Humanitext Reader

パウサニアス · ギリシア案内記 §3.13.1-3.13.9

カストルの記念碑とカルネイオス・アポロンの神殿

117 / 465 箇所 · ギリシア語

要旨

著者パウサニアスはスパルタの記念碑や神殿をめぐり、カストルの記念碑やカルネイオス・アポロンの崇拝の起源、さらにアンブウリオスやコローナタスなどの異名を持つ神々や地元の英雄たち、そしてレスリングのオリンピック勝者について解説している。

§3.13.1πλησίον δὲ ἔστι μὲν Κυνόρτου τοῦ Ἀμύκλα τάφος, ἔστι δὲ καὶ Κάστορος μνῆμα, ἐπὶ δὲ αὐτῷ καὶ ἱερὸν πεποίηται·
近くには、アミュクラスの子キュノルトスの墓があり、またカストルの記念碑もあり、その上には神殿も建てられている。
τεσσαρακοστῷ γὰρ ὕστερον ἔτει τῆς μάχης τῆς πρὸς Ἴδαν καὶ Λυγκέα θεοὺς τοὺς Τυνδάρεω παῖδας καὶ οὐ πρότερον νομισθῆναί φασι.
なぜなら、イダスおよびリュンケウスとの戦いの40年後になってようやく、テュンダレオスの子らは神々とみなされるようになったと言われているからであり、それ以前ではなかった。
δείκνυται δὲ πρὸς τῇ Σκιάδι καὶ Ἴδα καὶ Λυγκέως τάφος.
スキアスの近くには、イダスとリュンケウスの墓も示されている。
κατὰ μὲν δὴ τοῦ λόγου τὸ εἰκὸς ἐτάφησαν ἐν τῇ Μεσσηνίᾳ καὶ οὐ ταύτῃ·
しかし、伝承の合理性によれば、彼らはメッセニアに葬られたのであって、ここではない。
§3.13.2Μεσσηνίων δὲ αἱ συμφοραὶ καὶ ὁ χρόνος, ὅσον ἔφυγον ἐκ Πελοποννήσου, πολλὰ τῶν ἀρχαίων καὶ κατελθοῦσιν ἐποίησεν ἄγνωστα, ἅτε δὲ ἐκείνων οὐκ εἰδότων ἔστιν ἤδη τοῖς ἐθέλουσιν ἀμφισβητεῖν.
メッセニア人たちの災難と、彼らがペロポネソスから亡命していた長い期間は、彼らが帰還した際にも、多くの古代の事柄を不明なものにしてしまった。 そして、彼らが知らないために、今やそれを異議を唱えたい者にとって不確かなものとすることが可能となっている。
Λακεδαιμονίοις δὲ ἀπαντικρὺ τῆς Ὀλυμπίας Ἀφροδίτης ἐστὶ ναὸς Κόρης Σωτείρας·
ラケダイモン人にとって、オリュンピアのアプロディテの向かいには、コレー・ソテイラの神殿がある。
ποιῆσαι δὲ τὸν Θρᾷκα Ὀρφέα λέγουσιν, οἱ δὲ Ἄβαριν ἀφικόμενον ἐξ Ὑπερβορέων.
これを建てたのはトラキア人オルペウスであると人々は言い、あるいは、ヒュペルボレオス人の地からやって来たアバリスであるとも言う。
§3.13.3ὁ δὲ Καρνειός, ὃν Οἰκέταν ἐπονομάζουσι, τιμὰς εἶχεν ἐν Σπάρτῃ καὶ πρὶν Ἡρακλείδας κατελθεῖν, ἵδρυτο δὲ ἐν οἰκίᾳ Κριοῦ τοῦ Θεοκλέους, ἀνδρὸς μάντεως·
オイケタスと人々が呼ぶカルネイオスは、ヘラクレイデイが帰還する前からもスパルタで崇拝を得ており、預言者であったテオクレスの子クリオスの家に祀られていた。
τούτου δὲ τοῦ Κριοῦ γεμιζούσῃ τῇ θυγατρὶ ὕδωρ συντυχόντες κατάσκοποι τῶν Δωριέων αὐτῇ τε ἀφίκοντο ἐς λόγους καὶ παρὰ τὸν Κριὸν ἐλθόντες διδάσκονται τὴν ἅλωσιν τῆς Σπάρτης.
ドリス人の斥候たちが、このクリオスの娘が水を汲んでいるときに遭遇し、彼女と言葉を交わし、クリオスのもとに赴いて、スパルタを攻略する方法を教えられた。
