§4.32.1τὸ δὲ ὀνομαζόμενον παρὰ Μεσσηνίων ἱεροθέσιον ἔχει μὲν θεῶν ἀγάλματα ὁπόσους νομίζουσιν Ἕλληνες, ἔχει δὲ χαλκῆν εἰκόνα Ἐπαμινώνδου.
メッセニア人によって「ヒエロテシオン」と呼ばれている場所には、ギリシア人が崇拝しているすべての神々の神像があり、またエパメイノンダスの青銅の肖像もある。
κεῖνται δὲ καὶ ἀρχαῖοι τρίποδες· ἀπύρους αὐτοὺς καλεῖ Ὅμηρος.
そこには古代の三脚釜も置かれており、ホメロスはこれらを「火にかけられていないもの」と呼んでいる。
τὰ δὲ ἀγάλματα τὰ ἐν τῷ γυμνασίῳ ποιήματά ἐστιν ἀνδρῶν Αἰγυπτίων, Ἑρμῆς καὶ Ἡρακλῆς τε καὶ Θησεύς.
また、体育場にある神像はエジプト人の制作したものであり、ヘルメス、ヘラクレス、そしてテセウスである。
τούτους μὲν δὴ τοῖς πᾶσιν Ἕλλησι καὶ ἤδη τῶν βαρβάρων πολλοῖς περί τε γυμνάσια καὶ ἐν παλαίστραις καθέστηκεν ἔχειν ἐν τιμῇ·
これら(の神々)を、すべてのギリシア人、そしてすでに多くの異民族が、体育場や格闘場の周辺で崇拝することが定着している。
§4.32.2Αἰθίδαν δὲ ἐμαυτοῦ πρεσβύτερον ὄντα εὕρισκον, γενομένῳ δέ οἱ χρήμασιν οὐκ ἀδυνάτῳ τιμαὶ παρὰ Μεσσηνίων ὑπάρχουσιν ἅτε ἥρωι.
また、私はアイティダスが私自身よりも過去の人物であることを知ったが、資力において不自由しなかった彼には、メッセニア人から英雄としての名誉が与えられている。
εἰσὶ δὲ τῶν Μεσσηνίων οἳ τῷ Αἰθίδᾳ χρήματα μὲν γενέσθαι πολλὰ ἔλεγον, οὐ μέντοι τοῦτόν γε εἶναι τὸν ἐπειργασμένον τῇ στήλῃ, πρόγονον δὲ καὶ ὁμώνυμον ἄνδρα τῷ Αἰθίδᾳ·
しかし、メッセニア人の中には、アイティダスには多くの財産があったと言いつつも、石碑に浮き彫りにされているのはこの人物ではなく、アイティダスの先祖で同名の人物であると言う者たちもいる。
Αἰθίδαν δὲ τὸν πρότερον ἡγήσασθαι τοῖς Μεσσηνίοις φασίν, ἡνίκα ἐν τῇ νυκτὶ Δημήτριός σφισιν ὁ Φιλίππου μηδαμῶς ἐλπίσασιν αὐτός τε καὶ ἡ στρατιὰ λανθάνουσιν ἐσελθόντες ἐς τὴν πόλιν.
そして、先代のアイティダスは、フィリッポスの子デメトリオスとその軍勢が、全く予期していなかったメッセニア人たちに気づかれずに、夜間に市内に侵入した時に、彼らを率いたと言われている。
§4.32.3καὶ Ἀριστομένους δὲ μνῆμά ἐστιν ἐνταῦθα·
また、アリストメネスの墓もここにある。
οὐ κενὸν δὲ εἶναι τὸ μνῆμα λέγουσιν, ἀλλʼ ἐρομένου μου τρόπον τε ὅντινα καὶ ὁπόθεν Ἀριστομένους κομίσαιντο τὰ ὀστᾶ, μεταπέμψασθαι μὲν ἐκ Ῥόδου φασί, τὸν δὲ ἐν Δελφοῖς θεὸν τὸν κελεύσαντα εἶναι.
