§7.19.1ἔστι δὲ ἐν τῷ μεταξὺ τοῦ ναοῦ τε τῆς Λαφρίας καὶ τοῦ βωμοῦ πεποιημένον μνῆμα Εὐρυπύλου.
ラプリアの神殿と祭壇の間には、エウリュピュロスの造られた墓がある。
τὰ δὲ ὅστις τε ὢν καὶ καθʼ ἥντινα αἰτίαν ἀφίκετο ἐς τὴν γῆν ταύτην, δηλώσει μοι καὶ ταῦτα ὁ λόγος προδιηγησαμένῳ πρότερον ὁποῖα ὑπὸ τοῦ Εὐρυπύλου τὴν ἐπιδημίαν τοῖς ἐνταῦθα ἦν τὰ παρόντα ἀνθρώποις.
彼が誰であり、どのような理由でこの地に来たかについては、私がまず先に、エウリュピュロスの到来のころにここにいた人々にとって当時の状況がどのようなものであったかを説明した後に、この記述が私に対してこれらをも明らかにするであろう。
Ἰώνων τοῖς Ἀρόην καὶ Ἄνθειαν καὶ Μεσάτιν οἰκοῦσιν ἦν ἐν κοινῷ τέμενος καὶ ναὸς Ἀρτέμιδος Τρικλαρίας ἐπίκλησιν, καὶ ἑορτὴν οἱ Ἴωνες αὐτῇ καὶ παννυχίδα ἦγον ἀνὰ πᾶν ἔτος.
アロエ、アンテイア、メサティスに住むイオニア人たちには、共同でトリクラリアという異名を持つアルテミスの聖域と神殿があり、イオニア人たちは毎年、彼女のために祭りと夜通しの祭典を執り行っていた。
ἱερωσύνην δὲ εἶχε τῆς θεοῦ παρθένος, ἐς ὃ ἀποστέλλεσθαι παρὰ ἄνδρα ἔμελλε.
女神の祭司職は、夫のもとへ送り出されることになるまでの間、処女が務めていた。
§7.19.2λέγουσιν οὖν συμβῆναί ποτε ὡς ἱερᾶσθαι μὲν τῆς θεοῦ Κομαιθὼ τὸ εἶδος καλλίστην παρθένον, τυγχάνειν δὲ αὐτῆς ἐρῶντα Μελάνιππον, τά τε ἄλλα τοὺς ἡλικιώτας καὶ ὄψεως εὐπρεπείᾳ μάλιστα ὑπερηρκότα.
そこで、かつて次のようなことが起こったと言われている。 すなわち、容姿において極めて美しい処女であるコマイトーが女神の祭司を務めていたが、彼女をメラニッポスという、他の点でも、またとりわけ容姿の美しさにおいても同世代の者たちをはるかに凌いでいた者が、偶然にも愛するようになった。
ὡς δὲ ὁ Μελάνιππος ἐς τὸ ἴσον τοῦ ἔρωτος ὑπηγάγετο τὴν παρθένον, ἐμνᾶτο αὐτὴν παρὰ τοῦ πατρός.
メラニッポスがその処女を同じだけの愛へと誘い込むと、彼は彼女の父親に彼女への求婚をした。
ἕπεται δέ πως τῷ γήρᾳ τά τε ἄλλα ὡς τὸ πολὺ ἐναντιοῦσθαι νέοις καὶ οὐχ ἥκιστα ἐς τοὺς ἐρῶντας τὸ ἀνάλγητον, ὅπου καὶ Μελανίππῳ τότε ἐθέλοντι ἐθέλουσαν ἄγεσθαι Κομαιθὼ οὔτε παρὰ τῶν ἑαυτοῦ γονέων οὔτε παρὰ τῶν Κομαιθοῦς ἥμερον ἀπήντησεν οὐδέν.
