§2.34.1τῆς δὲ Τροιζηνίας γῆς ἐστιν ἰσθμὸς ἐπὶ πολὺ διέχων ἐς θάλασσαν, ἐν δὲ αὐτῷ πόλισμα οὐ μέγα ἐπὶ θαλάσσῃ Μέθανα ᾤκισται.
トロイゼンの領土には、海に向かって長く伸びる地峡があり、その上に、海に臨んでメサナというそれほど大きくない町が築かれている。
Ἴσιδος δὲ ἐνταῦθα ἱερόν ἐστι καὶ ἄγαλμα ἐπὶ τῆς ἀγορᾶς Ἑρμοῦ, τὸ δὲ ἕτερον Ἡρακλέους.
そこにはイシスの神殿があり、広場にはヘルメスの像があり、もう一方はヘラクレスの像である。
τοῦ δὲ πολίσματος τριάκοντά που στάδια ἀπέχει θερμὰ λουτρά·
その町からおよそ30スタディオン離れたところに温熱温泉がある。
φασὶ δὲ Ἀντιγόνου τοῦ Δημητρίου Μακεδόνων βασιλεύοντος τότε πρῶτον τὸ ὕδωρ φανῆναι, φανῆναι δὲ οὐχ ὕδωρ εὐθὺς ἀλλὰ πῦρ ἀναζέσαι πολὺ ἐκ τῆς γῆς, ἐπὶ δὲ τούτῳ μαρανθέντι ῥυῆναι τὸ ὕδωρ, ὃ δὴ καὶ ἐς ἡμᾶς ἄνεισι θερμόν τε καὶ δεινῶς ἁλμυρόν.
人々が言うには、デメトリオスの子アンティゴノスがマケドニアを支配していたその時初めてその水が現れたが、最初は水が現れたのではなく、激しい火が地から噴き出し、これが衰えた後に水が流れ出たのだという。 この水は、我々の時代にいたるまで、熱く、またひどく塩分を含んで湧き出ている。
λουσαμένῳ δὲ ἐνταῦθα οὔτε ὕδωρ ἐστὶν ἐγγὺς ψυχρὸν οὔτε ἐσπεσόντα ἐς τὴν θάλασσαν ἀκινδύνως νήχεσθαι·
そこで入浴する者にとって、近くに冷たい水はなく、また海に飛び込んで危険なしに泳ぐこともできない。
θηρία γὰρ καὶ ἄλλα καὶ κύνας παρέχεται πλείστους.
なぜなら、(その海は)他の海の生物、とりわけサメを極めて多く生息させているからである。
§2.34.2ὃ δὲ ἐθαύμασα ἐν τοῖς Μεθάνοις μάλιστα, γράψω καὶ τοῦτο.
メサナにおいて私が最も驚嘆したこと、それも書くことにしよう。
ἄνεμος ὁ Λὶψ βλαστανούσαις ταῖς ἀμπέλοις ἐμπίπτων ἐκ τοῦ Σαρωνικοῦ κόλπου τὴν βλάστην σφῶν ἀφαυαίνει·
南西風(リプス)が、ブドウが芽吹く頃にサロニコス湾から吹き付け、その若芽を枯らしてしまう。
κατιόντος οὖν ἔτι τοῦ πνεύματος ἀλεκτρυόνα τὰ πτερὰ ἔχοντα διὰ παντὸς λευκὰ διελόντες ἄνδρες δύο ἐναντίοι περιθέουσι τὰς ἀμπέλους, ἥμισυ ἑκάτερος τοῦ ἀλεκτρυόνος φέρων·
そこで、風がまだ吹き下ろしている時に、羽がすべて白い雄鶏を二つに裂き、二人の男が互いに反対方向にブドウ畑の周りを走り、それぞれが雄鶏の半分を携える。
ἀφικόμενοι δʼ ἐς τὸ αὐτὸ ὅθεν ὡρμήθησαν, κατορύσσουσιν ἐνταῦθα.
そして彼らが、出発したのと同じ場所に到達したとき、そこにそれを埋めるのである。
§2.34.3τοῦτο μὲν πρὸς τὸν Λίβα σφίσιν ἐστὶν εὑρημένον·
これが、南西風に対して彼らが見出した方法である。
τὰς δὲ νησῖδας αἳ πρόκεινται τῆς χώρας ἀριθμὸν ἐννέα οὔσας Πέλοπος μὲν καλοῦσι, τοῦ θεοῦ δὲ ὕοντος μίαν ἐξ αὐτῶν οὔ φασιν ὕεσθαι.
