§8.35.1αὕτη μὲν ἐπὶ Μεσσήνην, ἑτέρα δὲ ὁδὸς ἐκ Μεγάλης πόλεως ἐπὶ Καρνάσιον ἄγει τὸ Μεσσηνίων·
This is the road to Messene, but another road from Megalopolis leads to Carnasium of the Messenians.
καὶ ταύτῃ πρῶτα μέν σε ὁ Ἀλφειὸς ἐκδέξεται, καθότι καὶ Μαλοῦς καὶ ὁ Σκῦρος ἐς αὐτὸν κατέρχονται προανακοινωσάμενοι τὸ ῥεῦμα.
On this road, first the river Alpheius will receive you, at the point where both the Malus and the Scyrus flow down into it after having first joined their waters.
αὐτόθεν δὲ ἔχων τὸν Μαλοῦντα ἐν δεξιᾷ μετὰ σταδίους ὡς τριάκοντα διαβήσῃ τε αὐτὸν καὶ ἀναβήσῃ διʼ ὁδοῦ προσαντεστέρας ἐς χωρίον καλούμενον Φαιδρίαν.
From there, keeping the Malus on your right, after about thirty stades you will cross it and ascend by a steeper road to a place called Phaedria.
§8.35.2Φαιδρίου δὲ ὡς πέντε ἀπέχει καὶ δέκα σταδίους τὸ κατὰ Δέσποιναν ὀνομαζόμενον Ἑρμαῖον·
About fifteen stades from Phaedria is the Hermaeum, so called after Despoina.
ὅροι Μεσσηνίων πρὸς Μεγαλοπολίτας καὶ οὗτοι, καὶ ἀγάλματα οὐ μεγάλα Δεσποίνης τε καὶ Δήμητρος, ἔτι δὲ καὶ Ἑρμοῦ πεποίηται καὶ Ἡρακλέους·
These also are the boundaries between the Messenians and the Megalopolitans, and there have been made small images of Despoina and Demeter, and also of Hermes and Heracles.
δοκεῖν δέ μοι καὶ τὸ ὑπὸ Δαιδάλου ποιηθὲν τῷ Ἡρακλεῖ ξόανον ἐν μεθορίῳ τῆς Μεσσηνίας καὶ Ἀρκάδων ἐνταῦθα εἱστήκει.
In my opinion, the wooden image of Heracles made by Daedalus also stood here on the borderland of Messenia and Arcadia.
§8.35.3ἡ δὲ ἐς Λακεδαίμονα ἐκ Μεγάλης πόλεως ὁδὸς ἐπὶ μὲν τὸν Ἀλφειὸν στάδιοι τριάκοντά εἰσιν, ἀπὸ δὲ τοῦδε παρὰ ποταμὸν ὁδεύσας Θειοῦντα—κάτεισι δὲ καὶ ὁ Θειοῦς οὗτος ἐς τὸν Ἀλφειόν—, ἀπολιπὼν οὖν τὸν Θειοῦντα ἐν ἀριστερᾷ σταδίοις ἀπὸ τοῦ Ἀλφειοῦ τεσσαράκοντα ἥξεις μάλιστα ἐς Φαλαισίας·
The road from Megalopolis to Lacedaemon is thirty stades as far as the Alpheius. From here, traveling along the river Theius—for this Theius also flows down into the Alpheius—leaving then the Theius on your left, at a distance of about forty stades from the Alpheius you will come to Phalaesiae.
ἀπέχουσι δὲ αἱ Φαλαισίαι σταδίους εἴκοσι τοῦ Ἑρμαίου τοῦ κατὰ Βελεμίναν.
Phalaesiae is twenty stades distant from the Hermaeum near Belemina.
§8.35.4λέγουσι μὲν δὴ οἱ Ἀρκάδες τὴν Βελεμίναν τῆς σφετέρας οὖσαν τὸ ἀρχαῖον ἀποτεμέσθαι Λακεδαιμονίους·
Now the Arcadians say that the Lacedaemonians cut off Belemina, which was anciently theirs, from their territory.
λέγειν δὲ οὐκ εἰκότα ἐφαίνοντό μοι καὶ ἄλλων ἕνεκα καὶ μάλιστα ὅτι μοι δοκοῦσι Θηβαῖοι μηδʼ ἂν τοῦτο ἐλασσουμένους περιιδεῖν τοὺς Ἀρκάδας, εἴ σφισιν ἔσεσθαι σὺν τῷ δικαίῳ τὸ ἐπανόρθωμα ἔμελλεν.
