§7.1Βασιλεὺς Πτολεμαῖος Φιλοπάτωρ τοῖς κατʼ Aἴγυπτον στρατηγοῖς καὶ πᾶσιν τοῖς τεταγμένοις ἐπὶ πραγμάτων χαίρειν καὶ ἐρρῶσθαι.
プトレマイオス・フィロパトル王から、エジプトの将軍たちおよび国政に携わるすべての者たちへ、挨拶と健勝の祈りを。
§7.2ἐρρώμεθα δὲ καὶ αὐτοὶ καὶ τὰ τέκνα ἡμῶν, κατευθύνοντος ἡμῖν τοῦ μεγάλου θεοῦ τὰ προστάγματα, καθὼς προαιρούμεθα.
我々自身も我々の子らも健やかであり、偉大なる神が、我々の望むところに従って、我々の命令を真っ直ぐに導いてくださっている。
§7.3τῶν φίλων τινὲς κατὰ κακοήθειαν πυκνότερον ἡμῖν παρακείμενοι, συνέπεισαν ἡμᾶς εἰς τὸ τοὺς ὑπὸ τὴν βασιλείαν Ἰουδαίους συναθροίσαντας τὰ σνστήματα κολάζεσθαι ξενιζούσαις ἀποστάντων τιμωρίαις·
友人のうちのある者たちが、悪意をもって我々の身近にしばしば侍り、我々を説得して、王国の支配下にあるユダヤ人たちを集団ごとに集めて、背教者に対する珍しい処罰によって懲らしめるようにさせた。
§7.4προφερόμενοι μηδέποτε εὐσταθήσειν τὰ πράγματα ἡμῶν, δι᾿ ἣν ἔχουσιν οὗτοι πρὸς τὰ ἔθνη δυσμενίαν, μέχρι ἄν συντελεσθῇ τοῦτο.
彼らは、このユダヤ人たちが諸国民に対して抱いている敵意のために、これが成し遂げられるまでは我々の国政が安定することはないだろうと主張していた。
§7.5οἴ καὶ δεσμίους καταγαγόντες αὐτοὺς μετὰ σκυλμῶν ὡς ἀνδράποδα, μᾶλλον δὲ ὡς ἐπιβούλους, ἄνευ πάσης ἀνακρίσεως καὶ ἐξετάσεως ἐπεχείρησαν ἀνελεῖν, νόμου Σκυθῶν ἀγριοτέραν ἐνπεπηρμένοι ὠμότητα.
彼らは、ユダヤ人たちを奴隷のように、いやむしろ陰謀家のように、苦しめつつ縛り上げて連行し、一切の訊問や調査なしに殺害しようと企て、スキタイ人の法律よりもさらに獰猛な残虐さをその身に帯びていた。
§7.6ἡμεῖς δὲ ἐπὶ τούτοις σκληρότερον διαπειλησάμενοι, καθʼ ἣν ἔχομεν πρὸς ἄπαντας ἀνθρώπους ἐπιεικίαν, μόγις τὸ ζῆν αὐτοῖς χαριζόμενοι, καὶ τὸν ἐπουράνιον θεὸν ἐγνωκότες ἀσφαλῶς ὑπερησπικότα τῶν Ἰουδαίων, ὡς πατέρα ὑπέρ υἱῶν διὰ παντὸς συμμαχοῦντα, §7.7τὴν τε τοῦ φίλου ἣν ἔχουσιν βεβαίαν πρὸς ἡμᾶς καὶ τοὺς προγόνους ἡμῶν εὔνοιαν ἀναλογισάμενοι, δικαίως ἀπολελύκαμεν πάσης καθʼ ὁντινοῦν αἰτίας τρόπον.
しかし我々は、これらに対してより厳しく警告し、すべての人に対して抱いている我々の寛容さに従って、彼らにかろうじて命を与え、また天におられる神がユダヤ人たちを確実に保護しておられ、父親が息子のために戦うように、常に彼らのために戦っておられることを知って、また彼らが我々および我々の先祖に対して抱いている確固たる友愛と好意を考慮して、彼らをどのような理由に基づく非難からも、正当に釈放した。
§7.8καὶ προστετάχαμεν ἑκάστῳ πάντας εἰς τὰ ἴδια ἐπιστρέφειν, ἐν παντὶ τρόπῳ μηθενὸς αὐτοὺς τὸ σύνολον καταβλάπτοντος, μήτε ὀνειδίζοντος περὶ τῶν γεγενημένων παρὰ λόγον.
