Humanitext Reader

保萨尼亚斯 · 希腊志 §4.31.7-4.31.12

阿耳忒弥斯崇拜与美塞涅的诸圣所

第 176 段,共 465 段 · 希腊语

内容简介

作者记述了雕刻家达莫丰所作的阿耳忒弥斯·拉弗里亚像及其崇拜起源,并探讨了以弗所阿耳忒弥斯崇拜广为人知的原因。接着详细介绍了美塞涅的诸多神殿,特别是雕像丰富的美塞尼·阿斯克勒庇俄斯圣所,以及绘有历代美塞涅统治者肖像的神殿后部画作。

§4.31.7Δαμοφῶντος δέ ἐστι τούτου καὶ ἡ Λαφρία καλουμένη παρὰ Μεσσηνίοις· σέβεσθαι δέ σφισιν ἀπὸ τοιοῦδε αὐτὴν καθέστηκε.
这位达莫丰的作品中,也包括被美塞尼亚人称为拉弗里亚的那尊神像;他们对她的崇拜是基于以下原因而确立的。
Καλυδωνίοις ἡ Ἄρτεμις—ταύτην γὰρ θεῶν μάλιστα ἔσεβον— ἐπίκλησιν εἶχε Λαφρία· Μεσσηνίων δὲ οἱ λαβόντες Ναύπακτον παρὰ Ἀθηναίων—τηνικαῦτα γὰρ Αἰτωλίας ἐγγύτατα ᾤκουν—παρὰ Καλυδωνίων ἔλαβον.
对卡吕冬人而言,阿耳忒弥斯——因为在诸神之中他们最崇拜她——拥有拉弗里亚的别名;而从雅典人手中获得瑙帕克图斯的美塞尼亚人——因为当时他们居住在极靠近埃托利亚的地方——从卡吕冬人那里获得了这一崇拜。
τὸ σχῆμα ἑτέρωθι δηλώσω.
其形象我将在别处说明。
τὸ μὲν δὴ τῆς Λαφρίας ἀφίκετο ὄνομα ἔς τε Μεσσηνίους καὶ ἐς Πατρεῖς Ἀχαιῶν μόνους, Ἐφεσίαν δὲ Ἄρτεμιν πόλεις τε νομίζουσιν αἱ
拉弗里亚的名字确实仅传到了美塞尼亚人和阿开亚人中的帕特赖人那里,但以弗所的阿耳忒弥斯则为所有城市所敬奉,个人也将其视为诸神中最尊贵者。
§4.31.8πᾶσαι καὶ ἄνδρες ἰδίᾳ θεῶν μάλιστα ἄγουσιν ἐν τιμῇ· τὰ δὲ αἴτια ἐμοὶ δοκεῖν ἐστὶν Ἀμαζόνων τε κλέος, αἳ φήμην τὸ ἄγαλμα ἔχουσιν ἱδρύσασθαι, καὶ ὅτι ἐκ παλαιοτάτου τὸ ἱερὸν τοῦτο ἐποιήθη.
依我之见,其原因在于亚马逊人的名声(传闻是她们建立起了这尊雕像),以及这座神庙自极古老的时代便已建立。
τρία δὲ ἄλλα ἐπὶ τούτοις συνετέλεσεν ἐς δόξαν, μέγεθός τε τοῦ ναοῦ τὰ παρὰ πᾶσιν ἀνθρώποις κατασκευάσματα ὑπερηρκότος καὶ Ἐφεσίων τῆς πόλεως ἡ ἀκμὴ καὶ ἐν αὐτῇ τὸ ἐπιφανὲς τῆς θεοῦ.
除此以外,还有三件事共同促成了其名望:神殿的规模超越了人类所有的建筑、以弗所城的全盛,以及女神在当地的显圣。
§4.31.9πεποίηται δὲ καὶ Εἰλειθυίας Μεσσηνίοις ναὸς καὶ ἄγαλμα λίθου, πλησίον δὲ Κουρήτων μέγαρον, ἔνθα ζῷα τὰ πάντα ὁμοίως καθαγίζουσιν· ἀρξάμενοι γὰρ ἀπὸ βοῶν τε καὶ αἰγῶν καταβαίνουσιν ἐς τοὺς ὄρνιθας ἀφιέντες ἐς τὴν φλόγα.
美塞尼亚人还为厄勒梯亚建造了神殿和石雕像,附近是库雷特斯的会堂,在那里他们以同样的方式将所有动物作为牺牲献祭:因为他们从牛和山羊开始,一直下行到鸟类,将它们投入火中。
καὶ Δήμητρος ἱερὸν Μεσσηνίοις ἐστὶν ἅγιον καὶ Διοσκούρων ἀγάλματα φέροντες τὰς Λευκίππου· καί μοι καὶ ταῦτα ἐν τοῖς προτέροις ἐστὶν ἤδη δεδηλωμένα, ὡς οἱ Μεσσήνιοι τοὺς Τυνδάρεω παῖδας ἀμφισβητοῦσιν αὑτοῖς καὶ οὐ Λακεδαιμονίοις προσήκειν.
美塞尼亚人还有一座得墨忒耳的圣所,以及抢夺留基庇女儿们的双子神雕像;而这些事情在我的前几卷中也已经说明过,即美塞尼亚人争辩说廷达瑞俄斯之子属于他们自己,而不属于拉刻代蒙人。
§4.31.10πλεῖστα δέ σφισι καὶ θέας μάλιστα ἀγάλματα ἄξια τοῦ Ἀσκληπιοῦ παρέχεται τὸ ἱερόν·
阿斯克勒庇俄斯的神庙为他们提供了数量最多、且最值得一观的雕像。
χωρὶς μὲν γὰρ τοῦ θεοῦ καὶ τῶν παίδων ἐστὶν ἀγάλματα, χωρὶς δὲ Ἀπόλλωνος καὶ Μουσῶν καὶ Ἡρακλέους·
因为除了这位神明及其子女之外,还有阿波罗、缪斯和赫拉克勒斯的雕像;此外还有底比斯城邦的拟人像、克勒奥米斯之子伊帕密浓达、堤喀以及光之使者阿耳忒弥斯。
πόλις τε ἡ Θηβαίων καὶ Ἐπαμινώνδας ὁ Κλεόμμιδος Τύχη τε καὶ Ἄρτεμις Φωσφόρος, τὰ μὲν δὴ τοῦ λίθου Δαμοφῶν αὐτοῖς εἰργάσατο—Μεσσήνιον δὲ ὅτι μὴ τοῦτον ἄλλον γε οὐδένα λόγου ποιήσαντα ἀξίως οἶδα ἀγάλματα—, ἡ δὲ εἰκὼν τοῦ Ἐπαμινώνδου ἐκ σιδήρου τέ ἐστι καὶ ἔργον ἄλλου, οὐ τούτου.
石雕像是达莫丰为他们制作的——因为除了此人之外,我知道没有其他美塞尼亚人制作过值得称道的神像——但伊帕密浓达的像是铁制的,是别人的作品,而不是他的。
§4.31.11ἔστι δὲ καὶ Μεσσήνης τῆς Τριόπα ναὸς καὶ ἄγαλμα χρυσοῦ καὶ λίθου Παρίου·
还有一座特里奥帕斯之女美塞涅的神殿,以及一尊由黄金和帕罗斯大理石制成的雕像。
γραφαὶ δὲ κατὰ τοῦ ναοῦ τὸ ὄπισθεν αἱ βασιλεύσαντές εἰσι Μεσσήνης, πρὶν μὲν ἢ στόλον ἀφικέσθαι τὸν Δωριέων ἐς Πελοπόννησον Ἀφαρεὺς καὶ οἱ παῖδες, κατελθόντων δὲ Ἡρακλειδῶν Κρεσφόντης ἐστίν, ἡγεμὼν καὶ οὗτος τοῦ Δωρικοῦ, τῶν δὲ οἰκησάντων ἐν Πύλῳ Νέστωρ καὶ Θρασυμήδης καὶ Ἀντίλοχος, προτετιμημένοι παίδων τῶν Νέστορος ἡλικίᾳ καὶ ἐπὶ Τροίαν μετεσχηκότες τῆς στρατείας.
在神殿的后部有统治过美塞涅者的画像:在多利安人的军队到达伯罗奔尼撒之前,有阿法柔斯及其子嗣;在赫拉克勒斯后裔归来之后,有克雷斯丰特斯(他也是多利安人的领袖);在居住在皮洛斯的人中,有内斯特、色拉叙墨得斯和安提洛科斯,他们在内斯特的子嗣中因年长而受到优待,并参加了对特洛伊的远征。
§4.31.12Λεύκιππός τε Ἀφαρέως ἀδελφὸς καὶ Ἱλάειρά ἐστι καὶ Φοίβη, σὺν δέ σφισιν Ἀρσινόη.
还有阿法柔斯的兄弟留基庇、希拉埃拉和福柏,以及与她们在一起的阿尔西诺埃。
γέγραπται δὲ καὶ Ἀσκληπιός, Ἀρσινόης ὢν λόγῳ τῷ Μεσσηνίων, καὶ Μαχάων καὶ Ποδαλείριος, ὅτι ἔργου τοῦ πρὸς Ἰλίῳ καὶ τούτοις μέτεστι.
阿斯克勒庇俄斯也被画在其中(按照美塞尼亚人的说法,他是阿尔西诺埃的儿子),还有马卡翁和波达利里乌斯,因为他们也参与了在伊利翁的战事。
ταύτας τὰς γραφὰς ἔγραψεν Ὀμφαλίων, Νικίου τοῦ Νικομήδους μαθητής· οἱ δὲ αὐτὸν καὶ δουλεῦσαι παρὰ τῷ Νικίᾳ καὶ παιδικὰ γενέσθαι φασὶν αὐτοῦ.
这些画作是由尼科墨德斯之子尼基阿斯的弟子翁法利翁所画;有人说他曾在尼基阿斯处为奴,并且是他的宠儿。

