Humanitext Reader

パウサニアス · ギリシア案内記 §3.12.1-3.12.11

アペタイス通り沿いの建造物群と民会所スキアス

116 / 465 箇所 · ギリシア語

要旨

パウサニアスはスパルタのアペタイス通り沿いにある「ボオネタ」や各種神殿、歴史的記念碑について、その名称の由来や神話的背景を語る。さらに、アゴラの別の出口にある民会所「スキアス」と円形建物について説明する。

§3.12.1ἰόντι δὲ ἐκ τῆς ἀγορᾶς κατὰ τὴν ὁδὸν ἣν Ἀφεταΐδα ὀνομάζουσι, τὰ καλούμενα Βοώνητά ἐστι·
アゴラから、人々がアペタイスと呼ぶ道に沿って進むと、いわゆるボオネタ(「牛で買われたもの」)がある。
καί με ὁ λόγος ἀπαιτεῖ πρότερα εἰπεῖν τὰ ἐς τὴν ἐπίκλησιν τῆς ὁδοῦ.
そして、私の記述は、その道の呼び名に関する事柄を先に語ることを求めている。
τοῖς μνηστῆρσιν Ἰκάριον τῆς Πηνελόπης φασὶν ἀγῶνα προθεῖναι δρόμου·
人々が言うには、イカリオスがペネロペの求婚者たちのために徒競走の競技を設けた。
καὶ ὅτι μὲν Ὀδυσσεὺς ἐκράτει, δῆλά ἐστιν, ἀφεθῆναι δὲ αὐτοὺς λέγουσιν ἐς τὸν δρόμον διὰ τῆς ὁδοῦ τῆς Ἀφεταΐδος.
そしてオデュッセウスが勝利したことは明らかであるが、彼らはアペタイス(「出発」)の道を通ってその徒競走へと送り出されたと言われている。
§3.12.2δοκεῖν δʼ ἐμοὶ δρόμου Ἰκάριος τὸ ἀγώνισμα ἐποίησε μιμούμενος Δαναόν.
私の考えでは、イカリオスはダナオスを模倣して徒競走の競技を創設したのだと思われる。
Δαναῷ γὰρ τοῦτο ἐπὶ ταῖς θυγατράσιν εὑρέθη, καὶ ὡς γυναῖκα οὐδεὶς ἤθελεν ἐξ αὐτῶν διὰ τὸ μίασμα ἀγαγέσθαι, διέπεμπε δὴ ὁ Δαναὸς ἕδνων ἄνευ δώσειν ᾗ ἂν ἕκαστος κατὰ κάλλος ἀρέσκηται·
というのも、ダナオスにとってこの方法は娘たちのために考案されたからである。 彼女たちの夫殺しの汚れのために、誰も彼女たちを妻として娶ることを望まなかったので、ダナオスは、結納金なしで各自がその美しさによって気に入った娘を与えるという知らせを触れ回った。
ἀφικομένοις δὲ ἀνδράσιν οὐ πολλοῖς ἀγῶνα δρόμου κατέστησε, καὶ πρώτῳ τε ἐλθόντι ἐγένετο ἑλέσθαι πρώτῳ τῶν ἄλλων καὶ μετʼ ἐκεῖνον τῷ δευτέρῳ καὶ ἤδη κατὰ τὰ αὐτὰ ἄχρι τοῦ τελευταίου·
そして、やって来た男たちがあまり多くなかったので、彼は徒競走の競技を設け、最初に到着した者は他の者たちに先んじて最初に選ぶことができ、その次には第二の者が、そして同じようにして最後の一人に至るまで選ぶことができた。
τὰς δὲ ὑπολειφθείσας μένειν ἔφοδον ἄλλην μνηστήρων ἔδει καὶ ἀγῶνα ἄλλον δρόμου.
残された娘たちは、別の求婚者たちの到来と別の徒競走の競技を待たねばならなかった。
§3.12.3Λακεδαιμονίοις δὲ κατὰ τὴν ὁδὸν ταύτην ἐστίν, ὡς ἤδη λέλεκταί μοι, τὰ ὀνομαζόμενα Βοώνητα, Πολυδώρου ποτὲ οἰκία τοῦ βασιλέως·
ラケダイモン人にとってこの道沿いには、すでに私が述べたように、いわゆるボオネタがあるが、これはかつて王ポリュドロスの家であった。
ἀποθανόντος δὲ παρὰ τοῦ Πολυδώρου τῆς γυναικὸς ἐπρίαντο ἀντιδόντες βοῦς.