2 そして、各々がすべて自らの家へと戻り、いかなる方法によっても誰も彼らを決して害することがなく、また理不尽に生じた出来事について彼らを非難することのないよう命じた。
§7.9γινώσκετε γὰρ ὅτι κατὰ τούτων ἐάν τι κακοτεχνήσωμεν πονηρόν, ἢ ἐπιλυπήσωμεν αὐτοὺς τὸ σύνολον, οὐκ ἄνθρωπον, ἀλλὰ τὸν πάσης δεσπόζοντα δυνάρεως θεὸν ὕψιστον ἀντικείμενον ἡμῖν ἐπʼ ἐκδίκησιν τῶν πραγμάτων κατὰ πᾶν ἀφεύκτως διὰ παντὸς ἕξομεν.
というのも、お前たちは知っているからである、もし我々が彼らに対して悪意をもって邪悪なことを企てたり、あるいは彼らを全く悩ませたりするなら、我々は人間ではなく、あらゆる力を支配されるいと高き神を、万事において逃れることなく、常に我々の行為に対する報復の敵対者として持つことになる、ということを。
ἔρρωσθε.
健やかであれ。
§7.10Δαβόντες δὲ· τὴν ἐπιστολὴν ταύτην, οὐκ ἐσπούδασαν εὐθέως περὶ τὴν ἄφοδον, ἀλλὰ τὸν βασιλέα προσηξίωσαν τοὺς ἐκ τοῦ γένους τῶν Ἰουδαίων τὸν ἅγιον θεὸν αὐθαιρέτως παραβεβηκότας τοῦ θεοῦ τὸν νόμον, τυχεῖν δι᾿ αὐτῶν τῆς ὀφειλομένης κολάσεως·
そして、彼らはこの手紙を受け取ると、すぐに帰路を急ぐことはせず、むしろ王に対し、ユダヤ人の一族の中から自発的に聖なる神とその律法を犯した者たちが、自分たちの手によって当然の処罰を受けることができるよう願い出た。
§7.11προφερόμενοι τοὺς γαστρὸς ἕνεκεν τὰ θεῖα παραβεβηκότας προστάγματα μηδέποτε εὐνοήσειν μηδὲ τοῖς τοῦ βασιλέως προστάγμασιν.
彼らは、腹のために神の命令を犯した者たちは、王の命令に対しても決して忠実であることはないだろうと主張した。
§7.12ὁ δὲ τἀληθές αὐτοὺς λέγειν παραδεξάμενος καὶ παραινέσας, ἔδωκεν αὐτοῖς ἄδειαν πάντων, ὅπως τοὺς παραβεβηκότας τοῦ θεοῦ τὸν νόμον ἐξολεθρεύσωσιν κατὰ πάντα τὸν ὑπὸ τῆς βασιλείας αὐτοῦ τόπον μετὰ παρρησίας, ἄνευ πάσης βασιλικῆς ἐξουσίας καὶ ἐπισκέψεως.
王は彼らが真実を語っていることを認め、同意し、王の支配下にあるすべての場所において、神の律法を犯した者たちを、王のいかなる権力や介入もなく、公然と徹底的に滅ぼす許可を彼らに与えた。
§7.13τότε κατευφημήσαντες αὐτόν, ὡς πρέπον ἦν, οἱ τούτων ἱερεῖς καὶ πᾶν τὸ πλῆθος, ἐπιφωνήσαντες τὸ ἁλληλουιά, μετὰ χαρᾶς ἀνέλυσαν·
そこで、彼らの祭司たちと会衆のすべては、ふさわしい形で王を称え、「ハレルヤ」と叫んで、喜びをもって出発した。
§7.14οὗτοί τε τὸν ἐμπεσόντα τῶν μεμιαμμένων ὁμοεθνῆ κατὰ τὴν ὀδὸν ἀπέκτεννον, καὶ μετὰ παραδιγματισμῶν ἀνήρουν.
そして彼らは、道すがら遭遇した、汚された同胞を殺害し、見せしめにして処刑していった。
§7.15ἐκείνῃ δὲ τῇ ἡμέρᾳ ἀνεῖλον ὑπέρ τοὺς τριακοσίους ἄνδρας, ἣν καὶ ἤγαγον εὐφροσύνην μετὰ χαρᾶς βεβήλους χειρωσάμενοι.