词汇与语法注释

  1. 4.31.7Δαμοφῶντος δέ ἐστι τούτου καὶ ἡ Λαφρία — 人名属格 Δαμοφῶντος 在此充当所有格或作者(行为者)属格。动词 ἐστι 具有“是……的作品”或“归属于……”的含义。
  2. 4.31.7σέβεσθαι δέ σφισιν... καθέστηκε — 不定式 σέβεσθαι(崇拝)作为无人称动词完成式 καθέστηκε(已确立)的主语。与格 σφισιν 是表示行为主体或利益相关的与格(对他们而言)。
  3. 4.31.8ἐμοὶ δοκεῖν — 绝对不定式的习惯表达,属于限制性或插入性用法,意为“依我之见”或“在我看来”。
  4. 4.31.10ὅτι μὴ — 置于强烈否定词之后,表示“除了……之外(except)”。在此处构成了“除了”达莫丰之外,不知道还有其他任何值得一提的美塞尼亚雕刻家的语境。
  5. 4.31.11προτετιμημένοι παίδων τῶν Νέστορος ἡλικίᾳ — 由表示比较的属格 παίδων 和表示方面的与格 ἡλικίᾳ 构成。意为与内斯特的“其他”子女相比,他们因年龄(年长)而受到优待。

引用这一段

保萨尼亚斯, 希腊志 §4.31.7-4.31.12. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:4.31.7-4.31.12

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。