Humanitext Reader

パウサニアス · ギリシア案内記 §3.14.1-3.14.5

劇場とレオニダスの記念碑およびアギス家の墓所

118 / 465 箇所 · ギリシア語

要旨

パウサニアスはスパルタの広場から西へ向かう道沿いにある、ブラシダス、パウサニアス、レオニダスの記念碑や白い石の劇場、また歴代アギス家王の墓所と、テティスやデメテル・クトニアの聖地などの由緒について説明する。

§3.14.1ἐκ δὲ τῆς ἀγορᾶς πρὸς ἥλιον ἰόντι δυόμενον τάφος κενὸς Βρασίδᾳ τῷ Τέλλιδος πεποίηται·
広場から西へ行く者にとって、テリスの子ブラシダスの空墓が作られている。
ἀπέχει δὲ οὐ πολὺ τοῦ τάφου τὸ θέατρον, λίθου λευκοῦ, θέας ἄξιον.
その墓から遠くないところに、白い石でできた、一見の価値がある劇場がある。
τοῦ θεάτρου δὲ ἀπαντικρὺ Παυσανίου τοῦ Πλαταιᾶσιν ἡγησαμένου μνῆμά ἐστι, τὸ δὲ ἕτερον Λεωνίδου— καὶ λόγους κατὰ ἔτος ἕκαστον ἐπʼ αὐτοῖς λέγουσι καὶ τιθέασιν ἀγῶνα, ἐν ᾧ πλὴν Σπαρτιατῶν ἄλλῳ γε οὐκ ἔστιν ἀγωνίζεσθαι—, τὰ ὀστᾶ τοῦ Λεωνίδου τεσσαράκοντα ἔτεσιν ὕστερον ἀνελομένου ἐκ Θερμοπυλῶν τοῦ Παυσανίου.
劇場の向かいには、プラタイアで指揮を執ったパウサニアスの記念碑があり、もう一方はレオニダスの記念碑である。 彼らのために、毎年追悼の演説が行われ、競技会が開催される。 この競技会ではスパルタ人以外の誰も競うことができない。 レオニダスの遺骨は、40年後にパウサニアスがテルモピュライから持ち帰ったものである。
κεῖται δὲ καὶ στήλη πατρόθεν τὰ ὀνόματα ἔχουσα οἳ πρὸς Μήδους τὸν ἐν Θερμοπύλαις ἀγῶνα ὑπέμειναν.
また、テルモピュライでペルシア人に対する戦いに耐え抜いた者たちの名前が、父称とともに刻まれた碑が立っている。
§3.14.2καλεῖται δὲ ἐν τῇ Σπάρτῃ Θεομηλίδα χωρίον·
スパルタにはテオメリダと呼ばれる場所がある。
κατὰ τοῦτο τῆς πόλεως τάφοι τῶν Ἀγιαδῶν βασιλέων εἰσὶ καὶ πλησίον ὀνομαζομένη λέσχη Κροτανῶν·
市のこの部分にアギス家の王たちの墓があり、その近くにクロタノイと呼ばれる集会所がある。
εἰσὶ δὲ οἱ Κροτανοὶ Πιτανατῶν μοῖρα.
クロタノイはピタナの人々の一派である。
Ἀσκληπιοῦ δὲ οὐ πόρρω τῆς λέσχης ἐστὶν ἱερὸν, ἐν Ἀγιαδῶν καλούμενον.
その集会所から遠くないところに、アギス家の地にあるアスクレピオス神殿と呼ばれるものがある。
προελθοῦσι δὲ Ταινάρου μνῆμά ἐστι, καὶ τὴν ἄκραν τὴν ἐς θάλασσαν ἐσέχουσαν ἀπὸ τούτου φασὶν ὀνομασθῆναι·
さらに進む者にとって、タイナロスの記念碑があり、海に突き出た岬はこの人物にちなんで名付けられたと言われている。
θεῶν δὲ ἱερὰ Ποσειδῶνός ἐστιν Ἱπποκουρίου καὶ Ἀρτέμιδος Αἰγιναίας.
また、神々の神殿として、ポセイドン・ヒッポクーリオスとアルテミス・アイギナイアの神殿がある。
ἐπανελθοῦσι δὲ ὀπίσω πρὸς τὴν λέσχην ἐστὶν Ἀρτέμιδος Ἰσσωρίας ἱερόν·
集会所の方へと戻る者にとって、アルテミス・イッソリアの神殿がある。
ἐπονομάζουσι δὲ αὐτὴν καὶ Λιμναίαν, οὖσαν οὐκ Ἄρτεμιν, Βριτόμαρτιν δὲ τὴν Κρητῶν·
人々は彼女をリムナイアとも呼ぶが、彼女はアルテミスではなく、クレタ人のブリトマルティスである。
