§3.13.1πλησίον δὲ ἔστι μὲν Κυνόρτου τοῦ Ἀμύκλα τάφος, ἔστι δὲ καὶ Κάστορος μνῆμα, ἐπὶ δὲ αὐτῷ καὶ ἱερὸν πεποίηται· τεσσαρακοστῷ γὰρ ὕστερον ἔτει τῆς μάχης τῆς πρὸς Ἴδαν καὶ Λυγκέα θεοὺς τοὺς Τυνδάρεω παῖδας καὶ οὐ πρότερον νομισθῆναί φασι.
附近有阿ミュクラス之子キュノルト斯的坟墓,也有卡斯托尔的纪念碑,其上还建有一座圣所;因为人们说,在与伊达斯和リュンケウス战斗四十年后,廷达瑞俄斯的孩子们才被视为神明,而不是在此之前。
δείκνυται δὲ πρὸς τῇ Σκιάδι καὶ Ἴδα καὶ Λυγκέως τάφος.
在斯基亚斯旁,也指出了伊达斯和リュンケウス的坟墓。
κατὰ μὲν δὴ τοῦ λόγου τὸ εἰκὸς ἐτάφησαν ἐν τῇ Μεσσηνίᾳ καὶ οὐ ταύτῃ· §3.13.2Μεσσηνίων δὲ αἱ συμφοραὶ καὶ ὁ χρόνος, ὅσον ἔφυγον ἐκ Πελοποννήσου, πολλὰ τῶν ἀρχαίων καὶ κατελθοῦσιν ἐποίησεν ἄγνωστα, ἅτε δὲ ἐκείνων οὐκ εἰδότων ἔστιν ἤδη τοῖς ἐθέλουσιν ἀμφισβητεῖν.
按照传说的合理性,他们被葬在梅塞尼亚,而不是在这里;但梅塞尼亚人的灾难以及他们流亡离别佩罗奔尼撒的时间之长,使得许多古老的事物在他们归还时也变得不为人知,由于他们不知道,现在想要对此提出异议的人便有了可能。
Λακεδαιμονίοις δὲ ἀπαντικρὺ τῆς Ὀλυμπίας Ἀφροδίτης ἐστὶ ναὸς Κόρης Σωτείρας· ποιῆσαι δὲ τὸν Θρᾷκα Ὀρφέα λέγουσιν, οἱ δὲ Ἄβαριν ἀφικόμενον ἐξ Ὑπερβορέων.
对拉刻代蒙人来说,在奥林匹亚阿佛洛狄忒的对面,是科蕾·索泰拉的神庙;据说这是色雷斯人俄耳甫斯建造的,但也有人说是从极北之地到来的阿巴里斯建造的。
§3.13.3ὁ δὲ Καρνειός, ὃν Οἰκέταν ἐπονομάζουσι, τιμὰς εἶχεν ἐν Σπάρτῃ καὶ πρὶν Ἡρακλείδας κατελθεῖν, ἵδρυτο δὲ ἐν οἰκίᾳ Κριοῦ τοῦ Θεοκλέους, ἀνδρὸς μάντεως· τούτου δὲ τοῦ Κριοῦ γεμιζούσῃ τῇ θυγατρὶ ὕδωρ συντυχόντες κατάσκοποι τῶν Δωριέων αὐτῇ τε ἀφίκοντο ἐς λόγους καὶ παρὰ τὸν Κριὸν ἐλθόντες διδάσκονται τὴν ἅλωσιν τῆς Σπάρτης.
被称为奥伊克塔斯的卡尔内俄斯,甚至在赫拉克勒斯后裔归还之前就在斯巴达享有崇敬,并被供奉在预言家、忒奥克勒斯之子克里俄斯的家中;当这个克里俄斯的女儿正在打水时,多利安人的斥候遇到了她,并与她交谈,随后他们来到克里俄斯这里,得知了攻占斯巴达的方法。
§3.13.4Κάρνειον δὲ Ἀπόλλωνα Δωριεῦσι μὲν τοῖς πᾶσι σέβεσθαι καθέστηκεν ἀπὸ Κάρνου γένος ἐξ Ἀκαρνανίας, μαντευομένου δὲ ἐξ Ἀπόλλωνος· τοῦτον γὰρ τὸν Κάρνον ἀποκτείναντος Ἱππότου τοῦ Φύλαντος ἐνέπεσεν ἐς τὸ στρατόπεδον τοῖς Δωριεῦσι μήνιμα Ἀπόλλωνος, καὶ Ἱππότης τε ἔφυγεν ἐπὶ τῷ φόνῳ καὶ Δωριεῦσιν ἀπὸ τούτου τὸν Ἀκαρνᾶνα μάντιν καθέστηκεν ἱλάσκεσθαι.