But they seemed to me to say what is improbable for other reasons, and especially because I think the Thebans would not have allowed the Arcadians to be thus disadvantaged, if they were to have a rectification of the wrong in accordance with justice.
§8.35.5εἰσὶ δὲ ἐκ Μεγάλης πόλεως καὶ ἐς τὰ χωρία ὁδοὶ τὰ ἐντὸς Ἀρκαδίας, ἐς μὲν Μεθύδριον ἑβδομήκοντα στάδιοι καὶ ἑκατόν, τρισὶ δὲ ἀπὸ Μεγάλης πόλεως ἀπωτέρω σταδίοις καὶ δέκα Σκιάς τε καλούμενον χωρίον καὶ Ἀρτέμιδος Σκιάτιδος ἐρείπιά ἐστιν ἱεροῦ· ποιῆσαι δὲ αὐτὸ ἐλέγετο Ἀριστόδημος ὁ τυραννήσας.
There are also roads from Megalopolis to the places within Arcadia: to Methydrium is a hundred and seventy stades, and thirteen stades further from Megalopolis is a place called Scia, and there are the ruins of a sanctuary of Artemis Sciatis; it was said to have been built by Aristodemus who was tyrant.
ἐντεῦθεν μετὰ σταδίους ὡς δέκα πόλεως Χαρισιῶν ὑπομνήματά ἐστιν οὐ πολλά, σταδίων δὲ ἄλλων δέκα ἐστὶν ἀπὸ Χαρισιῶν ἐς Τρικολώνους ὁδός.
From there, after about ten stades, there are a few memorials of the city of Charisiae, and from Charisiae it is a road of another ten stades to Tricoloni.
§8.35.6πόλις δὲ ἦσαν καὶ οἱ Τρικόλωνοί ποτε· μένει δὲ αὐτόθι καὶ ἐς ἡμᾶς ἔτι ἐπὶ λόφου Ποσειδῶνος ἱερὸν καὶ ἄγαλμα τετράγωνον, καὶ δένδρων περὶ τὸ ἱερόν ἐστιν ἄλσος.
Tricoloni also was once a city; and there remains there even to our day, on a hill, a sanctuary of Poseidon and a square image, and there is a grove of trees around the sanctuary.
ταύταις μὲν δὴ οἱ Λυκάονος παῖδες ἐγένοντο οἰκισταί, Ζοιτίαν δὲ ἀπωτέρω μὲν Τρικολώνων πέντε που καὶ δέκα σταδίοις, κειμένην δὲ οὐ κατʼ εὐθὺ ἀλλʼ ἐκ Τρικολώνων ἐν ἀριστερᾷ, Ζοιτέα οἰκίσαι τὸν Τρικολώνου λέγουσι·
These cities indeed had the sons of Lycaon as founders. As for Zoitia, which is about fifteen stades distant from Tricoloni, situated not in a straight line but to the left from Tricoloni, they say that Zoiteus, the son of Tricolonus, founded it.
Παρωρεὺς δὲ ὁ νεώτερος Τρικολώνου τῶν παίδων Παρωρίαν καὶ οὗτος ἔκτισεν, ἀπέχουσαν Ζοιτίας σταδίους δέκα.
Paroreus, the younger of the sons of Tricolonus, also founded Paroria, which is ten stades distant from Zoitia.
§8.35.7ἔρημοι δὲ ἐς ἐμὲ ἦσαν ἀμφότεραι· μένει δὲ ἐν Ζοιτίᾳ Δήμητρος ναὸς καὶ Ἀρτέμιδος.
Both were deserted in my time; but there remains in Zoitia a temple of Demeter and of Artemis.
ἐρείπια δὲ πόλεων καὶ ἄλλα, Θυραίου μὲν σταδίοις πέντε ἀπωτέρω Παρωρίας καὶ δέκα, τὰ δὲ Ὑψοῦντός ἐστιν ἐν ὄρει κειμένῳ μὲν ὑπὲρ τοῦ πεδίου, καλουμένῳ δὲ Ὑψοῦντι.
There are also ruins of other cities: of Thyraeum, fifteen stades distant from Paroria, and those of Hypsus on a mountain lying above the plain, called Hypsus.
