§6.21.6ἐν ταύτῃ τῇ χώρᾳ λόφος ἐστὶν ἀνήκων ἐς ὀξύ, ἐπὶ δὲ αὐτῷ πόλεως Φρίξας ἐρείπια καὶ Ἀθηνᾶς ἐστιν ἐπίκλησιν Κυδωνίας ναός.
この地方には尖った山頂へと伸びる丘があり、その上にはプリークサの町の遺構と、キュドーニアという形容語を持つアテーナーの神殿がある。
οὗτος μὲν οὐ τὰ πάντα ἐστὶ σῶς, βωμὸς δὲ καὶ ἐς ἐμὲ ἔτι·
この神殿は完全には残っていないが、祭壇は私の時代でもまだ存在している。
ἱδρύσασθαι δὲ τῇ θεῷ τὸ ἱερὸν Κλύμενόν φασιν ἀπόγονον Ἡρακλέους τοῦ Ἰδαίου, παραγενέσθαι δὲ αὐτὸν ἀπὸ Κυδωνίας τῆς Κρητικῆς καὶ τοῦ Ἰαρδάνου ποταμοῦ.
この女神のために神殿を創建したのは、イダイオスのヘラクレスの末裔であるクリュメノスであると言われており、彼はクレータ島のキュドーニアとイアルダノス川の地からやって来たとされる。
λέγουσι δὲ καὶ Πέλοπα οἱ Ἠλεῖοι τῇ Ἀθηνᾷ θῦσαι τῇ Κυδωνίᾳ πρὶν ἢ ἐς τὸν ἀγῶνα αὐτὸν τῷ Οἰνομάῳ καθίστασθαι.
またエリース人たちの言うところでは、ペロプスもオイノマオスとの勝負に臨む前に、キュドーニアのアテーナーに犠牲を捧げたという。
§6.21.7προϊόντι δὲ ἐντεῦθεν τό τε ὕδωρ τῆς Παρθενίας ἐστὶ καὶ πρὸς τῷ ποταμῷ τάφος ἵππων τῶν Μάρμακος·
ここからさらに進むと、パルテニアス川の流れがあり、その川のそばにはマルマクスの馬たちの墓がある。
Ἱπποδαμείας δὲ μνηστῆρα ἔχει λόγος ἀφικέσθαι πρῶτον τοῦτον Μάρμακα καὶ ἀποθανεῖν ὑπὸ τοῦ Οἰνομάου πρὸ τῶν ἄλλων, ὀνόματα δὲ αὐτοῦ ταῖς ἵπποις Παρθενίαν τε εἶναι καὶ Ἐρίφαν—Οἰνόμαον δὲ ἐπικατασφάξαι μὲν τὰς ἵππους τῷ Μάρμακι, μεταδοῦναι μέντοι καὶ ταύταις ταφῆναι—, καὶ ὄνομα Παρθενίας τῷ ποταμῷ ἀπὸ ἵππου τῆς Μάρμακος.
伝説によると、ヒッポだめいあの求婚者の中でこのマルマクスが最初に到着し、他の者たちよりも前にオイノマオスによって殺された。 彼の馬たちの名はパルテニアとエリッパであったとされ、オイノマオスはマルマクスの上にその馬たちを屠ったが、馬たちにも同様に埋葬されることを許した。 そして、川のパルテニアスという名前はマルマクスのその馬の一頭に由来している。
§6.21.8ἔστι δὲ καὶ ἄλλος Ἁρπινάτης καλούμενος ποταμὸς καὶ οὐ πολὺ ἀπὸ τοῦ ποταμοῦ πόλεως Ἁρπίνης ἄλλα τε ἐρείπια καὶ μάλιστα οἱ βωμοί·
ハルピナテースと呼ばれるもう一つの川もあり、その川から遠くないところにハルピネーの町のいくつかの遺構、とりわけ祭壇群がある。
οἰκίσαι δὲ Οἰνόμαον τὴν πόλιν καὶ θέσθαι τὸ ὄνομα ἀπὸ τῆς μητρὸς λέγουσιν Ἁρπίνης.
人々が言うには、オイノマオスがこの町を創設し、その名を自身の母ハルピネーにちなんで名付けたという。
§6.21.9προελθόντι δὲ οὐ πολὺ γῆς χῶμά ἐστιν ὑψηλόν, τῶν μνηστήρων τῶν Ἱπποδαμείας τάφος.