その日に彼らは三百人以上の男たちを殺害し、汚れた者たちを征服して、喜びとともにその日を歓喜の日として祝った。
§7.16αὐτοὶ δὲ οἱ μέχρι θανάτου τὸν θεὸν ἐσχηκότες, παντελῆ σωτηρίαν ἀπόλυσιν ἐσχηκότες, ἀνέζευξαν ἐκ τῆς πόλεως βοῆς, ἐν αἴνοις καὶ πανμελέσιν ὕμνοις εὐχαριστοῦντες τῷ θεῷ τῶν πατέρων αὐτῶν ἁγίῳ σωτῆρι τοῦ Ἰσραήλ.
死に至るまで神を抱き続け、完全な救いと釈放を得た者たちは、歓声とともに都市から出発し、賛美と美しい調べの賛歌をもって、彼らの先祖の神、聖なるイスラエルの救い主に感謝を捧げた。
§7.17Παραγενηθέντες δὲ εἰς Πτολεμαίδα τὴν ὀνομαζομένην διὰ τὴν τοῦ τόπου ἰδιότητα ῥοδοφόρον, ἐν ᾖ προσέμεινεν αὐτοὺς ὁ στόλος κατὰ κοινὴν αὐτῶν βουλὴν ἡμέρας ἑπτά,
そして、その土地の特性から「薔薇を持つ者」と呼ばれるプトレマイスに到着した。 そこでは、彼らの共同の決定により、船団が彼らを七日間待ち受けていた。
§7.18ἐκεῖ ἐποίησαν πότον σωτηρίου, τοῦ βασιλέως χορηγήσαντος αὐτοῖς εὐψύχως τὰ πρὸς τὴν ἄφιξιν πάντα ἑκάστῳ ἕως ἐπὶ τὴν ἰδίαν οἰκίαν.
彼らはそこで救いの祝宴を催した。 王が、各々の家に至るまでの旅に必要なすべてのものを、各人に対して快く提供してくれたからである。
§7.19καταχθέντες δέ μετʼ εἰρήνης ἐν ταῖς πρεπούσαις ἐξομολογήσεσιν, ὡσαύτως κἀκεῖ ἔστησαν καὶ ταύτας ἄγειν τὰς ἡμέρας ἐπὶ τὸν τῆς παροικίας αὐτῶν χρόνον εὐφροσύνους·
そして平和のうちに上陸し、ふさわしい感謝を捧げ、同様にそこでも、自分たちの寄留の期間中、これらの日を喜びの日として祝うことを制定した。
§7.20ἃς καὶ ἀνιερώσαντες ἐν στήλῃ, κατὰ τὸν τῆς συμποσίας τόπον προσευχῆς καθιδρύσαντες, ἀνέλυσαν ἀσινεῖς, ἐλεύθεροι, ὑπερχαρεῖς, διά τε γῆς καὶ θαλάσσης καὶ ποταμοῦ ἀνασωζόμενοι τῇ τοῦ βασιλέως ἐπιταγῇ, ἕκαστος εἰς τὴν
そして彼らは、これらを宴会の場所に建てた祈りの家の石柱に刻んで奉納し、害されることなく、自由であり、大いなる喜びに満たされて出発した。 彼らは、王の命令によって、陸路、海路、河川のルートで、それぞれ以前の以前の住処へと無事に送り届けられた。
§7.21ἔμπροσθεν, ἐν τοῖς ἐχθροῖς ἐξουσίαν ἐσχηκότες μετὰ δόξης καὶ φόβου, τὸ σύνολον ὑπὸ μηδενὸς διασεισθέντες τῶν ὑπαρχόντων.
そこにおいて、彼らは敵に対して栄光と畏怖をもって支配力を持ち、彼らの財産のいかなるものも、誰からも決して脅かされることはなかった。
§7.22καὶ πάντα τὰ ἑαυτῶν πάντες ἐκομίσαντο ἐξ ἀπογραφῆς, ὥστε τοὺς ἔχοντάς τι μετὰ φόρου μεγίστου ἀποδοῦναι αὐτοῖς, τὰ μεγαλεῖα τοῦ μεγάλου θεοῦ ποιήσαντος τελέως ἐπὶ σωτηρίᾳ αὐτῶν.
そして皆が、登録簿に従って、自分たちのすべての財産を受け取った。 その結果、それらを保持していた者たちが、極めて大きな恐れとともにそれらを彼らに返還した。 偉大なる神が、彼らの救いのために、偉大な業を完全に成し遂げられたからである。
§7.23Εὐλογητὸς ὁ ῥύστης Ἰσραὴλ εἰς τοὺς ἀεὶ χρόνους.
イスラエルの救い主は、とこしえにほめたたえられますように。
ἀμήν.
アメン。