ἡ δὲ Θυραίου τε καὶ Ὑψοῦντος μεταξὺ ὀρεινὴ πᾶσά ἐστι καὶ θηριώδης·
The region between Thyraeum and Hypsus is entirely mountainous and full of wild beasts.
Λυκάονος δὲ εἶναι Θυραῖόν τε καὶ Ὑψοῦντα προεδήλωσεν ἡμῖν ὁ λόγος.
Our narrative has already shown us that Thyraeus and Hypsus were sons of Lycaon.
§8.35.8Τρικολώνων δέ ἐστιν ἐν δεξιᾷ πρῶτα μὲν ἀνάντης ὁδὸς ἐπὶ πηγὴν καλουμένους Κρουνούς·
On the right of Tricoloni is first a road leading up to a spring called Cruni.
σταδίους δὲ ὡς τριάκοντα καταβάντι ἐκ Κρουνῶν τάφος ἐστὶ Καλλιστοῦς, χῶμα γῆς ὑψηλόν, δένδρα ἔχον πολλὰ μὲν τῶν ἀκάρπων, πολλὰ δὲ καὶ ἥμερα.
Descending about thirty stades from Cruni, there is the tomb of Callisto, a high mound of earth, which has many non-fruit-bearing trees, and also many cultivated ones.
ἐπὶ δὲ ἄκρῳ τῷ χώματι ἱερόν ἐστιν Ἀρτέμιδος ἐπίκλησιν Καλλίστης·
On the top of the mound is a sanctuary of Artemis, with the surname Calliste.
δοκεῖν δέ μοι καὶ Πάμφως μαθών τι παρὰ Ἀρκάδων πρῶτος Ἄρτεμιν ἐν τοῖς ἔπεσιν ὠνόμασε Καλλίστην.
In my opinion, Pamphos also, having learned something from the Arcadians, was the first to name Artemis "Calliste" in his poems.
§8.35.9σταδίους δὲ αὐτόθεν μὲν πέντε καὶ εἴκοσι, Τρικολώνων δὲ ἑκατὸν τοὺς σύμπαντας ἀπέχουσα ἐπί γε τοῦ Ἑλισσόντος, κατὰ δὲ τὴν εὐθεῖαν Μεθυδρίου—αὕτη γὰρ δὴ ἐκ Τρικολώνων ἔτι λείπεται—Ἀνεμῶσά τέ ἐστι χωρίον καὶ ὄρος Φάλανθον, ἐν αὐτῷ δὲ ἐρείπιά ἐστι Φαλάνθου πόλεως·
Twenty-five stades from there, and a hundred in all from Tricoloni, on the Helisson, and on the straight road to Methydrium—for this is still left from Tricoloni—is a place called Anemosa and Mount Phalanthum, and on it are the ruins of the city of Phalanthum.
Ἀγελάου δὲ τοῦ Στυμφήλου παῖδα εἶναι τὸν Φάλανθον λέγουσιν.
They say that Phalanthus was a son of Agelaus, the son of Stymphalus.
§8.35.10ὑπὲρ τούτου δὲ πεδίον τέ ἐστι Πώλου καλούμενον καὶ μετʼ αὐτὸ Σχοινοῦς, ἀπὸ ἀνδρὸς Βοιωτοῦ Σχοινέως ἔχων τὴν κλῆσιν.
Above this is a plain called Polus, and after it Schoenus, taking its name from a Boeotian man, Schoeneus.
εἰ δὲ ὁ Σχοινεὺς ἀπεδήμησεν οὗτος παρὰ τοὺς Ἀρκάδας, εἶεν ἂν καὶ οἱ τῆς Ἀταλάντης δρόμοι σύνεγγυς τῷ Σχοινοῦντι ὄντες ἀπὸ τῆς τούτου θυγατρὸς τὸ ὄνομα εἰληφότες.
If this Schoeneus migrated to the Arcadians, the race-courses of Atalante, which are near Schoenus, would also have received their name from his daughter.
ἑξῆς δέ ἐστιν ἐμοὶ δοκεῖν καλούμενον, καὶ τοῖς πᾶσιν Ἀρκαδίαν εἶναι τὴν χώραν φασὶν ἐνταῦθα.
Next is, in my opinion, a place called [lacuna], and they say that the country here is in every respect Arcadia.