§4.32.1τὸ δὲ ὀνομαζόμενον παρὰ Μεσσηνίων ἱεροθέσιον ἔχει μὲν θεῶν ἀγάλματα ὁπόσους νομίζουσιν Ἕλληνες, ἔχει δὲ χαλκῆν εἰκόνα Ἐπαμινώνδου.
被美塞尼亚人称为“圣置所”的地方,供奉着希腊人所信奉的所有神明的雕像,此外还有一尊伊帕密浓达的青铜肖像。
κεῖνται δὲ καὶ ἀρχαῖοι τρίποδες· ἀπύρους αὐτοὺς καλεῖ Ὅμηρος.
那里还摆放着古老的三角祭鼎;荷马称它们为“未经火的”。
τὰ δὲ ἀγάλματα τὰ ἐν τῷ γυμνασίῳ ποιήματά ἐστιν ἀνδρῶν Αἰγυπτίων, Ἑρμῆς καὶ Ἡρακλῆς τε καὶ Θησεύς.
体育馆内的雕像是埃及人的作品,分别是赫墨斯、赫拉克勒斯和忒修斯。
τούτους μὲν δὴ τοῖς πᾶσιν Ἕλλησι καὶ ἤδη τῶν βαρβάρων πολλοῖς περί τε γυμνάσια καὶ ἐν παλαίστραις καθέστηκεν ἔχειν ἐν τιμῇ·
对于所有的希腊人,以及现今的许多蛮族而言,在体育馆和角力场周围敬奉这些神明已成惯例。
§4.32.2Αἰθίδαν δὲ ἐμαυτοῦ πρεσβύτερον ὄντα εὕρισκον, γενομένῳ δέ οἱ χρήμασιν οὐκ ἀδυνάτῳ τιμαὶ παρὰ Μεσσηνίων ὑπάρχουσιν ἅτε ἥρωι.
我发现埃西达斯是一个比我自己更早时代的人,由于他并非没有财富,美塞尼亚人赋予他如同英雄般的荣誉。
εἰσὶ δὲ τῶν Μεσσηνίων οἳ τῷ Αἰθίδᾳ χρήματα μὲν γενέσθαι πολλὰ ἔλεγον, οὐ μέντοι τοῦτόν γε εἶναι τὸν ἐπειργασμένον τῇ στήλῃ, πρόγονον δὲ καὶ ὁμώνυμον ἄνδρα τῷ Αἰθίδᾳ· Αἰθίδαν δὲ τὸν πρότερον ἡγήσασθαι τοῖς Μεσσηνίοις φασίν, ἡνίκα ἐν τῇ νυκτὶ Δημήτριός σφισιν ὁ Φιλίππου μηδαμῶς ἐλπίσασιν αὐτός τε καὶ ἡ στρατιὰ λανθάνουσιν ἐσελθόντες ἐς τὴν πόλιν.
然而,有些美塞尼亚人说,埃西达斯虽然有很多财富,但在石碑上被雕刻出来的并不是这个人,而是埃西达斯的先祖兼同名者;他们说,正是前一位埃西达斯率领了美塞尼亚人,当时菲利普之子德米特里及其军队在夜间乘他们完全没料到时,秘密潜入了城内。
§4.32.3καὶ Ἀριστομένους δὲ μνῆμά ἐστιν ἐνταῦθα·
这里也有阿里斯托墨涅斯的纪念墓。
οὐ κενὸν δὲ εἶναι τὸ μνῆμα λέγουσιν, ἀλλʼ ἐρομένου μου τρόπον τε ὅντινα καὶ ὁπόθεν Ἀριστομένους κομίσαιντο τὰ ὀστᾶ, μεταπέμψασθαι μὲν ἐκ Ῥόδου φασί, τὸν δὲ ἐν Δελφοῖς θεὸν τὸν κελεύσαντα εἶναι.
他们说墓并不是空的,但当我询问他们以何种方式以及从何处带回阿里斯托墨涅斯的遗骨时,他们说他们是从罗得岛迎回的,而下达命令的是德尔斐的神。
πρός τε δὴ τούτοις ἐδίδασκόν με ὁποῖα ἐπὶ τῷ τάφῳ δρῶσι.
除此以外,他们还教导我在墓前他们做些什么。
ταῦρον ὅντινα ἐναγίζειν μέλλουσιν, ἀγαγόντες ἐπὶ τὸ μνῆμα ἔδησαν πρὸς τὸν ἑστηκότα ἐπὶ τῷ τάφῳ κίονα·
他们把准备献祭的公牛牵到墓前,系在立于墓上的柱子上。
ὁ δὲ ἅτε ἄγριος καὶ ἀήθης δεσμῶν οὐκ ἐθέλει μένειν·
公牛因为生性凶猛且不习惯束缚,不肯安分地待着。
θορυβουμένῳ δέ οἱ καὶ σκιρτῶντι ἢν ὁ κίων κινηθῇ, Μεσσηνίοις ἐστὶν αἴσιον, οὐ κινηθέντος δὲ ἀσύμφορα ἐπαγγέλλει τὸ σημεῖον.
在它挣扎跳跃时,如果柱子被移动了,对美塞尼亚人来说就是吉兆;如果柱子没有移动,这一征兆则预示着不利。
§4.32.4παραγενέσθαι δὲ Ἀριστομένην καὶ τῷ περὶ Λεῦκτρα ἀγῶνι ἐθέλουσιν οὐ μετὰ ἀνθρώπων ἔτι ὄντα, καὶ ἀμῦναί τε αὐτόν φασι Θηβαίοις καὶ μάλιστα γενέσθαι τοῦ ἀτυχήματος Λακεδαιμονίοις αἴτιον.
