά μοι πάντοθεν· ἐάν τε γὰρ τοῦτο πράξω, θάνατός μοί ἐστιν· ἐάν τε μὴ πράξω, οὐκ ἐκφεύξομαι τὰς χεῖρας ὑμῶν.
” 苏珊娜叹息道:“我四面楚歌;因为我若做这事,就是死路一条;我若不做,也无法逃脱你们的手。
§1.23αἱρετόν μοί ἐστιν μὴ πράξασαν ἐνπεσεῖν εἰς τὰς χεῖρας ὑμῶν ἤ ἁμαρτεῖν ἐνώπιον Κυρίου.
我宁可不做这事而落在你们手里,也不愿在主面前犯罪。
§1.24καὶ ἀνεβόησεν φωνῇ μεγάλῃ Σουσάννα· ἐβόησαν δέ καὶ οἱ δύο πρεσβῦται κατέναντι αὐτῆς.
” 于是苏珊娜大声喊叫;那两位长老也对着她大声喊叫。
§1.25καὶ δραμὼν ὁ εἶς ἤνοιξεν τὰς θύρας τοῦ παραδείσου.
其中一人跑去打开了花园的门。
§1.26ὡς δὲ ἤκουσαν τὴν κραυγὴν ἐν τῷ παραδείσῳ οἱ ἐκ τῆς οἰκίας, εἰσεπήδησαν διὰ τῆς πλαγίας θύρας ἰδεῖν τὸ συμβεβηκὸς αὐτῇ.
家里的人听到花园里的喊叫声,就从侧门冲进来,要看她发生了什么事。
§1.27ἡνίκα δὲ εἶπαν οἱ πρεσβῦται τοὺς λόγους αὐτῶν, κατῃσχύνθησαν οἱ δοῦλοι σφόδρα, ὅτι πώποτε οὐκ ἐρρέθη λόγος τοιοῦτος περὶ Σουσάννης.
当长老们说出他们的话时,仆人们感到非常羞愧,因为从来没有听说过关于苏珊娜的这种事。
§1.28καὶ ἐγένετο τῇ ἐπαύριον ὡς συνῆλθεν ὁ λαὸς πρὸς τὸν ἄνδρα αὐτῆς Ἰωακείμ, ἦλθον οἱ δύο πρεσβῦται πλήρεις τῆς ἀνόμου ἐννοίας κατὰ Σουσάννης τοῦ θανατῶσαι αὐτήν, καὶ εἶπαν ἔμπροσθεν τοῦ λαοῦ §1.29Ἀποστείλατε ἐπὶ Σουσάνναν θυγατέρα Χελκίου ἥ ἐστιν γυνὴ Ἰωακείμ.
第二天,百姓聚集在她丈夫约雅敬那里,那两位长老满怀针对苏珊娜的恶念而来,想要置她于死地;他们在百姓面前说: “去把希勒雅的女儿、约雅敬的妻子苏珊娜传来。
οἱ δὲ ἀπέστειλαν.
”于是人们便去传她。
§1.30καὶ ἦλθεν αὐτὴ καὶ οἱ γονεῖς αὐτῆς καὶ τὰ τέκνα αὐτῆς καὶ πάντες οἱ συγγενεῖς αὐτῆς.
她便和她的父母、她的儿女以及她所有的亲属一同来了。
§1.31ἡ δὲ Σουσάννα ἦν τρυφερὰ σφόδρα καὶ καλὴ τῷ εἴδει
苏珊娜非常娇美,容貌美丽。
§1.32οἱ δὲ παράνομοι ἐκέλευσαν ἀποκαλυφθῆναι αὐτήν, ἦν γὰρ κατακεκαλυμμένη, ὅπως ἐμπλησθῶσιν τοῦ κάλλους αὐτῆς.
那些不法之徒命令揭开她的面纱(因为她是蒙着面的),好让他们饱览她的美丽。
§1.33ἔκλαιον δὲ οἱ παρʼ αὐτῆς καὶ πάντες οἱ ἰδόντες αὐτήν.
她的家人和所有看见她的人都哭了。

词汇与语法注释

  1. §1.5κυβερνῶν — 此词虽为现在分词主格单数阳性,但此处作为意为“他们似乎”的动词 ἐδόκουν 的补足语,本应使用不定式(κυβερνᾶν),这可能是手抄本的笔误或反映了后期希腊语的发展。
  2. §1.9τοῦ μὴ βλέπειν — 带有否定词 μὴ 的属格不定式(τοῦ + 不定式),表示目的与意图,意为“为了不看(上天)”。
  3. §1.15καθὼς ἐχθές καὶ τρίτης ἡμέρας — 直译为“就像昨天和前天(第三天)一样”,这是将希伯来语中表示“如往常一样”或“如先前一样”的惯用语(kếtmôl šilšôm)直译为希腊语的表现。
  4. §1.23αἱρετόν μοί ἐστιν μὴ πράξασαν... ἤ ἁμαρτεῖν — 短语 αἱρετόν... ἤ 具有比较级含义,表示“宁可……也不愿……”。宾格分词 μὴ πράξασαν 未与主句中的与格代词(μοί)一致,而是与不定式结构中作为逻辑主语而设想的宾格形式相一致。

引用这一段

七十士译本, 苏珊娜传(狄奥多田译本) §1.1-1.33. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0527.tlg055.humanitext-grc1:1.1-1.33

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。