少し進むと、高い土の盛り土があり、それはヒッポだめいあの求婚者たちの墓である。
Οἰνόμαον μὲν οὖν ἐγγὺς ἀλλήλων κρύπτειν γῇ φασιν οὐκ ἐπιφανῶς αὐτούς·
オイノマオスは彼らを互いに近くに、しかし目立たない形で土の中に隠したと言われている。
Πέλοψ δὲ ὕστερον μνῆμα ἐν κοινῷ σφισιν ἐπὶ μέγα ἐξῆρε τιμῇ τῇ ἐς αὐτοὺς καὶ Ἱπποδαμείας χάριτι, δοκεῖν δέ μοι καὶ ὑπόμνημα ἐς τοὺς ἔπειτα ὅσων τε καὶ οἵων τὸν Οἰνόμαον κρατήσαντα ἐνίκησεν αὐτός.
しかし後にペロプスが、彼らへの敬意とヒッポだめいあへの感謝から、彼らのために共同の記念碑を大きく築き上げたが、これは私には、オイノマオスがいかに多くの、そしていかに優れた者たちを打ち負かしていたか、そしてペロプス自身がそのような男に勝ったのだということを後世の人々に思い起こさせる記念碑でもあるように思われる。
§6.21.10ἀπέθανον δὲ ὑπὸ τοῦ Οἰνομάου κατὰ τὰ ἔπη τὰς μεγάλας Ἠοίας Ἀλκάθους ὁ Πορθάονος, δεύτερος οὗτος ἐπὶ τῷ Μάρμακι, μετὰ δὲ Ἀλκάθουν Εὐρύαλος καὶ Εὐρύμαχός τε καὶ Κρόταλος·
詩篇『大いなるエーオイアイ』によれば、オイノマオスによって殺されたのは、ポルターオーンの子アルカトオスであり、この男はマルマクスに次ぐ二人目であった。 アルカトオスの後には、エウリュアロス、エウリュマコス、そしてクロタロスが殺された。
τούτων μὲν οὖν γονέας τε καὶ πατρίδας οὐχ οἷά τε ἦν πυθέσθαι μοι, τὸν δὲ ἀποθανόντα ἐπʼ αὐτοῖς Ἀκρίαν τεκμαίροιτο ἄν τις Λακεδαιμόνιόν τε εἶναι καὶ οἰκιστὴν Ἀκριῶν.
彼らの両親や故郷について私は知ることができなかった。 彼らの後に殺されたアクリアスについては、ラケダイモーン人でありアクリアイの創建者であると推測できよう。
ἐπὶ δὲ τῷ Ἀκρίᾳ Κάπετόν φασιν ὑπὸ τοῦ Οἰνομάου φονευθῆναι καὶ Λυκοῦργον Λάσιόν τε καὶ Χαλκώδοντα καὶ Τρικόλωνον·
アクリアスの後には、カペトスがオイノマオスによって殺害され、さらにリュクールゴス、ラシオス、カルコードーン、トリコロノスが殺された。
ἀπόγονον δὲ αὐτὸν εἶναι καὶ ὁμώνυμον Τρικολώνῳ τῷ Λυκάονος λέγουσιν οἱ Ἀρκάδες.
アルカディア人たちによると、このトリコロノスは、リュカーオーンの子トリコロノスの末裔であり同名であったという。
§6.21.11Τρικολώνου δὲ ὕστερον ἐπέλαβεν ἐν τῷ δρόμῳ τὸ χρεὼν Ἀριστόμαχόν τε καὶ Πρίαντα, ἔτι δὲ Πελάγοντα καὶ Αἰόλιόν τε καὶ Κρόνιον.
トリコロノスの後には、アリストマコスとプリアース、さらにペラゴーン、アイオリオス、クロニオスが競走の中で死を迎えた。
οἱ δὲ καὶ ἐπαριθμοῦσι τοῖς κατειλεγμένοις Ἐρύθραν παῖδα Λεύκωνος τοῦ Ἀθάμαντος—ἀπὸ τούτου Ἐρυθραὶ πόλισμα ἐκαλεῖτο Βοιωτῶν—καὶ Ἠιονέα Μάγνητος τοῦ Αἰόλου.
また、ある人々はリストアップされた者たちに加えて、アたマースの子レウコーンの息子エリュトラス(彼にちなんでボイオーティアの町エリュトラーイは名付けられた)と、アイオロスの子マグネースの息子エーイオネウスも数え上げている。
τούτοις μὲν δὴ ἐνταῦθά ἐστι τὸ μνῆμα, καὶ τὸν Πέλοπα, ἡνίκα τῶν Πισαίων ἔσχε τὴν ἀρχήν, φασὶν ἐναγίζειν αὐτοῖς ἀνὰ πᾶν ἔτος.
彼らの墓は実にここにあり、ペロプスがピサ人の支配権を握ったとき、毎年彼らに死者への犠牲を捧げるよう定めたと言われている。