彼が死んだとき、彼らはポリュドロスの妻から、牛を交換に与えてその家を買い取った。
ἀργύρου γὰρ οὐκ ἦν πω τότε οὐδὲ χρυσοῦ νόμισμα, κατὰ τρόπον δὲ ἔτι τὸν ἀρχαῖον ἀντεδίδοσαν βοῦς καὶ ἀνδράποδα καὶ ἀργὸν τὸν ἄργυρον καὶ χρυσόν·
というのも、当時はまだ銀や金の貨幣はなく、古いやり方に従って、牛や奴隷、そして未加工の銀や金を交換に与えていたからである。
§3.12.4οἱ δὲ ἐς τὴν Ἰνδικὴν ἐσπλέοντες φορτίων φασὶν Ἑλληνικῶν τοὺς Ἰνδοὺς ἀγώγιμα ἄλλα ἀνταλλάσσεσθαι, νόμισμα δὲ οὐκ ἐπίστασθαι, καὶ ταῦτα χρυσοῦ τε ἀφθόνου καὶ χαλκοῦ παρόντος σφίσι.
インドへと航海する人々は、インド人たちがギリシアの貨物に対して他の交易品を物々交換し、貨幣を知らないと言っている。 それも、彼らには豊富な金や銅があるにもかかわらずそうなのである。
τοῦ δὲ τῶν Βιδιαίων ἀρχείου πέραν ἐστὶν Ἀθηνᾶς ἱερόν·
ビディアイオイの役所の向かいにはアテナの神殿がある。
Ὀδυσσεὺς δὲ ἱδρύσασθαι τὸ ἄγαλμα λέγεται καὶ ὀνομάσαι Κελεύθειαν, τοὺς Πηνελόπης μνηστῆρας τῷ δρόμῳ νικήσας.
オデュッセウスがペネロペの求婚者たちを徒競走で破った後に、その像を建立し、ケレウテイア(「道の女神」)と名付けたと言われている。
ἱδρύσατο δὲ τῆς Κελευθείας ἱερὰ ἀριθμῷ τρία διεστηκότα ἀπʼ ἀλλήλων.
彼はケレウテイアの神殿を、互いに離れた場所に合計3つ建立した。
§3.12.5προϊόντων δὲ κατὰ τὴν Ἀφεταΐδα ἡρῷά ἐστιν Ἴοπός τε κατὰ Λέλεγα ἢ Μύλητα γενέσθαι δοκοῦντος καὶ Ἀμφιαράου τοῦ Ὀικλέους·
アペタイス通りに沿ってさらに進むと、レレクスあるいはミュレスの時代に生まれたと思われるイオポスの英雄廟と、オイクレスの子アンピアラオスの英雄廟がある。
τοῦτο δὲ τοὺς Τυνδάρεω παῖδας νομίζουσιν ἅτε ἀνεψιῷ τῷ Ἀμφιαράῳ ποιῆσαι·
このアンピアラオスの廟は、テュンダレオスの子ら(ディオスクロイ)が、従兄弟であるアンピアラオスのために建てたと考えられている。
καὶ αὐτοῦ Λέλεγός ἐστιν ἡρῷον, τούτων δὲ οὐ πόρρω τέμενος Ποσειδῶνος —Ταινάριον δὲ ἐπονομάζουσιν—
また、レレクス自身の英雄廟もあり、これらの近くにはポセイドンの神聖な境内がある。 彼らはそれをタイナリオスと呼んでいる。
§3.12.6οὐ μακρὰν δὲ Ἀθηνᾶς ἄγαλμα, ὃ τοὺς ἐς Ἰταλίαν τε καὶ Τάραντα ἀποικισθέντας ἀναθεῖναι λέγουσι.
そこから遠くないところにアテナの像があり、これはイタリアおよびタラスへと植民した人々が奉納したと言われている。
τὸ δὲ χωρίον, ὃ καλοῦσιν Ἑλλήνιον, ἐστὶν εἰρημένον ὡς οἱ τῶν Ἑλλήνων Ξέρξην διαβαίνοντα ἐς τὴν Εὐρώπην παρεσκευάζοντο ἀμυνούμενοι, κατὰ τοῦτο τὸ χωρίον βουλευσάμενοι τρόπον ὅντινα ἀνθέξουσιν.
彼らがヘレニオンと呼ぶ場所は、ギリシア人たちが、クセルクセスがヨーロッパへと渡って来るのに対して防戦の準備をした際、どのように抵抗すべきかをこの場所で合議した場所であると言われている。