§3.13.4Κάρνειον δὲ Ἀπόλλωνα Δωριεῦσι μὲν τοῖς πᾶσι σέβεσθαι καθέστηκεν ἀπὸ Κάρνου γένος ἐξ Ἀκαρνανίας, μαντευομένου δὲ ἐξ Ἀπόλλωνος·
カルネイオス・アポロンをすべてのドリス人が崇拝することは、アカルナニア出身でアポロンから神託を受けていたカルノスに由来して確立された。
τοῦτον γὰρ τὸν Κάρνον ἀποκτείναντος Ἱππότου τοῦ Φύλαντος ἐνέπεσεν ἐς τὸ στρατόπεδον τοῖς Δωριεῦσι μήνιμα Ἀπόλλωνος, καὶ Ἱππότης τε ἔφυγεν ἐπὶ τῷ φόνῳ καὶ Δωριεῦσιν ἀπὸ τούτου τὸν Ἀκαρνᾶνα μάντιν καθέστηκεν ἱλάσκεσθαι.
なぜなら、ピュラスの子ヒッポテスがこのカルノスを殺害したため、ドリス人の軍営にアポロンの怒りが下り、ヒッポテスはその殺人のために亡命し、この時以来ドリス人にとってそのアカルナニア人の預言者を祭ることでなだめることが確立されたからである。
ἀλλὰ γὰρ Λακεδαιμονίοις οὐχ οὗτος ὁ Οἰκέτας ἐστὶ Καρνειός, ὁ δὲ ἐν τοῦ μάντεως Κριοῦ τιμώμενος Ἀχαιῶν ἔτι ἐχόντων τὴν Σπάρτην.
しかしながら、ラケダイモン人にとってこのオイケタスは上述のカルネイオスではなく、アカイア人がまだスパルタを領有していた頃に預言者クリオスの家で崇拝されていたものである。
§3.13.5Πραξίλλῃ μὲν δὴ πεποιημένα ἐστὶν ὡς Εὐρώπης εἴη καὶ Διὸς ὁ Κάρνειος καὶ αὐτὸν ἀνεθρέψατο Ἀπόλλων καὶ Λητώ·
プラクシッラの作った詩には、カルネイオスはエウロペとゼウスの子であり、アポロンとレトが彼を育てた、とある。
λέγεται δὲ καὶ ἄλλος ἐπʼ αὐτῷ λόγος, ἐν τῇ Ἴδῃ τῇ Τρωικῇ κρανείας ἐν Ἀπόλλωνος ἄλσει πεφυκυίας τοὺς Ἕλληνας ἐκτεμεῖν ἐς τοῦ ἵππου τοῦ δουρείου τὴν ποίησιν·
しかし彼については別の説も語られており、トロイアのイダ山にあるアポロンの聖なる森に生えていた山茱萸を、ギリシア人たちが木馬の製作のために切り倒した。
μαθόντες δὲ ὀργήν σφισιν ἔχειν τὸν θεὸν θυσίαις ἱλάσκονται καὶ Ἀπόλλωνα ὀνομάζουσι Κάρνειον ἀπὸ τῶν κρανειῶν, ὑπερθέντες τὸ ῥῶ κατὰ δή τι ἀρχαῖον.
そして神が自分たちに対して怒りを抱いていることを知ると、彼らは犠牲を捧げて神をなだめ、古風な慣習に従って rho の音を挿入して、山茱萸にちなんでアポロンをカルネイオスとした。
§3.13.6τοῦ Καρνείου δὲ οὐ πόρρω καλούμενόν ἐστιν ἄγαλμα Ἀφεταίου·
カルネイオスの近くには、アペタイオスと呼ばれる像がある。
τοῖς δὲ Πηνελόπης μνηστῆρσί φασιν ἐντεῦθεν γενέσθαι τοῦ δρόμου τὴν ἀρχήν.
ペネロペの求婚者たちの徒競走の出発点はここであったと言われている。
ἔστι δέ τι χωρίον ἔχον στοὰς ἐν τετραγώνῳ τῷ σχήματι, ἔνθα σφίσιν ἐπιπράσκετο ὁ ῥῶπος τὸ ἀρχαῖον·
また、正方形の形をした回廊を持つ場所があり、そこでは昔、彼らのために雑多な小物が販売されていた。
πρὸς τούτῳ Διὸς Ἀμβουλίου καὶ Ἀθηνᾶς ἐστιν Ἀμβουλίας βωμὸς καὶ Διοσκούρων καὶ τούτων Ἀμβουλίων.
この場所の近くに、ゼウス・アンブウリオスとアテナ・アンブウリアの祭壇、そして同様にアンブウリオイと呼ばれるディオスクロイの祭壇がある。
