§1.1ΑΟΓΟΣ Κυρίου ὃς ἐγενήθη πρὸς Σοφονίαν τὸν τοῦ Χουσεὶ υἱὸν Γοδολίου τοῦ Ἀμορίου τοῦ Ἑζεκίου ἐν ἡμέραις Ἰωσείου υἱοῦ Ἀμὼν βασιλέως Ἰούδα.
主の言葉。 これはアモンの子、ユダの王ヨシヤの日に、ヒゼキヤの子アモリアの子ゴドリアの子クシの子ソフォニアに臨んだものである。
§1.2Ἐκλείψει ἐκλιπέτω ἀπὸ προσώπου τῆς γῆς, λέγει Κύριος·
「地の面から完全に一掃されよ」と主は言われる。
§1.3ἐκλιπέτω ἄνθρωπος καὶ κτήνη, ἐκλιπέτω τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ οἱ ἰχθύες τῆς θαλάσσης·
「人間も家畜も一掃されよ。 空の鳥も海の魚も一掃されよ。
καὶ ἀσθενήσουσιν οἱ ἀσεβεῖς, καὶ ἐξαρῶ τοὺς ἀνόμους ἀπὸ προσώπου τῆς γῆς, λέγει Κύριος.
不信心な者たちはつまずき、わたしは不法な者たちを地の面から絶やしにする」と主は言われる。
§1.4καὶ ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ Ἰούδαν καὶ ἐπὶ πάντας τοὺς κατοικοῦντας Ἰερουσαλήμ·
「わたしは手をユダの上、またエルサレムのすべての住民の上に伸ばす。
καὶ ἐξαρῶ ἐκ τοῦ τόπου τούτου τὰ ὀνόματα τῆς Βάαλ καὶ τὰ ὀνόματα τῶν ἱερέων,
そして、この場所からバアルの名と、神官たちの名を断絶する。
§1.5καὶ τοὺς προσκυνοῦντας ἐπὶ τὰ δώματα τῇ στρατιᾷ τοῦ οὐρανοῦ, καὶ τοὺς προσκυνοῦντας καὶ τοὺς ὀμνύοντας κατὰ τοῦ κυρίου, καὶ τοὺς ὀμνύοντας κατὰ τοῦ βασιλέως αὐτῶν, §1.6καὶ τοὺς ἐκκλίνοντας ἀπὸ τοῦ κυρίου, καὶ τοὺς μὴ ζητοῦντας τὸν κύριον, καὶ τοὺς μὴ ἀντεχομένους τοῦ κυρίου.
また、屋上で天の軍勢を礼拝する者たち、また礼拝し主にかけて誓いつつ、同時に彼らの王にかけて誓う者たち、また、主から背を向け、主を求めず、主を頼りにしない者たちを。
§1.7Εὐλαβεῖσθε ἀπὸ προσώπου Κυρίου τοῦ θεοῦ, διότι ἐγγὺς ἡμέρα τοῦ κυρίου, ὅτι ἡτοίμακεν Κύριος τὴν θυσίαν αὐτοῦ, ἡγίακεν τοὺς κλητοὺς αὐτοῦ.
」主なる神の御前に静まれ。 主の日は近いからだ。 主はいけにえを用意し、その招いた者たちを聖別されたからである。
§1.8καὶ ἔσται ἐν ἡμέρᾳ θυσίας Κυρίου καὶ ἐκδικήσω ἐπὶ τοὺς ἄρχοντας καὶ ἐπὶ τὸν οἶκον τοῦ βασιλέως καὶ ἐπὶ πάντας τοὺς ἐνδεδυμένους ἐνδύματα ἀλλότρια·
「そして、主のいけにえの日に、わたしは高官たちと王の家、また異国の衣服をまとっているすべての者たちを罰する。
§1.9καὶ ἐκδικήσω ἐμφανῶς ἐπὶ τὰ πρόπυλα ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, τοὺς πληροῦντας τὸν οἶκον Κυρίου θεοῦ αὐτῶν ἀσεβείας καὶ δόλου.
また、その日に、城門を飛び越える者たち、主なる彼らの神の家に不信心と欺きを満たしている者たちを、公然と罰する。
§1.10καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγει Κύριος, φωνὴ κραυγῆς ἀπὸ πύλης ἀποκεντούντων, καὶ ὀλολυγμὸς ἀπὸ τῆς δευτέρας, καὶ συντριμμὸς μέγας ἀπὸ τῶν βουνῶν.