所有的多利安人崇拜阿波罗·卡尔内俄斯,这一习俗是由来自阿卡纳尼亚并得到阿波罗神启的卡尔诺斯确立的;因为当菲拉斯之子希波忒斯杀死了这位卡尔诺斯后,阿波罗的愤怒降临到多利安人的营地,希波忒斯因这桩杀戮而逃亡,从此以后,多利安人祭奠并安抚这位阿卡纳尼亚预言家的规矩就确立了。
ἀλλὰ γὰρ Λακεδαιμονίοις οὐχ οὗτος ὁ Οἰκέτας ἐστὶ Καρνειός, ὁ δὲ ἐν τοῦ μάντεως Κριοῦ τιμώμενος Ἀχαιῶν ἔτι ἐχόντων τὴν Σπάρτην.
但对拉刻代蒙人来说,这位奥伊克塔斯并不是上述的卡尔内俄斯,而是在阿卡亚人还占领着斯巴达时,在预言家克里俄斯之家受到尊崇的那位。
§3.13.5Πραξίλλῃ μὲν δὴ πεποιημένα ἐστὶν ὡς Εὐρώπης εἴη καὶ Διὸς ὁ Κάρνειος καὶ αὐτὸν ἀνεθρέψατο Ἀπόλλων καὶ Λητώ· λέγεται δὲ καὶ ἄλλος ἐπʼ αὐτῷ λόγος, ἐν τῇ Ἴδῃ τῇ Τρωικῇ κρανείας ἐν Ἀπόλλωνος ἄλσει πεφυκυίας τοὺς Ἕλληνας ἐκτεμεῖν ἐς τοῦ ἵππου τοῦ δουρείου τὴν ποίησιν· μαθόντες δὲ ὀργήν σφισιν ἔχειν τὸν θεὸν θυσίαις ἱλάσκονται καὶ Ἀπόλλωνα ὀνομάζουσι Κάρνειον ἀπὸ τῶν κρανειῶν, ὑπερθέντες τὸ ῥῶ κατὰ δή τι ἀρχαῖον.
在普拉克西拉的诗作中写道,卡尔内俄斯是欧罗巴和宙斯之子,由阿波罗和勒托抚养;但关于他也有另一种说法,即在特洛伊的伊达山,希腊人为了制作木马而砍伐了阿波罗圣林中生长的山茱萸木;在得知神对他们发怒后,他们用祭品安抚神,并根据古老的习惯,通过在山茱萸中插入字母 rho,将阿波罗命名为卡尔内俄斯。
§3.13.6τοῦ Καρνείου δὲ οὐ πόρρω καλούμενόν ἐστιν ἄγαλμα Ἀφεταίου· τοῖς δὲ Πηνελόπης μνηστῆρσί φασιν ἐντεῦθεν γενέσθαι τοῦ δρόμου τὴν ἀρχήν.
离卡尔内俄斯不远的地方,是被称为阿斐泰乌斯的雕像;据说珀涅罗珀的求婚者们的赛跑起点就是在这里。
ἔστι δέ τι χωρίον ἔχον στοὰς ἐν τετραγώνῳ τῷ σχήματι, ἔνθα σφίσιν ἐπιπράσκετο ὁ ῥῶπος τὸ ἀρχαῖον· πρὸς τούτῳ Διὸς Ἀμβουλίου καὶ Ἀθηνᾶς ἐστιν Ἀμβουλίας βωμὸς καὶ Διοσκούρων καὶ τούτων Ἀμβουλίων.
还有一个呈正方形回廊的地方,古时候人们在此向他们出售杂货;在这附近有一座宙斯·安布里乌斯和雅典娜·安布里亚的祭坛,以及同样被称为安布里乌斯的迪奥斯库里的祭坛。
§3.13.7ἀπαντικρὺ δὲ ἥ τε ὀνομαζομένη Κολώνα καὶ Διονύσου Κολωνάτα ναός, πρὸς αὐτῷ δὲ τέμενός ἐστιν ἥρωος, ὃν τῆς ὁδοῦ τῆς ἐς Σπάρτην Διονύσῳ φασὶ γενέσθαι ἡγεμόνα· τῷ δὲ ἥρωι τούτῳ πρὶν ἢ τῷ θεῷ θύουσιν αἱ Διονυσιάδες καὶ αἱ Λευκιππίδες.