§3.13.7ἀπαντικρὺ δὲ ἥ τε ὀνομαζομένη Κολώνα καὶ Διονύσου Κολωνάτα ναός, πρὸς αὐτῷ δὲ τέμενός ἐστιν ἥρωος, ὃν τῆς ὁδοῦ τῆς ἐς Σπάρτην Διονύσῳ φασὶ γενέσθαι ἡγεμόνα·
その向かいには、コローナと呼ばれる場所と、ディオニュソス・コローナタスの神殿があり、そのすぐ隣には、スパルタへの道中でディオニュソスの案内役となったと言われる英雄の聖地がある。
τῷ δὲ ἥρωι τούτῳ πρὶν ἢ τῷ θεῷ θύουσιν αἱ Διονυσιάδες καὶ αἱ Λευκιππίδες.
ディオニュシアデスとレウキッピデスは、神よりも先にこの英雄に犠牲を捧げる。
τὰς δὲ ἄλλας ἕνδεκα ἃς καὶ αὐτὰς Διονυσιάδας ὀνομάζουσι, ταύταις δρόμου προτιθέασιν ἀγῶνα·
同様にディオニュシアデスと呼ばれる、他の11人の女性たちのために、彼らは徒競走の競技を設けている。
§3.13.8δρᾶν δὲ οὕτω σφίσιν ἦλθεν ἐκ Δελφῶν.
そのように行うことは、デルポイから彼らにもたらされた。
τοῦ Διονύσου δὲ οὐ μακρὰν Διὸς ἱερόν ἐστιν Εὐανέμου, τούτου δὲ ἐν δεξιᾷ Πλευρῶνος ἡρῷον.
ディオニュソスの神殿から遠くないところに、ゼウス・エウアネモスの神殿があり、その右側にはプレウロンの英雄廟がある。
γεγόνασι δὲ οἱ Τυνδάρεω παῖδες τὰ πρὸς μητρὸς ἀπὸ τοῦ Πλευρῶνος·
テュンダレオスの子らは、母方においてプレウロンの血統に連なっている。
Θέστιον γὰρ τὸν Λήδας πατέρα Ἄσιός φησιν ἐν τοῖς ἔπεσιν Ἀγήνορος παῖδα εἶναι τοῦ Πλευρῶνος.
というのも、アシオスが叙事詩の中で述べるには、レダの父テスティオスはプレウロンの子アゲノールの子であるからだ。
τοῦ δὲ ἡρῴου λόφος ἐστὶν οὐ πόρρω καὶ Ἥρας ἐπὶ τῷ λόφῳ ναὸς Ἀργείας·
その英雄廟の近くには丘があり、丘の上にはアルゲイア・ヘラの神殿がある。
ἱδρύσασθαι δὲ Εὐρυδίκην φασὶ Λακεδαίμονος θυγατέρα, γυναῖκα δὲ Ἀκρισίου τοῦ Ἄβαντος.
これはラケダイモンの娘で、アバスの子アクリシオスの妻であったエウリュディケが建立したと言われている。
Ἥρας δὲ ἱερὸν Ὑπερχειρίας κατὰ μαντείαν ἐποιήθη, τοῦ Εὐρώτα πολὺ τῆς γῆς σφισιν ἐπικλύζοντος.
また、エウロタス川が彼らの土地を広く氾濫させたため、神託に従ってヘラ・ヒュペルケイリアの神殿が建てられた。
§3.13.9ξόανον δὲ ἀρχαῖον καλοῦσιν Ἀφροδίτης Ἥρας· ἐπὶ δὲ θυγατρὶ γαμουμένῃ νενομίκασι τὰς μητέρας τῇ θεῷ θύειν.
彼らはある古い木彫り像をヘラのアプロディテと呼んでおり、娘が結婚する際、母親たちがこの女神に犠牲を捧げるのが習慣となっている。
τοῦ λόφου δὲ κατὰ τὴν ἐς δεξιὰν ὁδὸν Ἑτοιμοκλέους ἐστὶν εἰκών·
その丘から右へ行く道沿いに、ヘトイモクレスの像がある。
τῷ δὲ Ἑτοιμοκλεῖ καὶ αὐτῷ καὶ Ἱπποσθένει τῷ πατρὶ πάλης εἰσὶν Ὀλυμπικαὶ νῖκαι, συναμφοτέροις μὲν μία τε καὶ δέκα, τῷ δὲ Ἱπποσθένει μιᾷ νίκῃ τὸν υἱὸν παρελθεῖν ὑπῆρξεν.
ヘトイモクレス自身と、その父ヒッポステネスには、レスリングでのオリンピア優勝があり、二人合わせて11回、そしてヒッポステネスは息子を1回上回る勝利を収めることができた。