『その日には、』と主は言われる。 『「突き刺す者たちの門」からの叫び声、第二の地区からの哀歌、丘からの大きな破滅の響きがある。
§1.11θρηνήσατε, οἱ κατοικοῦντες τὴν κατακεκομμένην, ὅτι ὡμοιώθη πᾶς ὁ λαὸς Χανάαν, ἐξωλεθρεύθησαν πάντες οἱ ἐπηρμένοι ἀργυρίῳ.
』泣き叫べ、切り刻まれた地の住民よ。 カナンの民はみな滅ぼされ、銀を積んだ者はみな絶やされたからだ。
§1.12καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐξερευνήσω τὴν Ἰερουσαλὴμ μετὰ λύχνου, καὶ ἐκδικήσω ἐπὶ τοὺς ἄνδρας τοὺς καταφρονοῦντας ἐπὶ τὰ φυλάγματα αὐτῶν·
その日、わたしはともし火をもってエルサレムを捜索し、自らの見張りを軽んじている者たちを罰する。
οἱ δὲ λέγοντες ἐν ταῖς καρδίαις αὐτῶν Οὐ μὴ ἀγαθοποιήσῃ Κύριος οὐδὲ μὴ κακώσῃ,
彼らは心の中で『主は善も行わず、悪も行わない』と言っている。
§1.13καὶ ἔσται ἡ δύναμις αὐτῶν εἰς διαρπαγήν, καὶ οἱ οἶκοι αὐτῶν εἰς ἀφανισμόν·
彼らの財産は略奪され、その家は荒廃する。
καὶ οἰκοδομήσουσιν οἰκίας καὶ οὐ μὴ κατοικήσουσιν ἐν αὐταῖς, καὶ καταφυτεύσουσιν ἀμπελῶνας καὶ οὐ μὴ πίωσιν τὸν οἶνον αὐτῶν.
彼らは家を建ててもそこに住むことはできず、葡萄畑を植えてもそのワインを飲むことはできない。
§1.14Ὅτι ἐγγὺς ἡμέρα Κυρίου ἡ μεγάλη, ἐγγὺς καὶ ταχεῖα σφόδρα·
」主の大いなる日は近い。 近く、そして極めて速やかに来る。
φωνὴ ἡμέρας Κυρίου πικρὰ καὶ σκληρὰ τέτακται, δυνατή.
主の日の声は苦しく険しいものとして定められており、力強い。
§1.15ἡμέρα ὀργῆς, ἡ ἡμέρα ἐκείνη, ἡμέρα θλίψεως καὶ ἀνάγκης, ἡμέρα ἀωρίας καὶ ἀφανισμοῦ, ἡμέρα σκότους καὶ γνόφου, ἡμέρα νεφέλης καὶ ὁμίχλης, §1.16ἡμέρα σάλπιγγος καὶ κραυγῆς ἐπὶ τὰς πόλεις τὰς ὀχυρὰς καὶ ἐπὶ τὰς γωνίας τὰς ὑψηλάς.
その日は怒りの日、苦難と災難の日、荒廃と破滅の日、闇と暗黒の日、雲と濃霧の日、城壁の堅固な町々と高い隅の塔に対して、角笛と叫び声の響く日である。
§1.17καὶ ἐκθλίψω τοὺς ἀνθρώπους, καὶ πορεύσονται ὡς τυφλοί, ὅτι τῷ κυρίῳ ἐξήμαρτον·
「わたしは人々に苦難をもたらし、彼らは盲人のように歩む。 主に対して罪を犯したからである。
καὶ ἐκχεεῖ τὸ αἷμα αὐτῶν ὡς χοῦν, καὶ τὰς σάρκας αὐτῶν ὡς βόλβιτα·
彼らの血は塵のように、彼らの肉は汚物のように流される。
§1.18καὶ τὸ ἀργύριον αὐτῶν καὶ τὸ χρυσίον αὐτῶν οὐ μὴ δύνηται ἐξελέσθαι αὐτοὺς ἐν ἡμέρᾳ ὀργῆς Κυρίου.
彼らの銀も金も、主の怒りの日に彼らを救い出すことはできない。
καὶ ἐν πυρὶ ζήλους αὐτοῦ καταναλωθήσεται πᾶσα ἡ γῆ, διότι συντέλειαν καὶ σπουδὴν ποιήσει ἐπὶ πάντας τοὺς κατοικοῦντας τὴν γῆν.
主の熱情の火によって、全地は焼き尽くされる。 主は地に住むすべての者に対して、破滅と速やかな終わりをもたらされるからである。 」