ὁ δὲ ἕτερος τῶν λόγων τοὺς Μενελάου χάριτι στρατεύσαντας ἐπὶ Ἴλιον βουλεύσασθαί φησιν ἐνταῦθα ὅπως ἀναπλεῦσαί τε ἐς Τροίαν καὶ δίκας δυνήσονται παρὰ Ἀλεξάνδρου λαβεῖν τῆς Ἑλένης ἁρπαγῆς.
もう一つの説によれば、メネラオスのためにイリオンへと遠征した人々が、いかにしてトロイアへと航海し、ヘレネ誘拐の報復をアレクサンドロスから得ることができるかを、ここで合議したという。
§3.12.7τοῦ δὲ Ἑλληνίου πλησίον Ταλθυβίου μνῆμα ἀποφαίνουσι·
ヘレニオンの近くに、彼らはタルテュビオスの記念碑を示している。
δεικνύουσι δὲ καὶ Ἀχαιῶν Αἰγιεῖς ἐπὶ τῆς ἀγορᾶς, Ταλθυβίου καὶ οὗτοι φάμενοι μνῆμα εἶναι.
アカイア人のアイギオン市の人々もアゴラにそれを示しており、彼らもまたそれがタルテュビオスの記念碑であると主張している。
Ταλθυβίου δὲ τούτου μήνιμα ἐπὶ τῷ φόνῳ τῶν κηρύκων, οἳ παρὰ βασιλέως Δαρείου γῆν τε καὶ ὕδωρ αἰτήσοντες ἐς τὴν Ἑλλάδα ἐπέμφθησαν, Λακεδαιμονίοις μὲν ἐπεσήμαινεν ἐς τὸ δημόσιον, ἐν Ἀθήναις δὲ ἰδίᾳ τε καὶ ἐς ἑνὸς οἶκον ἀνδρὸς κατέσκηψε Μιλτιάδου τοῦ Κίμωνος·
ダレイオス王から土と水を要求するためにギリシアへと派遣された伝令たちの殺害に対する、このタルテュビオスの怒りは、ラケダイモン人に対しては公的な国家(共同体)に現れたが、アテナイにおいては私的に、そしてある一人の男、キモンの子ミルティアデスの家に下った。
ἐγεγόνει δὲ καὶ τῶν κηρύκων τοῖς ἐλθοῦσιν ἐς τὴν Ἀττικὴν ὁ Μιλτιάδης ἀποθανεῖν αἴτιος ὑπὸ Ἀθηναίων.
というのも、アッティカへとやって来た伝令たちがアテナイ人によって殺されたことに対して、ミルティアデスも責任があったからである。
§3.12.8Λακεδαιμονίοις δὲ ἔστι μὲν Ἀπόλλωνος Ἀκρίτα βωμός, ἔστι δʼ ἐπονομαζόμενον Γάσηπτον ἱερὸν Γῆς·
ラケダイモン人にはアポロン・アクリタスの祭壇があり、またガセプトンと呼ばれる大地の神殿がある。
Ἀπόλλων δὲ ὑπὲρ αὐτὸ ἵδρυται Μαλεάτης.
その上にはアポロン・マレアテスが祀られている。
ἐπὶ δὲ τῷ πέρατι τῆς Ἀφεταΐδος, ἐγγύτατα ἤδη τοῦ τείχους, Δικτύννης ἐστὶν ἱερὸν καὶ βασίλειοι τάφοι τῶν καλουμένων Εὐρυπωντιδῶν·
アペタイス通りの突き当たり、すでに城壁のすぐ近くには、ディクテュンナの神殿と、いわゆるエウリュポンティダイの王たちの墓がある。
παρὰ δὲ τὸ Ἑλλήνιον Ἀρσινόης ἱερόν, Λευκίππου τε θυγατρὸς καὶ γυναικῶν τῶν Πολυδεύκους καὶ Κάστορος ἀδελφῆς.
ヘレニオンの傍らには、レウキッポスの娘であり、ポリュデウケスとカストルの妻たちの姉妹であるアルシノエの神殿がある。
πρὸς δὲ τοῖς Φρουρίοις καλουμένοις ναός ἐστιν Ἀρτέμιδος, καὶ προελθοῦσιν ὀλίγον πεποίηται μνῆμα τοῖς ἐξ Ἤλιδος μάντεσι, καλουμένοις δὲ Ἰαμίδαις.
また、いわゆるプルーリア(砦)の近くにはアルテミスの神殿があり、少し進むと、エリスから来た預言者たち、いわゆるイアミダイのための記念碑が建てられている。