对面是被称为科洛纳的地方和迪奥尼索斯·科洛纳塔斯的神庙,神庙旁有一处英雄的圣地,据说他是迪奥尼索斯前往斯巴达路上的向导;在向神祭祀之前,迪奥尼索斯的女信徒们和留基伯女儿的祭司们会先向这位英雄献祭。
τὰς δὲ ἄλλας ἕνδεκα ἃς καὶ αὐτὰς Διονυσιάδας ὀνομάζουσι, ταύταις δρόμου προτιθέασιν ἀγῶνα· §3.13.8δρᾶν δὲ οὕτω σφίσιν ἦλθεν ἐκ Δελφῶν.
对于另外十一位同样被称为迪奥尼索斯女信徒的女子,他们为她们设立了赛跑比赛;这样做是来自德尔斐的神谕。
τοῦ Διονύσου δὲ οὐ μακρὰν Διὸς ἱερόν ἐστιν Εὐανέμου, τούτου δὲ ἐν δεξιᾷ Πλευρῶνος ἡρῷον.
离迪奥尼索斯神庙不远的地方有宙斯·欧阿涅莫斯的圣所,在其右侧是普雷乌隆的英雄庙。
γεγόνασι δὲ οἱ Τυνδάρεω παῖδες τὰ πρὸς μητρὸς ἀπὸ τοῦ Πλευρῶνος· Θέστιον γὰρ τὸν Λήδας πατέρα Ἄσιός φησιν ἐν τοῖς ἔπεσιν Ἀγήνορος παῖδα εἶναι τοῦ Πλευρῶνος.
廷达瑞俄斯的孩子们在母亲这一边是普雷乌隆的后裔;因为阿西俄斯在叙事诗中说,丽达的父亲忒斯提俄斯是普雷乌隆之子阿革诺耳的儿子。
τοῦ δὲ ἡρῴου λόφος ἐστὶν οὐ πόρρω καὶ Ἥρας ἐπὶ τῷ λόφῳ ναὸς Ἀργείας· ἱδρύσασθαι δὲ Εὐρυδίκην φασὶ Λακεδαίμονος θυγατέρα, γυναῖκα δὲ Ἀκρισίου τοῦ Ἄβαντος.
在英雄庙附近有一座山丘,山丘上有一座阿耳戈斯赫拉的神庙;据说这是拉刻代蒙的女儿、阿巴斯之子阿克里西俄斯的妻子欧律狄刻所建立的。
Ἥρας δὲ ἱερὸν Ὑπερχειρίας κατὰ μαντείαν ἐποιήθη, τοῦ Εὐρώτα πολὺ τῆς γῆς σφισιν ἐπικλύζοντος.
而赫拉·超流的神庙是根据神谕建造的,因为埃夫罗塔斯河曾淹没了他们的许多土地。
§3.13.9ξόανον δὲ ἀρχαῖον καλοῦσιν Ἀφροδίτης Ἥρας· ἐπὶ δὲ θυγατρὶ γαμουμένῃ νενομίκασι τὰς μητέρας τῇ θεῷ θύειν.
他们将一尊古老的木制神像称为赫拉的阿佛洛狄忒;在女儿结婚时,母亲们习惯向这位女神献祭。
τοῦ λόφου δὲ κατὰ τὴν ἐς δεξιὰν ὁδὸν Ἑτοιμοκλέους ἐστὶν εἰκών· τῷ δὲ Ἑτοιμοκλεῖ καὶ αὐτῷ καὶ Ἱπποσθένει τῷ πατρὶ πάλης εἰσὶν Ὀλυμπικαὶ νῖκαι, συναμφοτέροις μὲν μία τε καὶ δέκα, τῷ δὲ Ἱπποσθένει μιᾷ νίκῃ τὸν υἱὸν παρελθεῖν ὑπῆρξεν.
在山丘向右的路上有赫托伊莫克勒斯的雕像;赫托伊莫克勒斯本人以及他的父亲希波斯忒涅斯都有摔跤的奥林匹克胜利,两人合起来共有十一次,而希波斯忒涅斯则比他的儿子多赢了一次。