Humanitext Reader

パウサニアス · ギリシア案内記 §7.22.1-7.22.5

パライの景観とヘルメス・アゴライオスの神託

289 / 465 箇所 · ギリシア語

要旨

パライの町の地理的状況、プラタナスの大木、および広場にあるヘルメス・アゴライオスの神託所での独特な占いの手順について説明し、さらに古代の石碑信仰やディオスクロイの木立に触れる。

§7.22.1Φαραὶ δέ, Ἀχαιῶν πόλις, τελοῦσι μὲν ἐς Πάτρας δόντος Αὐγούστου, ὁδὸς δὲ ἐς Φαρὰς Πατρέων μὲν ἐκ τοῦ ἄστεως στάδιοι πεντήκοντά εἰσι καὶ ἑκατόν, ἀπὸ θαλάσσης δὲ ἄνω πρὸς ἤπειρον περὶ ἑβδομήκοντα.
アカイア人の都市パライは、アウグストゥスがそれを引き渡したことによりパトライの管轄下に置かれているが、パトライの市街からパライへの道は百五十スタディオンであり、海から内陸へと上がるとおよそ七十スタディオンである。
ποταμὸς δὲ ῥεῖ πλησίον Φαρῶν Πίερος, ὁ αὐτὸς ἐμοὶ δοκεῖν ὃς καὶ τὰ Ὠλένου παρέξεισιν ἐρείπια, ὑπὸ ἀνθρώπων τῶν πρὸς θαλάσσῃ καλούμενος Πεῖρος.
パライの近くをピエロス川が流れており、これは私の意見では、オレノスの廃墟の傍らを通り過ぎる川と同じもので、海岸地方の人々からはペイロスと呼ばれている。
πρὸς δὲ τῷ ποταμῷ πλατάνων ἐστὶν ἄλσος, κοῖλαί τε ὑπὸ παλαιότητος αἱ πολλαὶ καὶ ἥκουσαι μεγέθους ἐς τοσοῦτο ὥστε καὶ ἑστιῶνται τῶν χηραμῶν ἐντός, καὶ ὁπόσοις ἂν κατὰ γνώμην ᾖ, καὶ ἐγκαθεύδουσι.
この川のそばにはプラタナスの木立があり、その多くは老齢のために中が空洞になっていて、非常に大きくなっているため、その空洞の内部で宴会を開いたり、気が向けばその中で寝たりするほどである。
§7.22.2περίβολος δὲ ἀγορᾶς μέγας κατὰ τρόπον τὸν ἀρχαιότερόν ἐστιν ἐν Φαραῖς, Ἑρμοῦ δὲ ἐν μέσῃ τῇ ἀγορᾷ λίθου πεποιημένον ἄγαλμα ἔχον καὶ γένεια·
パライには古い様式による大きな市場の囲いがあり、市場の真ん中には石で作られた、髭のあるヘルメス像がある。
ἑστηκὼς δὲ πρὸς αὐτῇ τῇ γῇ παρέχεται μὲν τὸ τετράγωνον σχῆμα, μεγέθει δέ ἐστιν οὐ μέγας.
地面の上に直接立っていて、四角柱の形をしているが、大きさはそれほど大きくない。
καὶ αὐτῷ καὶ ἐπίγραμμα ἔπεστιν, ἀναθεῖναι αὐτὸ Μεσσήνιον Σιμύλον·
これには、メッセニア人のシミュロスが奉納したという碑文が刻まれている。
καλεῖται μὲν δὴ Ἀγοραῖος, παρὰ δὲ αὐτῷ καὶ χρηστήριον καθέστηκε.
彼はアゴライオス(市場の守護神)と呼ばれており、その傍らには神託所が設けられている。
κεῖται δὲ πρὸ τοῦ ἀγάλματος ἑστία, λίθου καὶ αὐτή, μολίβδῳ δὲ πρὸς τὴν ἑστίαν προσέχονται λύχνοι χαλκοῖ.
像の前には炉があり、これも石造りで、その炉には鉛で青銅製のランプが固定されている。
§7.22.3ἀφικόμενος οὖν περὶ ἑσπέραν ὁ τῷ θεῷ χρώμενος λιβανωτόν τε ἐπὶ τῆς ἑστίας θυμιᾷ καὶ ἐμπλήσας τοὺς λύχνους ἐλαίου καὶ ἐξάψας τίθησιν ἐπὶ τὸν βωμὸν τοῦ ἀγάλματος ἐν δεξιᾷ νόμισμα ἐπιχώριον— καλεῖται δὲ χαλκοῦς τὸ νόμισμα—καὶ ἐρωτᾷ πρὸς τὸ οὖς τὸν θεὸν ὁποῖόν τι καὶ ἑκάστῳ τὸ ἐρώτημά ἐστι.
そこで、夕方にこの神(の神託)を利用する者は、炉の上で乳香を焚き、ランプに油を満たして火を点けたのち、像の右側にある祭壇の上に地元の硬貨――この硬貨はカルコスと呼ばれる――を置き、おのおのの問いが何であるかを神の耳にささやく。
τὸ ἀπὸ τούτου δὲ ἄπεισιν ἐκ τῆς ἀγορᾶς ἐπιφραξάμενος τὰ ὦτα·
その後に、耳を塞いで市場から立ち去る。
προελθὼν δὲ ἐς τὸ ἐκτὸς τὰς χεῖρας ἀπέσχεν ἀπὸ τῶν ὤτων, καὶ ἧστινος ἂν ἐπακούσῃ φωνῆς, μάντευμα ἡγεῖται.
外へと進み出たところで耳から手を離し、最初に耳にした声を神託とみなすのである。
§7.22.4τοιαύτη καὶ Αἰγυπτίοις ἑτέρα περὶ τοῦ Ἄπιδος τὸ ἱερὸν μαντεία καθέστηκεν·
これと同様の別の神託が、エジプト人においてアピスの神殿の周りで行われている。
ἐν Φαραῖς δὲ καὶ ὕδωρ ἱερόν ἐστι τοῦ Ἑρμοῦ·
パライにはヘルメスの聖なる水もある。
Ἑρμοῦ νᾶμα μὲν τῇ πηγῇ τὸ ὄνομα, τοὺς δὲ ἰχθῦς οὐχ αἱροῦσιν ἐξ αὐτῆς, ἀνάθημα εἶναι τοῦ θεοῦ νομίζοντες.
その泉の名は「ヘルメスの流れ」であり、人々はそこから魚を獲らない。 それは神への奉納物であるとみなしているからである。
ἑστήκασι δὲ ἐγγύτατα τοῦ ἀγάλματος τετράγωνοι λίθοι τριάκοντα μάλιστα ἀριθμόν·
像の極めて近くには、およそ三十個の四角い石が立っている。
τούτους σέβουσιν οἱ Φαρεῖς, ἑκάστῳ θεοῦ τινὸς ὄνομα ἐπιλέγοντες.
パライの人々はこの石を崇拝しており、それぞれに特定の神の名前をあてがっている。
τὰ δὲ ἔτι παλαιότερα καὶ τοῖς πᾶσιν Ἕλλησι τιμὰς θεῶν ἀντὶ ἀγαλμάτων εἶχον ἀργοὶ λίθοι.
さらに古い時代には、すべてのギリシア人において、神像の代わりに荒削りの石が神々の栄誉を授けられていた。
§7.22.5Φαρεῦσι δὲ ὅσον πέντε σταδίους καὶ δέκα ἀπωτέρω τῆς πόλεώς ἐστιν ἄλσος Διοσκούρων.
パライの人々にとって、町から十五スタディオンほど離れたところにディオスクロイの木立がある。
δάφναι μάλιστα ἐν αὐτῷ πεφύκασι, ναὸς δὲ οὐκ ἦν ἐν αὐτῷ οὐδὲ ἀγάλματα·
そこには主に月桂樹が生い茂っており、その中には神殿も像もなかった。
κομισθῆναι δὲ οἱ ἐπιχώριοί φασιν ἐς Ῥώμην τὰ ἀγάλματα.
地元の者たちは、それらの像はローマに運ばれたと言っている。
ἐν Φαραῖς δὲ ἐν τῷ ἄλσει βωμὸς λίθων λογάδων ἐστί.
パライのその木立の中には、寄せ集めの石で作られた祭壇がある。
πυθέσθαι δὲ οὐκ εἶχον εἰ Φάρης ὁ Φυλοδαμείας τῆς Δαναοῦ σφισιν ἢ ὁμώνυμος ἐκείνῳ τις ἐγένετο οἰκιστής.
しかし、ダナオスの娘ピュロダメイアの息子パレスが彼らの創建者であったのか、それとも彼と同名の何者かであったのかについては、私は聞き知ることができなかった。