彼らはその墓は空ではないと言う。 しかし、私がどのような方法で、またどこからアリストメネスの遺骨を持ち帰ったのかと尋ねると、彼らはそれをロドス島から取り寄せたのであり、そう命じたのはデルポイの神であると言う。
πρός τε δὴ τούτοις ἐδίδασκόν με ὁποῖα ἐπὶ τῷ τάφῳ δρῶσι.
さらに彼らは私に、その墓の上でどのようなことを行うのかを教えてくれた。
ταῦρον ὅντινα ἐναγίζειν μέλλουσιν, ἀγαγόντες ἐπὶ τὸ μνῆμα ἔδησαν πρὸς τὸν ἑστηκότα ἐπὶ τῷ τάφῳ κίονα·
彼らは、供え物として屠ろうとする牡牛を墓のところへ連れて行き、墓の上に立っている柱に縛り付ける。
ὁ δὲ ἅτε ἄγριος καὶ ἀήθης δεσμῶν οὐκ ἐθέλει μένειν·
牡牛は荒々しく、縛られることに不慣れであるため、じっとしていようとしない。
θορυβουμένῳ δέ οἱ καὶ σκιρτῶντι ἢν ὁ κίων κινηθῇ, Μεσσηνίοις ἐστὶν αἴσιον, οὐ κινηθέντος δὲ ἀσύμφορα ἐπαγγέλλει τὸ σημεῖον.
彼が暴れ跳ね回っているときに、もし柱が動けば、それはメッセニア人にとって吉兆であり、動かなければ、その兆候は不吉なことを告げる。
§4.32.4παραγενέσθαι δὲ Ἀριστομένην καὶ τῷ περὶ Λεῦκτρα ἀγῶνι ἐθέλουσιν οὐ μετὰ ἀνθρώπων ἔτι ὄντα, καὶ ἀμῦναί τε αὐτόν φασι Θηβαίοις καὶ μάλιστα γενέσθαι τοῦ ἀτυχήματος Λακεδαιμονίοις αἴτιον.
また、アリストメネスが、もはや人間の間に生きてはいなかったものの、レウクトラの戦いにも居合わせたと言いたがり、彼がテーバイ人を助け、ラケダイモン人にとって敗北の最大の原因となったと言う。
ἐγὼ δὲ Χαλδαίους καὶ Ἰνδῶν τοὺς μάγους πρώτους οἶδα εἰπόντας ὡς ἀθάνατός ἐστιν ἀνθρώπου ψυχή, καί σφισι καὶ Ἑλλήνων ἄλλοι τε ἐπείσθησαν καὶ οὐχ ἥκιστα Πλάτων ὁ Ἀρίστωνος·
しかし、私は、人間の魂が不死であることを最初に説いたのは、カルデア人とインドのマゴスたちであることを知っており、ギリシア人の中でも他の人々、とりわけアリストンの子プラトンが彼らを信じた。
εἰ δὲ ἀποδέχεσθαι καὶ οἱ πάντες ἐθελήσουσιν, ἐκεῖνό γε ἀντειπεῖν οὐκ ἔνεστι μὴ οὐ τὸν πάντα αἰῶνα Ἀριστομένει τὸ μῖσος τὸ ἐς Λακεδαιμονίους ἐνεστάχθαι.
仮に誰もがこれを受け入れようとするにしても、アリストメネスの中にラケダイモン人に対する憎悪が永劫にわたって注ぎ込まれていたということについては、反論の余地がない。
§4.32.5ἃ δὲ αὐτὸς ἤκουσα ἐν Θήβαις, εἰκὸς μέν τι παρείχετο ἐς τὸν Μεσσηνίων λόγον, οὐ μὴν παντάπασί γέ ἐστιν αὐτοῖς ὡμολογηκότα.
