§2.34.7σταδίους δὲ ὀγδοήκοντα ἀπέχει μάλιστα ἄκρα Σκυλλαῖον ἀπὸ τῆς Νίσου καλουμένη θυγατρός.
ニーソスの娘にちなんで名付けられたスキュライオン岬は、およそ80スタディオン離れている。
ὡς γὰρ δὴ τὴν Νίσαιαν ὁ Μίνως καὶ τὰ Μέγαρα εἷλεν ἐκείνης προδούσης, οὔτε γυναῖκα ἕξειν αὐτὴν ἔτι ἔφασκε καὶ προσέταξε τοῖς Κρησὶν ἐκβάλλειν τῆς νεώς· ἀποθανοῦσαν δὲ ἀπέρριψεν ἐς τὴν ἄκραν ταύτην ὁ κλύδων.
というのも、彼女が裏切ったことによってミーノースがニーサイアとメガラを攻略したとき、ミーノースはもはや彼女を妻にするつもりはないと言い、クレタ人たちに彼女を船から投げ捨てるよう命じたので、死んだ彼女を、波がこの岬へと投げ上げたからである。
τάφον δὲ οὐκ ἀποφαίνουσιν αὐτῆς, ἀλλὰ περιοφθῆναι τὸν νεκρόν φασι διαφορηθέντα ὑπὸ τῶν ἐκ θαλάσσης ὀρνίθων.
彼らは彼女の墓を示してはおらず、遺体は海の鳥たちによって引き裂かれるままに放置されたのだと言っている。
§2.34.8ἀπὸ δὲ Σκυλλαίου πλέοντι ὡς ἐπὶ τὴν πόλιν ἄκρα τέ ἐστιν ἑτέρα Βουκέφαλα καὶ μετὰ τὴν ἄκραν νῆσοι, πρώτη μὲν Ἁλιοῦσσα—παρέχεται δὲ αὕτη λιμένα ἐνορμίσασθαι ναυσὶν ἐπιτήδειον—, μετὰ δὲ Πιτυοῦσσα, τρίτη δὲ ἣν Ἀριστερὰν ὀνομάζουσι.
\n スキュライオンから都市に向かって船を進める者にとっては、ブケファラという別の岬があり、その岬の後に島々がある。 一番目はハリオウッサであり――これは船が停泊するのに適した港を提供している――、その次はピテュオウッサ、三番目はアリステラと呼ばれる島である。
ταύτας δὲ παραπλεύσαντί ἐστιν αὖθις ἄκρα Κωλυεργία ἀνέχουσα ἐκ τῆς ἠπείρου, μετὰ δὲ αὐτὴν νῆσος Τρίκρανα καλουμένη καὶ ὄρος ἐς θάλασσαν ἀπὸ τῆς Πελοποννήσου προβεβλημένον Βούπορθμος.
これらを航行し過ぎた者にとっては、再びコリュエルギアという本土から突き出た岬があり、その後にトリクラナと呼ばれる島と、ペロポネソスから海へと突き出た山であるブポルトモスがある。
ἐν Βουπόρθμῳ δὲ πεποίηται μὲν ἱερὸν Δήμητρος καὶ τῆς παιδός, πεποίηται δὲ Ἀθηνᾶς·
ブポルトモスにはデメテルと娘の聖域が築かれており、またアテナの聖域も築かれている。
§2.34.9ἐπίκλησις δέ ἐστι τῇ θεῷ Προμαχόρμα.
\n この女神の異名はプロマコルマである。
πρόκειται δὲ Βουπόρθμου νῆσος Ἀπεροπία καλουμένη, τῆς δὲ Ἀπεροπίας ἀφέστηκεν οὐ πολὺ ἑτέρα νῆσος Ὑδρέα.
ブポルトモスの前方にはアペロピアと呼ばれる島が横たわっており、アペロピアからそれほど遠くないところにユドレアという別の島がある。
μετὰ ταύτην αἰγιαλός τε παρήκει τῆς ἠπείρου μηνοειδὴς καὶ ἀκτὴ μετὰ τὸν αἰγιαλὸν ἐπὶ Ποσείδιον, ἐκ θαλάσσης μὲν ἀρχομένη τῆς πρὸς ἀνατολάς, προήκουσα δὲ ὡς ἐπὶ τὴν ἑσπέραν·
この後に本土の半月形の海岸が伸びており、その海岸の先にはポセイディオンへと至る、東の海から始まって西へと伸びる半島がある。
ἔχει δὲ καὶ λιμένας ἐν αὑτῇ.
それ自体の中に港も有している。
μῆκος μὲν δὴ τῆς ἀκτῆς ἐστιν ἑπτά που στάδια, πλάτος δὲ ᾗ πλατυτάτη σταδίων τριῶν οὐ πλέον.
この半島の長さはおよそ7スタディオンであり、幅は最も広いところで3スタディオンを超えない。
§2.34.10ἐνταῦθα ἡ προτέρα πόλις τοῖς Ἑρμιονεῦσιν ἦν.