τὰ δὲ ἐς αὐτὴν ὁ Αἰγιναῖος ἔχει μοι λόγος.
彼女に関する事柄は、私のアイギナに関する記述に書かれている。
§3.14.3ἐγγυτάτω δὲ τῶν μνημάτων ἃ τοῖς Ἀγιάδαις πεποίηται στήλην ὄψει, γεγραμμέναι δέ εἰσιν ἃς Χίονις ἀνὴρ Λακεδαιμόνιος δρόμου νίκας ἀνείλετο ἄλλας τε καὶ Ὀλυμπίασιν·
アギス家のために作られた記念碑のすぐ近くに、碑を目にするだろう。 そこには、スパルタ人キオニスが勝ち取った徒競走の、特にオリンピアでの勝利が記されている。
ἐνταῦθα δὲ ἑπτὰ ἐγένοντό οἱ νῖκαι, τέσσαρες μὲν σταδίου, διαύλου δὲ αἱ λοιπαί·
オリンピアでは彼に7つの勝利があり、4つはスタディオン走、残りはディアウロス走であった。
τὸν δὲ σὺν τῇ ἀσπίδι δρόμον ἐπὶ ἀγῶνι λήγοντι οὐ συνέβαινεν εἶναί πω.
しかし、盾を持った走り(武装競走)は、大会が終了に近づいた時期にはまだ存在していなかった。
Χίονιν δὲ καὶ τοῦ στόλου μετασχεῖν τῷ Θηραίῳ Βάττῳ καὶ Κυρήνην οἰκίσαι σὺν ἐκείνῳ καὶ Λιβύων καταστρέψασθαι τοὺς προσχώρους λέγουσιν.
人々は、キオニスがテラ人バットスの遠征に参加し、彼とともにキュレネを創建し、隣接するリビア人たちを服従させたと言っている。
§3.14.4τὸ δὲ ἱερὸν τῆς Θέτιδος κατασκευασθῆναί φασιν ἐπʼ αἰτίᾳ τοιαύτῃ·
テティスの神殿は、次のような理由で建設されたと言われている。
πολεμεῖν μὲν πρὸς Μεσσηνίους ἀφεστηκότας, τὸν δὲ βασιλέα σφῶν Ἀνάξανδρον ἐσβαλόντα ἐς τὴν Μεσσηνίαν λαβεῖν αἰχμαλώτους γυναῖκας, ἐν δὲ αὐταῖς εἶναι Κλεώ, Θέτιδος δὲ αὐτὴν ἱέρειαν εἶναι.
すなわち、(スパルタ人が)反乱を起こしたメッセニア人たちと戦争をしており、彼らの王アナクサンドロスがメッセニアに侵入して捕虜の女たちを捕らえたが、その中にクレオがおり、彼女はテティスの巫女であった。
ταύτην ἡ τοῦ Ἀναξάνδρου γυνὴ τὴν Κλεὼ παρὰ τοῦ Ἀναξάνδρου αἰτεῖ, καὶ τό τε ξόανον τῆς Θέτιδος ἀνεῦρεν ἔχουσαν καὶ ναὸν μετʼ αὐτῆς ἱδρύσατο τῇ θεῷ·
アナクサンドロスの妻が、アナクサンドロスにこのクレオを願い受け、彼女がテティスの木彫り像を持っているのを見つけ、彼女とともに女神のために神殿を創建した。
ἐποίει δὲ ταῦτα ἡ Λεανδρὶς κατὰ ὄψιν ὀνείρατος.
レアンドリスは夢の告げに従ってこれを行ったのである。
§3.14.5τὸ μὲν δὴ ξόανον τῆς Θέτιδος ἐν ἀπορρήτῳ φυλάσσουσι·
テティスの木彫り像は秘匿されて保管されている。
Δήμητρα δὲ Χθονίαν Λακεδαιμόνιοι μὲν σέβειν φασὶ παραδόντος σφίσιν Ὀρφέως, δόξῃ δὲ ἐμῇ διὰ τὸ ἱερὸν τὸ ἐν Ἑρμιόνῃ κατέστη καὶ τούτοις Χθονίαν νομίζειν Δήμητρα.
ラケダイモン人は、デメテル・クトニアを、オルペウスが伝授したことに基づいて崇拝していると言うが、私の考えでは、エルミオネにある神殿のゆえに、彼らの間でもデメテルをクトニアとして崇拝することが定着したのである。
ἔστι δὲ καὶ Σαράπιδος νεώτατον τοῦτο Σπαρτιάταις ἱερὸν καὶ Διὸς ἐπίκλησιν Ὀλυμπίου.
また、これはスパルタ人にとって最も新しいサラピスの神殿であり、オリンピオスと呼ばれるゼウスの神殿もある。

