§5.14.1ὁ δὲ ἐν Ὀλυμπίᾳ βωμὸς παρέχεται καὶ ἄλλο τοιόνδε ἐς θαῦμα·
オリンピアの祭壇は、驚嘆すべきものとして次のような別のことも提供している。
οἱ γὰρ ἰκτῖνες πεφυκότες ἁρπάζειν μάλιστα ὀρνίθων ἀδικοῦσιν οὐδὲν ἐν Ὀλυμπίᾳ τοὺς θύοντας·
というのも、鳥たちのうちでもとりわけ獲物をさらう習性を持つトビたちが、オリンピアにおいては犠牲を捧げる者たちをいささかも害しないからである。
ἢν δὲ ἁρπάσῃ ποτὲ ἰκτῖνος ἤτοι σπλάγχνα ἢ τῶν κρεῶν, νενόμισται τῷ θύοντι οὐκ αἴσιον εἶναι τὸ σημεῖον.
しかし、もし万一トビが内臓か肉の一部のどちらかをさらうようなことがあれば、犠牲を捧げる者にとってその兆候は不吉であるとみなされている。
φασὶ δὲ Ἡρακλεῖ τῷ Ἀλκμήνης θύοντι ἐν Ὀλυμπίᾳ διʼ ὄχλου μάλιστα γενέσθαι τὰς μυίας·
また、アルクメネの子ヘラクレスがオリンピアで犠牲を捧げていた時、ハエたちがとりわけ彼をひどく悩ませたと言われている。
ἐξευρόντα οὖν αὐτὸν ἢ καὶ ὑπʼ ἄλλου διδαχθέντα Ἀπομυίῳ θῦσαι Διί, καὶ οὕτως ἀποτραπῆναι τὰς μυίας πέραν τοῦ Ἀλφειοῦ.
そこで彼自身が思いついたか、あるいは他の者に教えられて、「ハエを払う」ゼウスに犠牲を捧げ、このようにしてハエたちはアルペイオス川の対岸へと追い払われた。
λέγονται δὲ κατὰ ταὐτὰ καὶ Ἠλεῖοι θύειν τῷ Ἀπομυίῳ Διί, ἐξελαύνοντες τῆς Ὀλυμπίας τὰς μυίας.
同じようにしてエリース人たちも、オリンピアからハエを駆逐しつつ、「ハエを払う」ゼウスに犠牲を捧げると言われている。
§5.14.2τῆς δὲ λεύκης μόνης τοῖς ξύλοις ἐς τοῦ Διὸς τὰς θυσίας καὶ ἀπʼ οὐδενὸς δένδρου τῶν ἄλλων οἱ Ἠλεῖοι χρῆσθαι νομίζουσι, κατʼ ἄλλο μὲν οὐδὲν προτιμῶντες ἐμοὶ δοκεῖν τὴν λεύκην, ὅτι δὲ Ἡρακλῆς ἐκόμισεν αὐτὴν ἐς Ἕλληνας ἐκ τῆς Θεσπρωτίδος χώρας.
また、ゼウスへの犠牲には、白ポプラの木材だけを用い、他のいかなる樹木のものも用いないことがエリース人の習慣となっている。 私の考えでは、他のいかなる理由によっても白ポプラを優遇しているのではなく、ただヘラクレスがそれをテスプロティアの地からギリシア人たちのもとへと持ち込んだという理由によってである。
καί μοι καὶ αὐτὸς ὁ Ἡρακλῆς ἐφαίνετο, ἡνίκα τῷ Διὶ ἔθυεν ἐν Ὀλυμπίᾳ, τῶν ἱερείων τὰ μηρία ἐπὶ λεύκης καῦσαι ξύλων·
そして私には、ヘラクレス自身も、オリンピアでゼウスに犠牲を捧げた際、犠牲獣の腿肉を白ポプラの薪の上で焼いたように思われる。
τὴν δὲ λεύκην ὁ Ἡρακλῆς πεφυκυῖαν παρὰ τὸν Ἀχέροντα εὗρε τὸν ἐν Θεσπρωτίᾳ ποταμόν, καὶ τοῦδε ἕνεκά φασιν αὐτὴν Ἀχερωίδα ὑπὸ Ὁμήρου καλεῖσθαι.