§3.12.9καὶ Μάρωνός ἐστιν ἱερὸν καὶ Ἀλφειοῦ·
また、マロンとアルペイオスの神殿がある。
Λακεδαιμονίων δὲ τῶν ἐς Θερμοπύλας στρατευσαμένων λόγου μάλιστα ἀξίως μαχέσασθαι μετά γε αὐτὸν δοκοῦσι Λεωνίδαν.
彼らはテルモピュライに遠征したラケダイモン人の中で、レオニダス自身に次いで最も際立って戦ったと考えられている人々である。
τοῦ δὲ Τροπαίου Διὸς τὸ ἱερὸν ἐποίησαν οἱ Δωριεῖς πολέμῳ τούς τε ἄλλους Ἀχαιούς, οἳ γῆν τὴν Λακωνικὴν τηνικαῦτα εἶχον, καὶ τοὺς Ἀμυκλαιεῖς κρατήσαντες.
トロパイオスのゼウスの神殿は、当時ラコニアの地を領有していた他のアカイア人やアミュクライ人を戦争で破ったドリス人たちが建てたものである。
τὸ δὲ ἱερὸν τῆς Μεγάλης μητρὸς τιμᾶται περισσῶς δή τι.
大いなる母の神殿は極めて厚く崇敬されている。
μετὰ δὲ αὐτὸ ἡρῷα Ἱππολύτου τέ ἐστι τοῦ Θησέως καὶ Αὐλῶνος Ἀρκάδος, υἱοῦ δὲ Τλησιμένους·
その次には、テセウスの子ヒッポリュトスの英雄廟と、アルカディア人アウロンの英雄廟がある。 アウロンはトレシメネスの子である。
Τλησιμένην δὲ Παρθενοπαίου τοῦ Μελανίωνος ἀδελφόν, οἱ δὲ παῖδα εἶναι λέγουσιν.
トレシメネスはメラニオンの子パルテノパイオスの兄弟であるとも、あるいは息子であるとも言われている。
§3.12.10ἑτέρα δὲ ἐκ τῆς ἀγορᾶς ἐστιν ἔξοδος, καθʼ ἣν πεποίηταί σφισιν ἡ καλουμένη Σκιάς, ἔνθα καὶ νῦν ἔτι ἐκκλησιάζουσι.
アゴラからは別の出口があり、そこには彼らのために「スキアス」(日除け)と呼ばれる建物が建てられており、そこでは現在でも民会が開かれている。
ταύτην τὴν Σκιάδα Θεοδώρου τοῦ Σαμίου φασὶν εἶναι ποίημα, ὃς πρῶτος διαχέαι σίδηρον εὗρε καὶ ἀγάλματα ἀπʼ αὐτοῦ πλάσαι.
このスキアスは、鉄を溶かしてそれから像を造る方法を最初に発明したサモス人テオドロスの作であると言われている。
ἐνταῦθα ἐκρέμασαν οἱ Λακεδαιμόνιοι τὴν Τιμοθέου τοῦ Μιλησίου κιθάραν, καταγνόντες ὅτι χορδαῖς ἑπτὰ ταῖς ἀρχαίαις ἐφεῦρεν ἐν τῇ κιθαρῳδίᾳ τέσσαρας χορδάς.
ここにラケダイモン人たちはミレトス人ティモテオスのキタラを吊るした。 それは、彼が従来の古い7つの弦に加えて、キタラ弾き語りに4つの弦を付け加えたことを不当と判断したからである。
§3.12.11πρὸς δὲ τῇ Σκιάδι οἰκοδόμημά ἐστι περιφερές, ἐν δὲ αὐτῷ Διὸς καὶ Ἀφροδίτης ἀγάλματα ἐπίκλησιν Ὀλυμπίων·
スキアスの近くには円形の建物があり、その中にはオリュンピオイという異名を持つゼウスとアプロディテの像がある。
τοῦτο Ἐπιμενίδην κατασκευάσαι λέγουσιν, οὐχ ὁμολογοῦντες τὰ ἐς αὐτὸν Ἀργείοις, ὅπου μηδὲ πολεμῆσαί φασι πρὸς Κνωσσίους.
これはエピメニデスが造ったと言われている。 彼らは、エピメニデスに関する事柄についてアルゴス人たちに同意しておらず、彼がクノッソス人たちと戦うことすらなかったと主張している。