しかし、老境にはどういうわけか、他の点でも大抵は若者たちに反対すること、そしてとりわけ愛し合う者たちに対して無情であることが伴うものであり、それゆえ当時、メラニッポスが、同じく望んでいるコマイトーを妻に娶ることを望んでいたにもかかわらず、彼自身の親たちからもコマイトーの親たちからも、何ら温かい返答は得られなかった。
§7.19.3ἐπέδειξε δὲ ἐπὶ πολλῶν τε δὴ ἄλλων καὶ ἐν τοῖς Μελανίππου παθήμασιν, ὡς μέτεστιν ἔρωτι καὶ ἀνθρώπων συγχέαι νόμιμα καὶ ἀνατρέψαι θεῶν τιμάς, ὅπου καὶ τότε ἐν τῷ τῆς Ἀρτέμιδος ἱερῷ Κομαιθὼ καὶ Μελάνιππος ἐξέπλησαν τοῦ ἔρωτος τὴν ὁρμήν. καὶ οἱ μὲν ἔμελλον τῷ ἱερῷ καὶ ἐς τὸ ἔπειτα ἴσα καὶ θαλάμῳ χρήσεσθαι·
このことは、他の多くのことにおいても、またとりわけメラニッポスの受難において示された。 すなわち、愛には人間の掟を混乱させ、神々の名誉を覆す力があるということが。 なぜならその時にも、アルテミスの聖域において、コマイトーとメラニッポスは愛の衝動を満たしてしまったからである。
τοὺς δὲ ἀνθρώπους αὐτίκα ἐξ Ἀρτέμιδος μήνιμα ἔφθειρε, τῆς τε γῆς καρπὸν οὐδένα ἀποδιδούσης καὶ νόσοι σφίσιν οὐ κατὰ τὰ εἰωθότα καὶ ἀπʼ αὐτῶν θάνατοι πλείονες ἢ τὰ πρότερα ἐγίνοντο.
そして彼らはその後も聖域を寝室と同様に使い続けようとしていたが、ただちにアルテミスの怒りが人々を滅ぼし、大地は実りを全くもたらさず、彼らの間には普通ではない病気が発生し、それによって以前よりも多くの死者が出るようになった。
§7.19.4καταφυγόντων δὲ αὐτῶν ἐπὶ χρηστήριον τὸ ἐν Δελφοῖς, ἤλεγχεν ἡ Πυθία Μελάνιππον καὶ Κομαιθώ·
彼らがデルポイの神託所に逃れると、ピュティアはメラニッポスとコマイトーの罪を暴いた。
καὶ ἐκείνους τε αὐτοὺς μάντευμα ἀφίκετο θῦσαι τῇ Ἀρτέμιδι καὶ ἀνὰ πᾶν ἔτος παρθένον καὶ παῖδα οἳ τὸ εἶδος εἶεν κάλλιστοι τῇ θεῷ θύειν.
そして、彼ら自身をアルテミスに犠牲として捧げること、そして毎年、容姿が最も美しい処女と少年を女神に犠牲として捧げるべきだという神託が下った。
ταύτης μὲν δὴ τῆς θυσίας ἕνεκα ὁ ποταμὸς ὁ πρὸς τῷ ἱερῷ τῆς Τρικλαρίας Ἀμείλιχος ἐκλήθη·
まさにこの犠牲のために、トリクラリアの聖域の近くにある川は、アメイリコスと呼ばれるようになった。
§7.19.5τέως δὲ ὄνομα εἶχεν οὐδέν.
それまでは何の名前も持っていなかった。
παίδων δὲ καὶ παρθένων ὁπόσοι μὲν ἐς τὴν θεὸν οὐδὲν εἰργασμένοι Μελανίππου καὶ Κομαιθοῦς ἕνεκα ἀπώλλυντο, αὐτοί τε οἰκτρότατα καὶ οἱ προσήκοντές σφισιν ἔπασχον, Μελάνιππον δὲ καὶ Κομαιθὼ συμφορᾶς ἐκτὸς γενέσθαι τίθεμαι·
女神に対して何ら不義を行なっていないにもかかわらず、メラニッポスとコマイトーのために滅ぼされていった少年や処女たちについては、彼ら自身も、またその親族たちも極めて哀れな目に遭ったが、メラニッポスとコマイトー自身については、私は彼らを災難の外に置く。
μόνον γὰρ δὴ ἀνθρώπῳ ψυχῆς ἐστιν ἀντάξιον κατορθῶσαί τινα ἐρασθέντα.
なぜなら、愛した者がそれを成就することこそ、人間にとって命に等しい価値のある唯一のことだからである。