語釈・文法注

  1. 3.14.1ἰόντι — 与格分詞。ここでは道順や方向を示す際、移動する主体を仮定して「〜が進んで行くと」という条件や視点を示す、地理記述に特有の関与の与格。
  2. 3.14.1τὰ ὀστᾶ τοῦ Λεωνίδου τεσσαράκοντα ἔτεσιν ὕστερον ἀνελομένου ἐκ Θερμοπυλῶν τοῦ Παυσανίου — 属格絶対の構文(ἀνελομένου ... τοῦ Παυσανίου)。パウサニアス(ここでは王)が主語。先行する文の「毎年競技会を開催する」理由または事実を補足する。
  3. 3.14.3τὸν δὲ σὺν τῇ ἀσπίδι δρόμον ἐπὶ ἀγῶνι λήγοντι οὐ συνέβαινεν εἶναί πω — ἐπὶ ἀγῶνι λήγοντι は直訳すると「競技が終わりに近づいた時に」。「キオニスの選手キャリアの最後(末期)になってもまだ、盾を持った走り(武装競走)は存在していなかった」という意味。συνέβαινεν εἶναι は「〜であることが起こる」「〜という状況であった」の意。
  4. 3.14.4πολεμεῖν μὲν πρὸς Μεσσηνίους ἀφεστηκότας — 対格不定詞構文における従属節。φασίν(〜と言われている)に支配された不定詞 κατασκευασθῆναι(建設された)に続く詳細な状況説明(「彼らが戦争をしている時に」)。意味上の主語(スパルタ人たち)は省略されている。
  5. 3.14.4καὶ τό τε ξόανον τῆς Θέτιδος ἀνεῦρεν ἔχουσαν ¦0¦ καὶ ναὸν μετʼ αὐτῆς ἱδρύσατο τῇ θεῷ — ἔχουσαν は τὴν Κλεώ(クレオ)を修飾する対格分詞。「クレオが木彫り像を持っているのを見つけ、彼女とともに神殿を建てた」という構造。μετʼ αὐτῆς(彼女とともに)の αὐτῆς もクレオを指す。

この箇所を引用する

パウサニアス, ギリシア案内記 §3.14.1-3.14.5. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:3.14.1-3.14.5

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。