他们还主张,阿里斯托墨涅斯虽然已不在人世,但他也参加了留克特拉的战斗,并说他援助了底比斯人,且成为了拉刻代蒙人惨败的最大原因。
ἐγὼ δὲ Χαλδαίους καὶ Ἰνδῶν τοὺς μάγους πρώτους οἶδα εἰπόντας ὡς ἀθάνατός ἐστιν ἀνθρώπου ψυχή, καί σφισι καὶ Ἑλλήνων ἄλλοι τε ἐπείσθησαν καὶ οὐχ ἥκιστα Πλάτων ὁ Ἀρίστωνος· εἰ δὲ ἀποδέχεσθαι καὶ οἱ πάντες ἐθελήσουσιν, ἐκεῖνό γε ἀντειπεῖν οὐκ ἔνεστι μὴ οὐ τὸν πάντα αἰῶνα Ἀριστομένει τὸ μῖσος τὸ ἐς Λακεδαιμονίους ἐνεστάχθαι.
但我知道,迦勒底人和印度的贤士是最先说人的灵魂是不死的人,希腊人中的其他人也相信了他们,其中最杰出的是阿里斯顿之子柏拉图;即使所有人愿意接受这一说法,但另一件事是无可辩驳的,即阿里斯托墨涅斯对拉刻代蒙人的仇恨是终生且永恒注入的。
§4.32.5ἃ δὲ αὐτὸς ἤκουσα ἐν Θήβαις, εἰκὸς μέν τι παρείχετο ἐς τὸν Μεσσηνίων λόγον, οὐ μὴν παντάπασί γέ ἐστιν αὐτοῖς ὡμολογηκότα.
我自己底比斯所听到的事情,虽然给美塞尼亚人的说法提供了某种合理性,但并非完全与他们一致。
φασὶ δὲ οἱ Θηβαῖοι μελλούσης τῆς μάχης ἔσεσθαί σφισιν ἐν Λεύκτροις ἐς ἄλλα τε ἀποστεῖλαι χρηστήρια καὶ ἐρησομένους τὸν ἐν Λεβαδείᾳ θεόν.
底比斯人说,当他们在留克特拉的战斗即将发生时,他们派人去其他神谕所,也派人去询问雷巴得亚的神。
λέγεται μὲν οὖν καὶ τὰ παρὰ τοῦ Ἰσμηνίου καὶ τοῦ Πτῴου, πρὸς δὲ τὰ ἐν Ἄβαις τε χρησθέντα καὶ τὰ ἐν Δελφοῖς· Τροφώνιον δέ φασιν εἰπεῖν ἑξαμέτρῳ· "
πρὶν δορὶ συμβαλέειν ἐχθροῖς, στήσασθε τρόπαιον,
ἀσπίδα κοσμήσαντες ἐμήν, τὴν εἵσατο νηῷ
θοῦρος Ἀριστομένης Μεσσήνιος.
因此,来自伊斯墨尼翁和普托翁的神谕被传诵,此外还有在阿拜和德尔斐所赐予的神谕;但他们说特罗丰尼乌斯用六音步诗说道: “在与敌人兵刃相接之前,立起一座战胜纪念碑,装饰好我的盾牌,那是勇猛的美塞尼亚人阿里斯托墨涅斯献于神庙的。
αὐτὰρ ἐγώ τοι
ἀνδρῶν δυσμενέων φθίσω στρατὸν ἀσπιστάων.
而我必将为你摧毁敌方持盾战士的军队。
" §4.32.6ἀφικομένου δὲ τοῦ χρησμοῦ δεηθῆναι Ξενοκράτους λέγουσιν Ἐπαμινώνδαν· ὁ δὲ τήν τε ἀσπίδα μεταπέμπεται τοῦ Ἀριστομένους καὶ ἐκόσμησεν ἀπʼ αὐτῆς τρόπαιον, ὅθεν τοῖς Λακεδαιμονίοις ἔσεσθαι σύνοπτον ἔμελλεν.
” 神谕传来后,据说伊帕密浓达恳求了克塞诺克拉特斯;后者派人取来阿里斯托墨涅斯的盾牌,并用它装饰了一座战胜纪念碑,立在拉刻代蒙人极易望见的地方。
ᾔδεσαν δὲ ἄρα τὴν ἀσπίδα οἱ μὲν αὐτῶν ἐν Λεβαδείᾳ καθʼ ἡσυχίαν ἑωρακότες, ἀκοῇ δὲ καὶ πάντες·
其实,他们中有些人曾在和平时期在雷巴得亚亲眼见过这面盾牌而知晓它,而所有人通过传闻也都知道。
ὡς δὲ ἐγένετο ἡ νίκη Θηβαίοις, ἀποδιδόασιν αὖθις τῷ Τροφωνίῳ τὸ ἀνάθημα.
当底比斯人获得胜利后,他们再次将这件献纳物归还给特罗丰尼乌斯。
Ἀριστομένους δὲ καὶ χαλκοῦς ἀνδριάς ἐστιν ἐν τῷ Μεσσηνίων σταδίῳ· τοῦ θεάτρου δὲ οὐ πόρω Σαράπιδός ἐστι καὶ Ἴσιδος ἱερόν.
在美塞尼亚人的体育场内还有一尊阿里斯托墨涅斯的青铜像;在剧场不远处有一座萨拉皮斯和伊西斯的圣所。