語釈・文法注

  1. 3.12.1ἰόντι — 与格単数現在分詞で、ここでは方向を示す「道を行く人にとって」という地理的案内における典型的な関係的与格(dative of reference)として機能している。
  2. 3.12.2δοκεῖν δʼ ἐμοὶ — 独立不定詞(absolute infinitive)の慣用表現で、「私の考えでは」「私に思われるところでは」の意味を表す。
  3. 3.12.2τὰς δὲ ὑπολειφθείσας μένειν ἔφοδον ἄλλην μνηστήρων ἔδει — 非人称動詞 `ἔδει` に不定詞 `μένειν` が主語として依存し、その `μένειν` の意味上の主語が対格 `τὰς δὲ ὑπολειφθείσας`(残された娘たち)である。さらに `μένειν` の目的語が `ἔφοδον`(到来)となっている。
  4. 3.12.6ὡς οἱ τῶν Ἑλλήνων... παρεσκευάζοντο — 伝聞を示す動詞 `ἐστὶν εἰρημένον`(言われている)の内容を導く `ὡς` 節。通常の間接話法のように不定詞にならず、直説法(`παρεσκευάζοντο`)がそのまま維持されている。
  5. 3.12.10καταγνόντες ὅτι χορδαῖς ἑπτὰ ταῖς ἀρχαίαις ἐφεῦρεν ἐν τῇ κιθαρῳδίᾳ τέσσαρας χορδάς — `καταγιγνώσκω`(有罪とする、非難する)の分詞 `καταγνόντες` は、非難の理由を `ὅτι` 節(〜であるという理由で)によって導いている。

この箇所を引用する

パウサニアス, ギリシア案内記 §3.12.1-3.12.11. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:3.12.1-3.12.11

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。