語釈・文法注

  1. 3.13.1τοὺς Τυνδάρεω παῖδας — νομισθῆναι(不定詞受動態)の意味上の主語であり、θεοὺς(神々として)はその補語(述語対格)となる構造。
  2. 3.13.2ἅτε δὲ ἐκείνων οὐκ εἰδότων — ἅτε を伴う独立属格(ἐκείνων οὐκ εἰδότων)であり、ἐκείνων は前文のメッセニア人を指し、彼らが歴史的事実を知らないために生じた、現在の不確実性を説明している。
  3. 3.13.3τούτου δὲ τοῦ Κριοῦ γεμιζούσῃ τῇ θυγατρὶ ὕδωρ συντυχόντες — 与格 τῇ θυγατρὶ は動詞 συντυχόντες(遭遇した、συντυγχάνω のアオリスト分詞)に支配されており、その娘を現在分詞 γεμιζούσῃ(水を汲んでいた)が修飾している。
  4. 3.13.5ὑπερθέντες τὸ ῥῶ κατὰ δή τι ἀρχαῖον — ὑπερθέντες は ὑπερτίθημι の分詞であり、ここでは「音を付加する、挿入する」の意。κρανεία(コーネルの木)から Κάρνειος への音韻変化を、文字 rho (ρ) を挿入または転置することで古風なやり方に従って説明している。
  5. 3.13.8τὰ πρὸς μητρὸς — 中性複数対格の冠詞を伴う副詞的表現 τὰ πρὸς μητρὸς は関係の対格であり、「母方に関しては」という意味で、ディオスクロイの血統的出自を限定している。

この箇所を引用する

パウサニアス, ギリシア案内記 §3.13.1-3.13.9. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:3.13.1-3.13.9

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。