語釈・文法注

  1. 7.22.1ἐμοὶ δοκεῖν — 不定詞 δοκεῖν が単独で、挿入句「私の考えでは」として用いられている(制限的絶対不定詞)。
  2. 7.22.1ἥκουσαι μεγέθους ἐς τοσοῦτο — 動詞 ἥκω に状態や程度を表す属格(ここでは μεγέθους)が続く慣用表現で、「大きさにおいてこれほどの段階に達している」ことを意味する。
  3. 7.22.2ἀναθεῖναι — 記述内容(ἐπίγραμμα)の内容を説明する対格不定詞構文(間接話法)。主語は Μεσσήνιον Σιμύλον で、「メッセニア人シミュロスが奉納したこと」を示す。
  4. 7.22.3τὸ ἀπὸ τούτου — 対格の冠詞と前置詞句が結合して、副詞的に「その後に」「それから」という意味を表す時間的表現となっている。
  5. 7.22.5πυθέσθαι δὲ οὐκ εἶχον — ἔχω に不定詞(πυθέσθαι)が続くことで、「〜することができない」(οὐκ εἶχον = 「知ることができなかった」)という可能の否定を意味している。

この箇所を引用する

パウサニアス, ギリシア案内記 §7.22.1-7.22.5. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:7.22.1-7.22.5

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。