私自身がテーバイで聞いたことは、メッセニア人の話に一定の信憑性を与えるものではあるが、彼らの話と完全に一致しているわけではない。
φασὶ δὲ οἱ Θηβαῖοι μελλούσης τῆς μάχης ἔσεσθαί σφισιν ἐν Λεύκτροις ἐς ἄλλα τε ἀποστεῖλαι χρηστήρια καὶ ἐρησομένους τὸν ἐν Λεβαδείᾳ θεόν.
テーバイ人たちが言うには、レウクトラで彼らの戦闘が行われようとしていた時、彼らは他の託宣所にも使者を送り、さらにレバデイアの神に尋ねるために使者を送った。
λέγεται μὲν οὖν καὶ τὰ παρὰ τοῦ Ἰσμηνίου καὶ τοῦ Πτῴου, πρὸς δὲ τὰ ἐν Ἄβαις τε χρησθέντα καὶ τὰ ἐν Δελφοῖς·
そこで、イスメニオスやプトゥオスからのもの、さらにはアバイやデルポイで与えられた託宣も語られている。
Τροφώνιον δέ φασιν εἰπεῖν ἑξαμέτρῳ·
しかし、トロポニオスはヘクサメトロスで次のように言ったという。
"
πρὶν δορὶ συμβαλέειν ἐχθροῖς, στήσασθε τρόπαιον,
ἀσπίδα κοσμήσαντες ἐμήν, τὴν εἵσατο νηῷ
θοῦρος Ἀριστομένης Μεσσήνιος.
「槍を交えて敵と戦う前に、我が神殿に、勇猛なるメッセニア人アリストメネスが捧げた私の盾を飾って、戦勝記念碑を立てよ。
αὐτὰρ ἐγώ τοι
ἀνδρῶν δυσμενέων φθίσω στρατὸν ἀσπιστάων.
そうすれば、私は汝らのために、敵たる盾持ちの戦士たちの軍勢を滅ぼそう。
" §4.32.6ἀφικομένου δὲ τοῦ χρησμοῦ δεηθῆναι Ξενοκράτους λέγουσιν Ἐπαμινώνδαν·
」その託宣が届くと、エパメイノンダスはクセノクラテスに頼んだと言われている。
ὁ δὲ τήν τε ἀσπίδα μεταπέμπεται τοῦ Ἀριστομένους καὶ ἐκόσμησεν ἀπʼ αὐτῆς τρόπαιον, ὅθεν τοῖς Λακεδαιμονίοις ἔσεσθαι σύνοπτον ἔμελλεν.
彼はアリストメネスの盾を取り寄せ、それを使って、ラケダイモン人からよく見えるはずの場所に戦勝記念碑を飾った。
ᾔδεσαν δὲ ἄρα τὴν ἀσπίδα οἱ μὲν αὐτῶν ἐν Λεβαδείᾳ καθʼ ἡσυχίαν ἑωρακότες, ἀκοῇ δὲ καὶ πάντες·
実のところ、ラケダイモン人のうち、ある者はレバデイアで平時にそれを見てその盾を知っており、また誰もが噂によってそれを知っていた。
ὡς δὲ ἐγένετο ἡ νίκη Θηβαίοις, ἀποδιδόασιν αὖθις τῷ Τροφωνίῳ τὸ ἀνάθημα.
そしてテーバイ人に勝利がもたらされると、彼らはその奉納物を再びトロポニオスに返還した。
Ἀριστομένους δὲ καὶ χαλκοῦς ἀνδριάς ἐστιν ἐν τῷ Μεσσηνίων σταδίῳ· τοῦ θεάτρου δὲ οὐ πόρω Σαράπιδός ἐστι καὶ Ἴσιδος ἱερόν.
メッセニア人の競技場にはアリストメネスの青銅像もあり、劇場の近くにはサラピスとイシスの神殿がある。