§2.34.7σταδίους δὲ ὀγδοήκοντα ἀπέχει μάλιστα ἄκρα Σκυλλαῖον ἀπὸ τῆς Νίσου καλουμένη θυγατρός.
大约八十斯塔迪翁之外,是被称为斯库莱翁的海岬,它得名于尼索斯的女儿。
ὡς γὰρ δὴ τὴν Νίσαιαν ὁ Μίνως καὶ τὰ Μέγαρα εἷλεν ἐκείνης προδούσης, οὔτε γυναῖκα ἕξειν αὐτὴν ἔτι ἔφασκε καὶ προσέταξε τοῖς Κρησὶν ἐκβάλλειν τῆς νεώς· ἀποθανοῦσαν δὲ ἀπέρριψεν ἐς τὴν ἄκραν ταύτην ὁ κλύδων.
因为当闵诺斯因她的背叛而攻占尼赛亚和麦加拉时,他宣称不再娶她为妻,并命令克里特人将她扔出船外;当她死后,波涛将她冲上了这处海岬。
τάφον δὲ οὐκ ἀποφαίνουσιν αὐτῆς, ἀλλὰ περιοφθῆναι τὸν νεκρόν φασι διαφορηθέντα ὑπὸ τῶν ἐκ θαλάσσης ὀρνίθων.
他们没有指出她的坟墓,而是说她的遗体任由海鸟撕扯而无人照管。
§2.34.8ἀπὸ δὲ Σκυλλαίου πλέοντι ὡς ἐπὶ τὴν πόλιν ἄκρα τέ ἐστιν ἑτέρα Βουκέφαλα καὶ μετὰ τὴν ἄκραν νῆσοι, πρώτη μὲν Ἁλιοῦσσα—παρέχεται δὲ αὕτη λιμένα ἐνορμίσασθαι ναυσὶν ἐπιτήδειον—, μετὰ δὲ Πιτυοῦσσα, τρίτη δὲ ἣν Ἀριστερὰν ὀνομάζουσι.
\n 从斯库莱翁向城市航行的人,会看到另一个海岬布塞法拉,在海岬之后有群岛,第一座是哈利乌萨——它提供了一个适合船只停泊的港口——,其后是皮图乌萨,第三座他们称为阿里斯特拉。
ταύτας δὲ παραπλεύσαντί ἐστιν αὖθις ἄκρα Κωλυεργία ἀνέχουσα ἐκ τῆς ἠπείρου, μετὰ δὲ αὐτὴν νῆσος Τρίκρανα καλουμένη καὶ ὄρος ἐς θάλασσαν ἀπὸ τῆς Πελοποννήσου προβεβλημένον Βούπορθμος.
绕过这些岛屿后,又是从大陆延伸出来的科柳埃尔吉亚海岬,在它之后是被称为特里克拉纳的岛屿,以及从伯罗奔尼撒半岛向海中伸出的山脉布波尔特莫斯。
ἐν Βουπόρθμῳ δὲ πεποίηται μὲν ἱερὸν Δήμητρος καὶ τῆς παιδός, πεποίηται δὲ Ἀθηνᾶς· §2.34.9ἐπίκλησις δέ ἐστι τῇ θεῷ Προμαχόρμα.
在布波尔特莫斯建有德墨忒尔和她女儿的圣所,也建有雅典娜的圣所;\n 这位女神的异名是普罗马科尔马。
πρόκειται δὲ Βουπόρθμου νῆσος Ἀπεροπία καλουμένη, τῆς δὲ Ἀπεροπίας ἀφέστηκεν οὐ πολὺ ἑτέρα νῆσος Ὑδρέα.
布波尔特莫斯的前方有一座被称为阿佩罗皮亚的岛屿,离阿佩罗皮亚不远处是另一座岛屿德雷亚。
μετὰ ταύτην αἰγιαλός τε παρήκει τῆς ἠπείρου μηνοειδὴς καὶ ἀκτὴ μετὰ τὸν αἰγιαλὸν ἐπὶ Ποσείδιον, ἐκ θαλάσσης μὲν ἀρχομένη τῆς πρὸς ἀνατολάς, προήκουσα δὲ ὡς ἐπὶ τὴν ἑσπέραν· ἔχει δὲ καὶ λιμένας ἐν αὑτῇ.
在这之后是大陆呈新月形延伸的海岸,在海岸之后是通往波塞狄翁的半岛,它始于东边的海,向西延伸;它自身也拥有港口。
μῆκος μὲν δὴ τῆς ἀκτῆς ἐστιν ἑπτά που στάδια, πλάτος δὲ ᾗ πλατυτάτη σταδίων τριῶν οὐ πλέον.
半岛的长度大约是七个斯塔迪翁,最宽处的宽度不超过三个斯塔迪翁。
§2.34.10ἐνταῦθα ἡ προτέρα πόλις τοῖς Ἑρμιονεῦσιν ἦν.