その土地の前に横たわる島々は、数が九つあり、ペロプスの島々と彼らは呼んでいるが、神が雨を降らせるとき、そのうちの一つには雨が降らないと言われている。
τοῦτο δὲ εἰ τοιοῦτόν ἐστιν οὐκ οἶδα, ἔλεγον δὲ οἱ περὶ τὰ Μέθανα, ἐπεὶ χάλαζάν γε ἤδη θυσίαις εἶδον καὶ ἐπῳδαῖς ἀνθρώπους ἀποτρέποντας.
これがその通りであるかどうかは私は知らないが、メサナの周辺の人々はそう言っていた。
というのも、私は人間が生け贄や呪文によって雹を退けるのをすでに見たことがあるからである。
§2.34.4τὰ μὲν δὴ Μέθανα ἰσθμός ἐστι τῆς Πελοποννήσου·
さて、メサナはペロポネソスの地峡である。
ἐντὸς δὲ τοῦ ἰσθμοῦ τῆς Τροιζηνίων ὅμορός ἐστιν Ἑρμιόνη.
地峡の内側には、トロイゼン人の領土に隣接して、ヘルミオネがある。
οἰκιστὴν δὲ τῆς ἀρχαίας πόλεως Ἑρμιονεῖς γενέσθαι φασὶν Ἑρμίονα Εὔρωπος.
ヘルミオネの人々は、古代の都市の創建者はエウロプスの子ヘルミオンであると言っている。
τὸν δὲ Εὔρωπα —ἦν γὰρ δὴ Φορωνέως—Ἡροφάνης ὁ Τροιζήνιος ἔφασκεν εἶναι νόθον·
しかしエウロプスについて(彼は実にフォロネウスの子であったが)、トロイゼンのヘロパネスは彼が庶子であったと主張した。
οὐ γὰρ δή ποτε ἐς Ἄργον τὸν Νιόβης θυγατριδοῦν ὄντα Φορωνέως τὴν ἐν Ἄργει περιελθεῖν ἂν ἀρχὴν παρόντος Φορωνεῖ γνησίου παιδός.
というのも、もしフォロネウスに嫡男がいたならば、フォロネウスの娘の息子であるニオベの子アルゴスに、アルゴスの支配権が移るはずは決してないからである。
§2.34.5ἐγὼ δέ, εἰ καὶ γνήσιον ὄντα Εὔρωπα πρότερον τὸ χρεὼν ἢ Φορωνέα ἐπέλαβεν, εὖ οἶδα ὡς οὐκ ἔμελλεν ὁ παῖς αὐτῷ Νιόβης παιδὶ ἴσα οἴσεσθαι Διός γε εἶναι δοκοῦντι.
しかし私としては、たとえエウロプスが嫡子であったとしても、フォロネウスよりも先に運命が彼を捕らえたのであれば、彼の息子は、ゼウスの子と見なされていたニオベの子と同等の権利を得ることは到底なかっただろうということをよく知っている。
ἐπῴκησαν δὲ καὶ Ἑρμιόνα ὕστερον Δωριεῖς οἱ ἐξ Ἄργους·
後に、アルゴスからのドリス人たちもヘルミオネに入植した。
πόλεμον δὲ οὐ δοκῶ γενέσθαι σφίσιν, ἐλέγετο γὰρ ἂν ὑπὸ Ἀργείων.
彼らの間に戦争があったとは私は思わない。 もしあったなら、アルゴス人たちによって語られていたはずだからである。
§2.34.6ἔστι δὲ ὁδὸς ἔς Ἑρμιόνα ἐκ Τροιζῆνος κατὰ τὴν πέτραν ἣ πρότερον μὲν ἐκαλεῖτο Σθενίου Διὸς βωμός, μετὰ δὲ Θησέα ἀνελόμενον τὰ γνωρίσματα ὀνομάζουσιν οἱ νῦν Θησέως αὐτήν.
トロイゼンからヘルミオネへ向かう道は、かつては「ステニオス・ゼウスの祭壇」と呼ばれ、テセウスが証拠の品々を取り上げた後は、現代の人々が「テセウスの岩」と呼んでいる岩のそばを通っている。
κατὰ ταύτην οὖν τὴν πέτραν ἰοῦσιν ὀρεινὴν ὁδόν, ἔστι μὲν Ἀπόλλωνος ἐπίκλησιν Πλατανιστίου ναός, ἔστι δὲ Εἰλεοὶ χωρίον, ἐν δὲ αὐτῷ Δήμητρος καὶ Κόρης τῆς Δήμητρος ἱερά·
この岩のそばを通る山道を行くと、プラタニスティオスという異名を持つアポロンの神殿があり、またエイレオイという場所があり、そこにはデメテルと、デメテルの娘(コレー)の聖域がある。
τὰ δὲ πρὸς θάλασσαν ἐν ὅροις τῆς Ἑρμιονίδος ἱερὸν Δήμητρός ἐστιν ἐπίκλησιν Θερμασίας.
そして海に面したヘルミオニスの境界には、テルマシアという異名を持つデメテルの聖域がある。