\n ここに、ヘルミオネ人たちの以前の都市があった。
ἔστι δέ σφισι καὶ νῦν ἔτι ἱερὰ αὐτόθι, Ποσειδῶνος μὲν ἐπὶ τῆς ἀκτῆς τῇ ἀρχῇ, προελθοῦσι δὲ ἀπὸ θαλάσσης ἐς τὰ μετέωρα ναὸς Ἀθηνᾶς, παρὰ δὲ αὐτῷ σταδίου θεμέλια·
彼らにとって現在でもそこにいくつかの聖域があり、半島の起点にはポセイドンの聖域があり、海から高い場所へと進む人々にとってはアテナの神殿があり、その傍らには競技場の土台がある。
ἐν δὲ αὐτῷ τοὺς Τυνδάρεω παῖδας ἀγωνίσασθαι λέγουσιν.
その中でティンダレオスの子らが競い合ったと言われている。
ἔστι δὲ καὶ ἕτερον οὐ μέγα τῆς Ἀθηνᾶς ἱερόν, ὁ δὲ ὄροφος κατερρύηκεν αὐτῷ.
アテナの別の大して大きくない聖域もあるが、その屋根は崩れ落ちてしまっている。
καὶ Ἡλίῳ ναὸς καὶ ἄλλος Χάρισιν, ὁ δὲ Σαράπιδι ᾠκοδόμηται καὶ Ἴσιδι·
また、ヘリオスの神殿と、カリテス(優雅の女神たち)の別の神殿があり、さらにサラピスとイシスのための神殿も建てられている。
καὶ περίβολοι μεγάλων λίθων λογάδων εἰσίν, ἐντὸς δὲ αὐτῶν ἱερὰ δρῶσιν ἀπόρρητα Δήμητρι.
また、選り抜きの巨石からなる囲壁があり、その内側で彼らはデメテルのための秘儀を執り行っている。
§2.34.11τοσαῦτα μὲν Ἑρμιονεῦσίν ἐστιν ἐνταῦθα·
\n ヘルミオネ人にとって、そこにはこれだけのものがある。
ἡ δὲ ἐφʼ ἡμῶν πόλις ἀπέχει μὲν τῆς ἄκρας, ἐφʼ ᾗ τοῦ Ποσειδῶνος τὸ ἱερόν, τέσσαρας μάλιστα σταδίους, κειμένη δὲ ἐν ὁμαλῷ τὰ πρῶτα ἠρέμα ἐς πρόσαντες ἄνεισι, τὸ δέ ἐστιν ἤδη τοῦ Πρωνός·
しかし、我々の時代の都市は、ポセイドンの聖域があるあの岬からおよそ4スタディオン離れており、最初は平地に位置しているが、緩やかに上り坂へと昇っていき、そこはすでにプロンの一部である。
Πρῶνα γὰρ τὸ ὄρος τοῦτο ὀνομάζουσι.
というのも、彼らはこの山をプロンと呼んでいるからである。
τεῖχος μὲν δὴ περὶ πᾶσαν τὴν Ἑρμιόνα ἕστηκε·
実に、ヘルミオネの全体にわたって城壁が立っている。
τὰ δὲ ἐς συγγραφὴν καὶ ἄλλα παρείχετο καὶ ὧν αὐτὸς ποιήσασθαι μάλιστα ἠξίωσα μνήμην.
そして、記述に値するものは他にも提供されていたが、その中でも特に私が言及するに値すると判断したもの(が以下である)。
Ἀφροδίτης ναός ἐστιν ἐπίκλησιν Ποντίας καὶ Λιμενίας τῆς αὐτῆς, ἄγαλμα δὲ λευκοῦ λίθου μεγέθει τε μέγα καὶ ἐπὶ τῇ τέχνῃ θέας ἄξιον.
ポンティアおよびリメニアという同じ女神の異名を持つアフロディテの神殿があり、その像は白い大理石でできており、大きさも巨大で、その技術によって見応えがある。
§2.34.12καὶ ναὸς ἕτερός ἐστιν Ἀφροδίτης·
\n そしてアフロディテのもう一つの神殿がある。
αὕτη καὶ ἄλλας ἔχει παρὰ Ἑρμιονέων τιμάς, καὶ ταῖς παρθένοις καὶ ἢν γυνὴ χηρεύουσα παρὰ ἄνδρα μέλλῃ φοιτᾶν, ἁπάσαις πρὸ γάμου θύειν καθέστηκεν ἐνταῦθα.
彼女はヘルミオネ人から他にも様々な栄誉を受けており、処女たちや、また寡婦が男のもとへ嫁ごうとするとき、すべての女性が結婚の前にここで犠牲を捧げることが定められている。
Δήμητρος δὲ ἱερὰ πεποίηται Θερμασίας, τὸ μὲν ἐπὶ τοῖς πρὸς τὴν Τροιζηνίαν ὅροις, ὡς ἐστὶν εἰρημένον ἤδη μοι, τὸ δὲ καὶ ἐν αὐτῇ τῇ πόλει.
また、テルマシアというデメテルの聖域が築かれており、一方は、すでに私が述べたようにトロイゼンとの境界にあり、もう一方はこの都市そのものの中にもある。