ヘラクレスは、テスプロティアにあるアケロン川のほとりに生えている白ポプラを見出したのであり、このことのために、それがホメロスによって「アケロイス」と呼ばれているのだと言われている。
§5.14.3εἶχον δὲ ἄρα καὶ ἐξ ἀρχῆς οἱ ποταμοὶ καὶ ἐς τόδε ἔχουσιν οὐ κατὰ τὰ αὐτὰ ἐπιτηδείως πρὸς γένεσιν πόας τε καὶ δένδρων·
してみると、河川というものは、元来からも、また今日に至るまでも、草や樹木の成育に対して同じように適しているわけではない。
ἀλλὰ πλεῖσται μὲν ὑπὸ Μαιάνδρου μυρῖκαι καὶ μάλιστα αὔξονται, Ἀσωπὸς δὲ ὁ Βοιώτιος βαθυτάτας πέφυκεν ἐκτρέφειν τὰς σχοίνους, τὸ δένδρον δὲ ἡ περσεία μόνου χαίρει τοῦ Νείλου τῷ ὕδατι.
すなわち、マイアンドロス川のほとりでは最も多くのギョリュウが生えてとりわけよく成長するし、ボイオティアのアソポス川は最も丈の高いイグサを育てる性質があり、ペルセアという木はナイル川の水だけを好む。
οὕτω καὶ τὴν λεύκην θαῦμα οὐδὲν καὶ αἴγειρόν τε καὶ κότινον, τὴν μὲν ἐπὶ Ἀχέροντι ἀναφῦναι πρώτῳ, κότινον δὲ ἐπὶ τῷ Ἀλφειῷ, τὴν δὲ αἴγειρον γῆς τῆς τῶν Κελτῶν καὶ Ἠριδανοῦ τοῦ Κελτικοῦ θρέμμα εἶναι.
同様に、白ポプラが最初アケロン川のほとりに自生したことも、野生オリーブがアルペイオス川のほとりに自生したことも、また黒ポプラがケルト人の土地とケルトの川エリダノスの申し子であることも、いささかも驚くにあたらない。
§5.14.4φέρε δή, ἐποιησάμεθα γὰρ βωμοῦ τοῦ μεγίστου μνήμην, ἐπέλθωμεν καὶ τὰ ἐς ἅπαντας ἐν Ὀλυμπίᾳ τοὺς βωμούς·
さあ、我々は最大の祭壇について言及したのだから、オリンピアにあるすべての祭壇に関する事柄についても順に見ていくことにしよう。
ἐπακολουθήσει δὲ ὁ λόγος μοι τῇ ἐς αὐτοὺς τάξει, καθʼ ἥντινα Ἠλεῖοι θύειν ἐπὶ τῶν βωμῶν νομίζουσι.
そして私の叙述は、エリース人たちがそれらの祭壇の上で犠牲を捧げる習慣としている順序に従うであろう。
θύουσι δὲ Ἑστίᾳ μὲν πρώτῃ, δευτέρῳ δὲ τῷ Ὀλυμπίῳ Διὶ ἰόντες ἐπὶ τὸν βωμὸν τὸν ἐντὸς τοῦ ναοῦ, τρίτα δὲ Λαοίτᾳ Διὶ καὶ Ποσειδῶνι Λαοίτᾳ·
彼らはまず第一にヘスティアに犠牲を捧げ、第二には神殿の内部にある祭壇へと進んでオリンピアのゼウスに、第三にはラオイタス・ゼウスとラオイタス・ポセイドンに捧げる。
ἐπὶ ἑνὸς βωμοῦ καὶ αὕτη καθέστηκεν ἡ θυσία.
この犠牲も一つの祭壇の上で行われることになっている。
§5.14.5τέταρτα καὶ πέμπτα Ἀρτέμιδι θύουσι καὶ Ληίτιδι Ἀθηνᾷ, ἕκτα Ἐργάνῃ·
第四および第五にはアルテミスとレイティス・アテナに犠牲を捧げ、第六にはエルガネに捧げる。
ταύτῃ τῇ Ἐργάνῃ καὶ οἱ ἀπόγονοι Φειδίου, καλούμενοι δὲ φαιδρυνταί, γέρας παρὰ Ἠλείων εἰληφότες τοῦ Διὸς τὸ ἄγαλμα ἀπὸ τῶν προσιζανόντων καθαίρειν, οὗτοι θύουσιν ἐνταῦθα πρὶν ἢ λαμπρύνειν τὸ ἄγαλμα ἄρχονται.
このエルガネに対しては、ペイディアスの末裔たちで、「パイドリュンタイ」と呼ばれ、エリース人からゼウスの像に付着する汚れを清める名誉を与えられている者たちが、その像を磨き始める前に、ここで犠牲を捧げる。
ἔστι δὲ Ἀθηνᾶς καὶ ἄλλος βωμὸς πλησίον τοῦ ναοῦ, καὶ Ἀρτέμιδος παρʼ αὐτὸν τετράγωνος ἀνήκων ἠρέμα ἐς ὕψος.
また神殿の近くにはアテナの別の祭壇があり、その傍らには、わずかに高さを増してそびえる四角いアルテミスの祭壇がある。