\n 赫米奥内人以前的城市就在这里。
ἔστι δέ σφισι καὶ νῦν ἔτι ἱερὰ αὐτόθι, Ποσειδῶνος μὲν ἐπὶ τῆς ἀκτῆς τῇ ἀρχῇ, προελθοῦσι δὲ ἀπὸ θαλάσσης ἐς τὰ μετέωρα ναὸς Ἀθηνᾶς, παρὰ δὲ αὐτῷ σταδίου θεμέλια· ἐν δὲ αὐτῷ τοὺς Τυνδάρεω παῖδας ἀγωνίσασθαι λέγουσιν.
他们现在在那里依然有圣所:一个是在半岛起点的波塞冬圣所,而从海边走向高处的人则会看到一座雅典娜神殿,神殿旁有竞技场的地基;据说廷达瑞俄斯的孩子们曾在这里竞技。
ἔστι δὲ καὶ ἕτερον οὐ μέγα τῆς Ἀθηνᾶς ἱερόν, ὁ δὲ ὄροφος κατερρύηκεν αὐτῷ.
还有另一座不大的雅典娜圣所,其屋顶已经坍塌。
καὶ Ἡλίῳ ναὸς καὶ ἄλλος Χάρισιν, ὁ δὲ Σαράπιδι ᾠκοδόμηται καὶ Ἴσιδι· καὶ περίβολοι μεγάλων λίθων λογάδων εἰσίν, ἐντὸς δὲ αὐτῶν ἱερὰ δρῶσιν ἀπόρρητα Δήμητρι.
还有一座赫利乌斯神殿,以及另一座美惠三女神的神殿,还有一座是为塞拉皮斯和伊西斯建造的;还有用挑选出来的巨石砌成的围墙,在围墙内他们为德墨忒尔举行秘密祭仪。
§2.34.11τοσαῦτα μὲν Ἑρμιονεῦσίν ἐστιν ἐνταῦθα· ἡ δὲ ἐφʼ ἡμῶν πόλις ἀπέχει μὲν τῆς ἄκρας, ἐφʼ ᾗ τοῦ Ποσειδῶνος τὸ ἱερόν, τέσσαρας μάλιστα σταδίους, κειμένη δὲ ἐν ὁμαλῷ τὰ πρῶτα ἠρέμα ἐς πρόσαντες ἄνεισι, τὸ δέ ἐστιν ἤδη τοῦ Πρωνός· Πρῶνα γὰρ τὸ ὄρος τοῦτο ὀνομάζουσι.
\n 赫米奥内人在那里就拥有这么多东西;而我们时代的城市距离建有波塞冬圣所的海岬大约有四个斯塔迪翁,起初坐落在平地上,然后缓缓向上延伸到斜坡,这部分现在属于普隆;因为他们把这座山称为普隆。
τεῖχος μὲν δὴ περὶ πᾶσαν τὴν Ἑρμιόνα ἕστηκε· τὰ δὲ ἐς συγγραφὴν καὶ ἄλλα παρείχετο καὶ ὧν αὐτὸς ποιήσασθαι μάλιστα ἠξίωσα μνήμην.
事实上,整座赫米奥内都环绕着城壁;虽然还有其他值得记述的事物,但我自己认为最值得提及的是以下这些。
Ἀφροδίτης ναός ἐστιν ἐπίκλησιν Ποντίας καὶ Λιμενίας τῆς αὐτῆς, ἄγαλμα δὲ λευκοῦ λίθου μεγέθει τε μέγα καὶ ἐπὶ τῇ τέχνῃ θέας ἄξιον.
有一座阿芙洛狄忒神殿,她同时具有蓬蒂亚和利美尼亚的异名,雕像由白大理石制成,体积巨大,其工艺十分值得一看。
§2.34.12καὶ ναὸς ἕτερός ἐστιν Ἀφροδίτης· αὕτη καὶ ἄλλας ἔχει παρὰ Ἑρμιονέων τιμάς, καὶ ταῖς παρθένοις καὶ ἢν γυνὴ χηρεύουσα παρὰ ἄνδρα μέλλῃ φοιτᾶν, ἁπάσαις πρὸ γάμου θύειν καθέστηκεν ἐνταῦθα.
\n 还有另一座阿芙洛狄忒神殿;她还享有赫米奥内人的其他崇敬,所有的处女,以及准备嫁给丈夫的守寡妇女,都规定在结婚前在这里祭祀。
Δήμητρος δὲ ἱερὰ πεποίηται Θερμασίας, τὸ μὲν ἐπὶ τοῖς πρὸς τὴν Τροιζηνίαν ὅροις, ὡς ἐστὶν εἰρημένον ἤδη μοι, τὸ δὲ καὶ ἐν αὐτῇ τῇ πόλει.
此外,还建有塞尔马西亚德墨忒尔的圣所,一座在靠近特罗伊曾土地的边界上,正如我已经提到的,另一座则在该城市内部。